← 波利比奥斯

历史

§32.13.1-32.13.9

罗马使节的报告与对戴尔玛泰人的宣战决定

从伊利里亚归来的罗马使节盖乌斯·法尼乌斯报告了戴尔玛泰人无礼且暴力的行径,元老院听取后,出于防止士兵软化及震慑该地区等战略意图,决定对其宣战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32.13.1

ὅτι1 τῶν περὶ τὸν Γάιον Φάννιον παραγεγονότων ἐκ τῆς Ἰλλυρίδος καὶ διασαφούντων ὅτι τοσοῦτον ἀπέχοιεν οἱ Δελματεῖς τοῦ διορθοῦσθαί τι τῶν ἐγκαλουμένων πρὸς τοὺς ὑπʼ αὐτῶν φάσκοντας ἀδικεῖσθαι συνεχῶς, ὡς2 οὐδὲ λόγον ἐπιδέχοιντο καθόλου παρʼ αὐτῶν, λέγοντες οὐδὲν αὑτοῖς εἶναι καὶ Ῥωμαίοις κοινόν· πρὸς δὲ τούτοις διεσάφουν μήτε κατάλυμα δοθῆναι σφίσι μήτε παροχήν, ἀλλὰ καὶ τοὺς ἵππους, οὓς εἶχον παρʼ ἑτέρας πόλεως, ἀφελέσθαι τοὺς Δελματεῖς μετὰ βίας αὑτῶν· ἑτοίμους δʼ εἶναι καὶ τὰς χεῖρας προσάγειν, εἰ μὴ συνείξαντες τῷ καιρῷ μετὰ πολλῆς ἡσυχίας ἐποιήσαντο τὴν ἀπόλυσιν.3

盖乌斯·法尼乌斯一行人从伊利里亚归来,报告说,戴尔玛泰人非但完全不愿向那些自称不断受到他们侵害的人纠正任何被指控的罪行,甚至根本不接受使节们的任何交涉,声称他们与罗马人毫无共同之处;此外,他们还报告说,戴尔玛泰人既没有给他们提供住所,也没有提供给养,反而还强行夺走了他们从其他城市获得的马匹;如果使节们没有顺应时势、极其安静地撤退,他们甚至准备动手行凶。

§32.13.4

ὧν ἡ σύγκλητος ἀκούσασα μετʼ ἐπιστάσεως ἠγανάκτει μὲν καὶ ἐπὶ τῇ τῶν Δελματέων ἀπειθείᾳ καὶ σκαιότητι, τὸ δὲ πλεῖστον ὑπέλαβε τὸν καιρὸν ἐπιτήδειον εἶναι πρὸς τὸ πολεμῆσαι τοῖς προειρημένοις διὰ πλείους αἰτίας.

元老院留心听取了这些报告,一方面对戴尔玛泰人的不服从和粗暴感到愤怒,但最主要的还是认为,出于多种原因,此时正是对上述人群宣战的绝佳时机。

§32.13.5

τά τε γὰρ μέρη ταῦτα τῆς Ἰλλυρίδος τὰ νεύοντα πρὸς τὸν Ἀδρίαν ἀνεπίσκεπτα τελέως ἦν αὐτοῖς, ἐξ οὗ4 Δημήτριον τὸν Φάριον ἐξέβαλον, τούς τε κατὰ τὴν Ἰταλίαν ἀνθρώπους οὐκ ἐβούλοντο κατʼ οὐδένα τρόπον ἀποθηλύνεσθαι διὰ τὴν πολυχρόνιον εἰρήνην· ἔτος γὰρ ἦν τότε δωδέκατον ἀπὸ τοῦ πρὸς Περσέα πολέμου καὶ τῶν ἐν Μακεδονίᾳ πράξεων. διόπερ ἐβουλεύοντο, πόλεμον ἐνστησάμενοι πρὸς τοὺς προειρημένους ἅμα μὲν ὡσανεὶ καινοποιῆσαι τὰς ὁρμὰς καὶ προθυμίας τῶν ἰδίων ὄχλων, ἅμα δὲ καταπληξάμενοι τοὺς Ἰλλυριοὺς ἀναγκάσαι πειθαρχεῖν τοῖς ὑπʼ αὐτῶν παραγγελλομένοις.

因为伊利里亚面向亚德里亚海的这些地区,自他们驱逐法罗斯的德米特里以来,已经完全被他们忽略了,而且他们也不希望意大利的人民因长期的和平而在任何方面变得软弱;因为当时距离针对珀尔修斯的战争以及在马其顿的军事行动已经是第十二个年头。因此,他们决定,通过对上述人群发动战争,一方面可以说是重新激发自己民众的冲劲与热情,另一方面通过震慑伊利里亚人,强迫他们服从自己的命令。

§32.13.9

αὗται μὲν οὖν ἦσαν αἰτίαι διʼ ἃς ἐπολέμησαν Ῥωμαῖοι Δελματεῦσι· τοῖς γε μὴν ἐκτὸς τὸν πόλεμον ἀνεδείκνυον, ὡς διὰ τὴν εἰς τοὺς πρεσβευτὰς ὕβριν κεκρικότες πολεμεῖν. —

以上就是罗马人对戴尔玛泰人开战的真正原因;然而对外界,他们则宣称,之所以决定开战是因为使节受到了侮辱。 —

语法注4 条
  1. 32.13.1ὅτι

    此处的 ὅτι 是拜占庭历史摘录(Excerpta)中典型的用法,用于引导一个摘要式的叙述段落。整段在语法上作为一个名词性从句,详细说明元老院对使节报告的反应。

  2. 32.13.1τοσοῦτον ἀπέχοιεν ... τοῦ διορθοῦσθαί ... ὡς ...

    表示程度的关联结构:“他们距离纠正……(属格不定词 τοῦ διορθοῦσθαι)如此之远(τοσοῦτον ἀπέχοιεν),以至于(ὡς)……”。希求法动词 ἀπέχοιεν 和 ἐπιδέχοιντο 是由于主句为过去时态而采用的间接引语斜格希求法。

  3. 32.13.3εἰ μὴ συνείξαντες τῷ καιρῷ μετὰ πολλῆς ἡσυχίας ἐποιήσαντο τὴν ἀπόλυσιν

    表示过去反事实的条件句。主句由不定式 ἑτοίμους δʼ εἶναι(等同于直接引语中的 ἑτοῖμοι ἦσαν)表示。它表明,如果使节们没有顺应时势(条件从句主语的伴随分词 συνείξαντες)并安静地离开,戴尔玛泰人甚至会动手行凶。

  4. 32.13.6ἐξ οὗ

    带有中性关系代词的前置词短语,在副词意义上表示“自……以来”(相当于“自那时起”)。它指的是在第二次伊利里亚战争(公元前219年)中驱逐法罗斯的德米特里之后,该地区一直被忽视。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-10-09)
  • 2026-10-09 与底本核对 — 原文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:32.13.1-32.13.9