← 波利比奥斯

历史

§31.22.1-31.22.11

埃米利乌斯·保卢斯的清廉与叙事真实性

埃米利乌斯·保卢斯去世后,其清廉与无私得以昭示,甚至超越了著名的希腊贤士。作者强调,由于其历史著作将由罗马人亲自阅读,因此在叙述中绝无虚构可能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.22.1

ὅτι τὸ μέγιστον καὶ κάλλιστον σημεῖον τῆς Λευκίου Αἰμιλίου προαιρέσεως μεταλλάξαντος τὸν βίον ἐγένετο πᾶσιν ἔκδηλον·

卢基乌斯·埃米利乌斯去世时,他生前志向最伟大且最美丽的证据对所有人显露无遗。

§31.22.2

οἷος γὰρ ὁ τρόπος ζῶντος [αὐτοῦ] ἐδοξάζετο, τοιοῦτος εὑρέθη τὸν βίον μεταλλάξαντος, ὃ μέγιστον εἴποι τις ἂν ὑπάρχειν τεκμήριον ἀρετῆς.

因为他在世时人们所称道的品格,在他去世后被证实确实如此,这可以说是美德的最大证明。

§31.22.3

ὁ γὰρ πλεῖστον μὲν τῶν καθʼ αὑτὸν ἐξ Ἰβηρίας χρυσὸν εἰς τὴν Ῥώμην μετενηνοχώς, μεγίστων δὲ θησαυρῶν κύριος γενόμενος ἐν Μακεδονίᾳ, πλείστης δὲ περὶ τὰ προειρημένα τετευχὼς ἐξουσίας τοσοῦτον ἀπέλειπε τὸν ἴδιον βίον1 ὥστε μὴ δύνασθαι τὴν φερνὴν τῇ γυναικὶ διαλῦσαι πᾶσαν ἐκ τῶν ἐπίπλων, εἰ μὴ τῶν ἐγγείων τινὰς προσαπέδοντο2 κτήσεων. ὑπὲρ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν.

毕竟,这位在同辈中从伊比利亚运送最多黄金到罗马、在马其顿掌控了最大财宝、并在上述事务中拥有最大权力的人,其留下的个人财产却如此之少,以至于若不售出部分地产,就无法仅凭动产全额退还妻子的嫁妆。关于这些细节,我已在先前的章节中详细叙述过。

§31.22.5

ἐξ ὧν εἴποι τις ἂν καταλελύσθαι τὴν δόξαν τῶν θαυμαζομένων παρὰ τοῖς Ἕλλησι περὶ τοῦτο τὸ μέρος ἀνδρῶν·

由此看来,人们或许可以说,在这一方面备受希腊人赞赏的那些名士的声望已被掩盖。

§31.22.6

εἰ γὰρ τὸ διδομένων χρημάτων ἐπὶ τῷ τοῦ διδόντος συμφέροντι, τούτων ἀπέχεσθαι3 θαυμαστόν ἐστιν, ὃ λέγεται γεγονέναι περί τε τὸν Ἀθηναῖον Ἀριστείδην καὶ περὶ τὸν Θηβαῖον Ἐπαμινώνδαν, τὸ κύριον γενόμενον αὐτὸν ἁπάσης τῆς βασιλείας καὶ λαβόντα τὴν ἐξουσίαν ὡς βούλεται χρήσασθαι, μηδενὸς ἐπιθυμῆσαι πόσῳ θαυμαστότερόν ἐστιν;

因为,如果是为了给者利益而提供钱财时,拒不接受它们是一件令人赞叹的事——正如据说雅典的阿里斯提德和底比斯的伊巴密浓达所做的那样——那么,在他掌控了整个王国并获得任意处置的权力后,却毫无贪欲,这该是多么令人赞叹得多啊?

§31.22.8

εἰ δʼ ἀπίστῳ τὸ λεγόμενον ἐοικέναι δόξει τισίν, ἐκεῖνο δεῖ λαμβάνειν ἐν νῷ, διότι σαφῶς ὁ γράφων ᾔδει μάλιστα Ῥωμαίους ἀναληψομένους εἰς τὰς χεῖρας τὰ βυβλία ταῦτα διὰ τὸ τὰς ἐπιφανεστάτας καὶ τὰς πλείστας αὐτῶν πράξεις ἐν τούτοις περιέχεσθαι· παρʼ οἷς οὔτʼ ἀγνοεῖσθαι ταῦτα δυνατὸν οὔτε συγγνώμης τεύξεσθαι τὸν ψευδολόγον εἰκός, διόπερ οὐδεὶς ἂν ἑκὼν εἰς πρόδηλον ἀπιστίαν καὶ καταφρόνησιν ἔδωκεν αὑτόν.

如果这一说法在某些人看来难以置信,他们应当记住:作者清楚地知道,罗马人最有可能亲手捧读这些书籍,因为他们最辉煌、最繁多的功绩都包含在其中;在他们中间,这些事情既不可能不被知晓,编造谎言者也不可能指望获得宽恕,因此,绝不会有人自愿让自己陷入显而易见的失信与蔑视之中。

§31.22.11

καὶ τοῦτο μνημονευέσθω παρʼ ὅλην τὴν πραγματείαν ἡμῖν,4 ὅταν τι παράδοξον δοκῶμεν λέγειν περὶ Ῥωμαίων.

每当我们在叙述中显得对罗马人有些言过其实时,在我们的整个著作中都应当牢记这一点。

语法注4 条
  1. 31.22.3τὸν ἴδιον βίον

    虽然 βίος 通常意为“生命”或“生涯”,但在此处指“生活资料”、“个人财产”或死后留下的“遗产”。

  2. 31.22.4προσαπέδοντο

    动词采用第三人称复数形式,是因为其隐含的主语并非前述关系从句的主语埃米利乌斯·保卢斯本人,而是继承其遗产的儿子们(小西庇阿与法比乌斯·马克西姆斯)。

  3. 31.22.6τὸ διδομένων χρημάτων ἐπὶ τῷ τοῦ διδόντος συμφέροντι, τούτων ἀπέχεσθαι

    句首的冠词 τὸ 使后面较远位置的不定式 ἀπέχεσθαι 名词化,从而构成主语部分。夹在中间的 διδομένων χρημάτων... 是属格独立分词结构(表条件,“当钱财被提供时”),而 τούτων 则是该不定式的直接宾语(属格)。

  4. 31.22.11μνημονευέσθω παρʼ ὅλην τὴν πραγματείαν ἡμῖν

    与格 ἡμῖν 与被动语态的 μνημονευέσθω 连用,既可以理解为动作的施事者(“应当被我们[读者]牢记”),也可以理解为作者自称的复数(“我们[作者]应当记住”)。鉴于此处是在向可能对罗马人的美德产生怀疑的读者进行提醒,前一种解释更为自然。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-10-09)
  • 2026-10-09 与底本核对 — 原文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:31.22.1-31.22.11