← 波利比奥斯

历史

§31.21.1-31.21.8

马萨尼萨侵占恩波里亚与罗马的不公判决

努米底亚国王马萨尼萨企图夺取富庶的恩波里亚地区而对迦太基发起进攻。罗马元老院出于自身利益考量,屡次偏袒马萨尼萨做出不公判决,最终迫使迦太基割地并支付巨额赔偿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.21.1

ὅτι κατὰ τὴν Λιβύην Μασαννάσας θεωρῶν τὸ πλῆθος τῶν πόλεων τῶν περὶ τὴν μικρὰν Σύρτιν ἐκτισμένων καὶ τὸ κάλλος τῆς χώρας, ἣν καλοῦσιν Ἐμπόρια, καὶ πάλαι τὸ πλῆθος τῶν προσόδων τῶν γινομένων ἐν τούτοις τοῖς τόποις ὀφθαλμιῶν,1 ἐπεβάλετο καταπειράζειν τῶν Καρχηδονίων οὐ πολλοῖς ἀνώτερον χρόνοις τῶν νῦν λεγομένων καιρῶν. τῆς μὲν οὖν χώρας ταχέως ἐγενήθη κύριος, ἅτε τῶν ὑπαίθρων κρατῶν διὰ τὸ τοὺς Καρχηδονίους αἰεὶ μὲν ἀλλοτρίους ὑπάρχειν τῆς ἐν τῇ γῇ χρείας,2 τότε δὲ καὶ τελέως ἐκτεθηλύνθαι διὰ τὴν πολυχρόνιον εἰρήνην· τῶν δὲ πόλεων οὐκ ἠδυνήθη γενέσθαι κύριος διὰ τὸ τοὺς Καρχηδονίους ἐπιμελῶς τηρεῖν αὐτάς.

在利比亚,马萨尼萨看到小塞尔蒂斯周边建立的众多城市,以及被称为恩波里亚的这片土地的肥沃,并且早就对这些地方产生的大量收入垂涎三尺,于是他在离目前所讨论的时期不很久之前,企图对迦太基人进行试探。事实上,他很快便掌握了这片土地的控制权,因为他在野战中占了上风,由于迦太基人一直不习惯于陆上事务,且当时由于长期的和平而完全变得软弱无能;但他未能掌控这些城市,因为迦太基人非常严密地防守着它们。

§31.21.5

ἀμφοτέρων δὲ ποιουμένων τὴν ἀναφορὰν ἐπὶ τὴν σύγκλητον ὑπὲρ τῶν ἀμφισβητουμένων, καὶ πρεσβευτῶν πολλάκις ἐληλυθότων διὰ ταῦτα παρʼ ἑκατέρων, αἰεὶ συνέβαινε τοὺς Καρχηδονίους ἐλαττοῦσθαι παρὰ τοῖς Ῥωμαίοις, οὐ τοῖς δικαίοις, ἀλλὰ τῷ πεπεῖσθαι τοὺς κρίνοντας3 συμφέρειν σφίσι τὴν τοιαύτην γνώμην, ἐπείτοι χρόνοις οὐ4 πολλοῖς ἀνώτερον αὐτὸς ὁ Μασαννάσας διώκων τὸν Ἀφθῆρα τὸν ἀποστάτην μετὰ στρατοπέδου δίοδον ᾐτήσατο τοὺς Καρχηδονίους διὰ ταύτης τῆς χώρας, οἱ δʼ οὐχ ὑπήκουσαν, ὡς οὐδὲν αὐτῷ προσηκούσης.5 οὐ μὴν ἀλλὰ τέλος εἰς τοῦτο συνεκλείσθησαν οἱ Καρχηδόνιοι διὰ τῶν ἀποφάσεων κατὰ τοὺς νῦν λεγομένους καιροὺς ὥστε μὴ μόνον τὰς πόλεις καὶ τὴν χώραν ἀποβαλεῖν, ἀλλὰ καὶ πεντακόσια τάλαντα προσθεῖναι τῆς καρπείας τῶν χρόνων, ἐξ οὗ συνέβη γενέσθαι τὴν ἀμφισβήτησιν.

双方都将争端提交给元老院,并为此多次互派使节,然而在罗马人面前,迦太基人总是处于不利地位,这并非基于正义,而是因为裁判者们深信做出这样的判决对他们自己有利。实际上,就在不久前,马萨尼萨本人在率军追击叛乱者阿夫特尔时,曾请求迦太基人允许他通过该地区,而他们没有答应,理由是这片土地与他毫无关系。然而,迦太基人最终被目前提及的这些判决逼入绝境,以至于他们不仅失去了这些城市和土地,还必须为自争议发生以来的这段时间的土地收益追加支付五百塔兰同。

语法注5 条
  1. 31.21.1ὀφθαλμιῶν

    现在分词 ὀφθαλμιῶν(主格、单数、阳性)修饰主语 Μασαννάσας,与前一个分词 θεωρῶν 并列。该动词本义为“患眼疾”,在此处引申为“以垂涎/渴望的目光注视”,并以对格短语 τὸ πλῆθος τῶν προσόδων 为其支配的宾语。

  2. 31.21.3τῆς ἐν τῇ γῇ χρείας

    该属格短语受形容词 ἀλλοτρίους(“与……无关”、“不习惯于”)支配。此处的 χρεία 指的是“军务”或“实际行动”,表明相比于海战,迦太基人一向不熟悉“陆地上的军事行动和实务”。

  3. 31.21.6τῷ πεπεῖσθαι τοὺς κρίνοντας

    此为表示原因或理由的带冠词与格不定式(完成时被动语态 πεπεῖσθαι),未带介词。对格的 τοὺς κρίνοντας 是该不定式的逻辑主语,意为“因为裁判者们(罗马人)确信……”。

  4. 31.21.7οὐ

    此否定词 οὐ 虽因传统分节原因被置于 §31.21.7 的末尾,但在语法上与下一节 §31.21.8 开头的 μὴν ἀλλὰ 连用,构成表示强烈转折的惯用语 οὐ μὴν ἀλλὰ(“然而”、“尽管如此”)。因此,在翻译中应将其视作下一句的开头部分进行处理。

  5. 31.21.7ὡς οὐδὲν αὐτῷ προσηκούσης

    由 ὡς(表示主观理由或借口)引导的独立属格结构。分词 προσηκούσης(现在时主动态属格单数阴性)的逻辑主语是上下文中的“土地”(χώρα),意为“以该土地与他毫无关系为由”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(3 处,最近 2026-10-09)
  • 2026-10-09 与底本核对 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 注 2 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:31.21.1-31.21.8