- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.16.1-4.16.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
伊庇鲁斯人和腓力国王将麦塞尼亚人纳进同盟,但决定与习于不义的埃托利亚人维持和平。与此同时,拉刻代蒙人暗中与埃托利亚结盟,伊利里亚的海盗首领们也与埃托利亚人勾结,开始入侵阿开亚。
οἱ δʼ Ἠπειρῶται καὶ Φίλιππος ὁ βασιλεὺς ἀκούσαντες τῶν πρέσβεων τοὺς μὲν Μεσσηνίους εἰς τὴν συμμαχίαν προσέλαβον, ἐπὶ δὲ τοῖς ὑπὸ τῶν Αἰτωλῶν πεπραγμένοις παραυτίκα μὲν ἠγανάκτησαν, οὐ μὴν ἐπὶ πλεῖον ἐθαύμασαν, διὰ τὸ μηδὲν παράδοξον, τῶν εἰθισμένων δέ τι πεποιηκέναι τοὺς Αἰτωλούς.1
伊庇鲁斯人和腓力国王听取了使节们的陈述,将麦塞尼亚人接纳进同盟,虽然他们对埃托利亚人的所作所为当即表示愤慨,但并没有过分惊讶,因为这并无出人意料之处,不过是埃托利亚人做了一件他们惯常做的事而已。
διόπερ οὐδʼ ὠργίσθησαν ἐπὶ πλεῖον, ἀλλʼ ἐψηφίσαντο τὴν εἰρήνην ἄγειν πρὸς αὐτούς· οὕτως ἡ συνεχὴς ἀδικία συγγνώμης τυγχάνει μᾶλλον τῆς σπανίου καὶ παραδόξου πονηρίας.
因此,他们甚至没有进一步动怒,反而投票决定与他们保持和平。正如持续不断的不义,较之罕见而惊人的邪恶,反而更容易获得宽恕。
Αἰτωλοὶ γοῦν τούτῳ τῷ τρόπῳ χρώμενοι, καὶ λῃστεύοντες συνεχῶς τὴν Ἑλλάδα, καὶ πολέμους ἀνεπαγγέλτους φέροντες πολλοῖς, οὐδʼ ἀπολογίας ἔτι κατηξίουν τοὺς ἐγκαλοῦντας,2 ἀλλὰ καὶ προσεχλεύαζον, εἴ τις αὐτοὺς εἰς δικαιοδοσίας προκαλοῖτο περὶ τῶν γεγονότων ἢ καὶ νὴ Δία τῶν μελλόντων.
事实上,埃托利亚人采取这种手段,不断掠夺希腊,对许多人发动不宣而战的战争,甚至不再屑于向指控他们的人进行任何申辩,反而,如果有人因过去的事情、甚至(天哪!)未来的事情而将他们召至法庭,他们还会横加嘲讽。
οἱ δὲ Λακεδαιμόνιοι, προσφάτως μὲν ἠλευθερωμένοι διʼ Ἀντιγόνου καὶ διὰ τῆς τῶν Ἀχαιῶν φιλοτιμίας, ὀφείλοντες δὲ Μακεδόσι καὶ Φιλίππῳ μηδὲν ὑπεναντίον πράττειν, διαπεμψάμενοι λάθρᾳ πρὸς τοὺς Αἰτωλοὺς φιλίαν διʼ ἀπορρήτων ἔθεντο καὶ συμμαχίαν.
另一方面,拉刻代蒙人虽然不久前刚通过安提柯和阿开亚人的热忱获得解放,本应不对马其顿人和腓力采取任何敌对行动,却暗中派遣使者前往埃托利亚人那里,私下缔结了友好与同盟关系。
ἤδη δʼ ἐπιλελεγμένων τῶν Ἀχαϊκῶν νεανίσκων καὶ συντεταγμένων ὑπὲρ τῆς βοηθείας τῶν Λακεδαιμονίων καὶ Μεσσηνίων, Σκερδιλαΐδας ὁμοῦ καὶ Δημήτριος ὁ Φάριος ἔπλευσαν ἐκ τῆς Ἰλλυρίδος ἐν ἐνενήκοντα λέμβοις ἔξω τοῦ Λίσσου παρὰ τὰς πρὸς Ῥωμαίους συνθήκας.
