- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.15.1-4.15.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
阿开亚人决定派遣使节访问盟国并将麦塞尼亚人纳入同盟,而埃托利亚人则采取了荒谬的外交政策,企图破坏阿开亚人与麦塞尼亚人之间的同盟关系。
ἦν δὲ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ταῦτα· πρεσβεύειν1 πρὸς Ἠπειρώτας, Βοιωτούς, Φωκέας, Ἀκαρνᾶνας, Φίλιππον, καὶ διασαφεῖν τίνα τρόπον Αἰτωλοὶ παρὰ τὰς συνθήκας μεθʼ ὅπλων ἤδη δὶς εἰσβεβληκότες εἴησαν εἰς τὴν Ἀχαΐαν, καὶ παρακαλεῖν αὐτοὺς βοηθεῖν κατὰ τὰς ὁμολογίας, προσδέξασθαι δὲ καὶ τοὺς Μεσσηνίους εἰς τὴν συμμαχίαν, τὸν δὲ στρατηγὸν ἐπιλέξαι τῶν Ἀχαιῶν πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, καὶ βοηθεῖν τοῖς Μεσσηνίοις, ἐὰν ἐπιβαίνωσιν Αἰτωλοὶ τῆς χώρας αὐτῶν· συντάξασθαι δὲ καὶ πρὸς Λακεδαιμονίους καὶ πρὸς Μεσσηνίους ὅσους δεήσοι παρʼ ἀμφοῖν ὑπάρχειν ἱππεῖς καὶ πεζοὺς πρὸς τὰς κοινὰς χρείας. δοξάντων δὲ τούτων, οἱ μὲν Ἀχαιοὶ φέροντες γενναίως τὸ γεγονὸς οὔτε τοὺς Μεσσηνίους ἐγκατέλιπον οὔτε τὴν αὑτῶν πρόθεσιν, οἱ δὲ πρὸς τοὺς συμμάχους καθεσταμένοι τὰς πρεσβείας ἐπετέλουν, ὁ δὲ στρατηγὸς τοὺς μὲν ἐκ τῆς Ἀχαΐας ἄνδρας ἐπέλεγε κατὰ τὸ δόγμα, πρὸς δὲ τοὺς Λακεδαιμονίους καὶ Μεσσηνίους συνετάττετο πεζοὺς μὲν παρʼ ἑκατέρων ὑπάρχειν δισχιλίους καὶ πεντακοσίους, ἱππεῖς δὲ πεντήκοντα καὶ διακοσίους, ὥστʼ εἶναι τὸ πᾶν σύστημα πρὸς τὰς ἐπιγινομένας χρείας πεζοὺς μὲν μυρίους, ἱππεῖς δὲ χιλίους. οἱ δʼ Αἰτωλοί, παραγενομένης αὐτοῖς τῆς καθηκούσης ἐκκλησίας, συνελθόντες ἐβουλεύσαντο πρός τε Λακεδαιμονίους καὶ Μεσσηνίους καὶ τοὺς ἄλλους πάντας εἰρήνην ἄγειν, κακοπραγμονοῦντες καὶ βουλόμενοι φθείρειν καὶ λυμαίνεσθαι τοὺς τῶν Ἀχαιῶν συμμάχους· πρὸς αὐτοὺς δὲ τοὺς Ἀχαιούς, ἐὰν μὲν ἀφιστῶνται τῆς τῶν Μεσσηνίων συμμαχίας, ἄγειν ἐψηφίσαντο τὴν εἰρήνην, εἰ δὲ μή, πολεμεῖν, πρᾶγμα πάντων ἀλογώτατον.
阿开亚人决议的内容如下:派使节前往伊庇鲁斯人、波奥蒂亚人、福基斯人、阿卡纳尼亚人,以及腓力那里,明示埃托利亚人如何违反条约,已经两次武装入侵阿开亚,并请求他们按照协定予以援助,同时也将麦塞尼亚人接纳进同盟;并由阿开亚人的将军选拔步兵五千人、骑兵五百人,若埃托利亚人侵入其领土,则援助麦塞尼亚人;并且还要与拉刻代蒙人和麦塞尼亚人协商,为共同的需要,双方各应提供多少骑兵和步兵。这些事情决定之后,阿开亚人高尚地承受了所发生的一切,既没有放弃麦塞尼亚人,也没有放弃自己的意图;而被派往盟国的使节们则执行了他们的使命,将军则根据决议选拔阿开亚本国的士兵,并与拉刻代蒙人和麦塞尼亚人约定,双方各提供步兵二千五百人、骑兵二百五十人,从而使应对随后需要的总兵力达到步兵一万人、骑兵一千人。而埃托利亚人,当他们的例行大会召开时,聚集在一起并决议与拉刻代蒙人、麦塞尼亚人及所有其他人保持和平,这出于他们的险恶用心,企图分化并损害阿开亚人的盟友;但对于阿开亚人自身,他们投票决定,如果阿开亚人退出与麦塞尼亚人的同盟,则保持和平,否则就进行战争,这是所有事情中最不讲理的。
ὄντες γὰρ αὐτοὶ σύμμαχοι καὶ τῶν Ἀχαιῶν καὶ τῶν Μεσσηνίων, εἰ μὲν οὗτοι πρὸς ἀλλήλους φιλίαν ἄγοιεν2 καὶ συμμαχίαν, τὸν πόλεμον τοῖς Ἀχαιοῖς ἐπήγγελλον· εἰ δʼ ἔχθραν ἕλοιντο πρὸς τοὺς Μεσσηνίους, τὴν εἰρήνην αὐτοῖς ἐποίουν κατὰ μόνας, ὥστε μηδʼ ὑπὸ λόγον πίπτειν τὴν ἀδικίαν αὐτῶν διὰ τὸ παρηλλαγμένον αὐτῶν τῶν ἐγχειρημάτων.
因为他们自己既是阿开亚人又是麦塞尼亚人的盟友,如果这两者互相保持友好和同盟,他们就对阿开亚人宣战;但如果阿开亚人选择与麦塞尼亚人为敌,他们就单独与阿开亚人媾和,以至于由于他们企图的异常,他们的不义甚至无法用常理来衡量。
- 4.15.1πρεσβεύειν
此不定式及后续的一系列不定式(διασαφεῖν、παρακαλεῖν、προσδέξασθαι、ἐπιλέξαι、βοηθεῖν、συντάξασθαι)作名词性使用,充当主语补足语,用以具体说明句首主语 τὰ δόξαντα(决议的事项)的内容,与未完成过去式动词 ἦν 相连。
- 4.15.10εἰ μὲν οὗτοι πρὸς ἀλλήλους φιλίαν ἄγοιεν
条件从句中的祈愿式(εἰ + 祈愿式)与主句中的未完成过去直陈式(ἐπήγγελλον、ἐποίουν)相呼应,既可以表示过去的一般性条件(过去的反复动作),也可以在间接引语中表达埃托利亚人当时做出决议时的意图(即“如果他们……,我们就……”)。