当阿开亚青年已被选拔并组织起来以援助拉刻代蒙人和麦塞尼亚人时,斯凯尔迪莱达斯与法罗斯的德米特里合兵一处,违反与罗马人的条约,率领九十艘轻捷船越过利索斯,自伊利里亚出航。
οἳ τὸ μὲν πρῶτον τῇ Πύλῳ προσμίξαντες καὶ ποιησάμενοι προσβολὰς ἀπέπεσον· μετὰ δὲ ταῦτα Δημήτριος μὲν ἔχων τοὺς πεντήκοντα τῶν λέμβων ὥρμησεν ἐπὶ νήσων, καὶ περιπλέων τινὰς μὲν ἠργυρολόγει, τινὰς δʼ ἐπόρθει τῶν Κυκλάδων· Σκερδιλαΐδας δὲ ποιούμενος τὸν πλοῦν ὡς ἐπʼ οἴκου προσεῖχε πρὸς Ναύπακτον μετὰ τετταράκοντα λέμβων, πεισθεὶς Ἀμυνᾷ τῷ βασιλεῖ τῶν Ἀθαμάνων, ὃς ἐτύγχανε κηδεστὴς ὑπάρχων αὐτοῦ.
他们首先逼近皮洛斯并进行攻击,但被击退;随后,德米特里率领其中的五十艘轻捷船驶向群岛,在环航中对基克拉泽斯群岛中的一些岛屿勒索金钱,对另一些则进行劫掠;至于斯凯尔迪莱达斯,他本像是在往回航行,但受阿萨马内斯人的国王阿米纳斯的规劝(此人恰好是他的姻亲),率领四十艘轻捷船转向瑙帕克托斯。
ποιησάμενος δὲ συνθήκας πρὸς Αἰτωλοὺς διʼ Ἀγελάου περὶ τοῦ μερισμοῦ τῶν λαφύρων, ὑπέσχετο συνεμβαλεῖν ὁμόσε τοῖς Αἰτωλοῖς εἰς τὴν Ἀχαΐαν.
他通过阿格劳斯与埃托利亚人达成了关于瓜分战利品的协议,并承诺与埃托利亚人一同攻入阿开亚。
συνθέμενοι δὲ ταῦτα πρὸς τὸν Σκερδιλαΐδαν οἱ περὶ τὸν Ἀγέλαον καὶ Δωρίμαχον καὶ Σκόπαν, πραττομένης αὐτοῖς τῆς τῶν Κυναιθέων πόλεως,3 συναθροίσαντες πανδημεὶ τοὺς Αἰτωλοὺς ἐνέβαλον εἰς
阿格劳斯、多里马科斯、斯科普斯等人与斯凯尔迪莱达斯达成这些协议后,由于奇奈萨人的城市正向他们暗通款曲,便召集了全体埃托利亚人,攻入了[阿开亚]。
- 4.16.2διὰ τὸ μηδὲν παράδοξον, τῶν εἰθισμένων δέ τι πεποιηκέναι τοὺς Αἰτωλούς
此处并列了由介词短语 διὰ τό 控制的两个结构:第一个是省略了系动词的无人称结构(以形容词 παράδοξον 为表语);第二个是完成时不定式 πεποιηκέναι,其逻辑主语为对格的 τοὺς Αἰτωλούς。属格 τῶν εἰθισμένων(“惯常之事”)是部分属格,修饰不定式的宾语代词 τι(“某些事”)。
- 4.16.4οὐδʼ ἀπολογίας ἔτι κατηξίουν τοὺς ἐγκαλοῦντας
动词 κατηξίουν(καταξιόω 的未完成过去时)采用“认为某人(对格)配得上某事(属格)”的句式。此处 τοὺς ἐγκαλοῦντας 为对格,ἀπολογίας 为属格,意思是“他们甚至认为那些指控他们的人不配得到任何申辩(即不屑于向指控者进行申辩)”。将指控者视为申辩主体的解释不符合语境。
- 4.16.11πραττομένης αὐτοῖς τῆς τῶν Κυναιθέων πόλεως
这是一个属格独立分词结构。现在时被动分词 πραττομένης 在此处用于政治与军事术语,意为“(通过谈判)被出卖/暗中交付”。与格 αὐτοῖς 表示施事者(“由他们策划谈判”)或利害关系与格(“对他们而言正被暗中交付”)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(3 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 3 处
