← 波利比奥斯

历史

§30.25.1-30.25.19

安条克四世在达芙妮举办的奢华庆典游行

记述了安条克四世为与罗马将军保卢斯抗衡而在达芙妮举办的极尽奢华的庆典,详细描绘了游行队伍的构成,包括各种武装步兵、骑兵、战车、大象、众多神像、金银器皿以及盛装打扮的妇女。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.25.1

ὁ δʼ αὐτὸς οὗτος βασιλεὺς ἀκούσας τοὺς ἐν τῇ Μακεδονίᾳ συντετελεσμένους ἀγῶνας ὑπὸ Αἰμιλίου Παύλου τοῦ Ῥωμαίων στρατηγοῦ, βουλόμενος τῇ μεγαλοδωρίᾳ ὑπερᾶραι τὸν Παῦλον ἐξέπεμψε πρέσβεις καὶ θεωροὺς εἰς τὰς πόλεις καταγγελοῦντας τοὺς ἐσομένους ἀγῶνας ὑπʼ αὐτοῦ ἐπὶ Δάφνης, ὡς πολλὴν γενέσθαι τῶν Ἑλλήνων σπουδὴν εἰς τὴν ὡς αὐτὸν ἄφιξιν.1

这位同一个国王,在听说了罗马将军保卢斯在马其顿举办的竞技会后,渴望在慷慨大度上超越保卢斯,于是向各个城市派遣了使节和祭典使,宣告他即将在达芙妮举办的竞技会,以至于希腊人中产生极大的热情,争相前往他那里。

§30.25.2

ἀρχὴν δʼ ἐποιήσατο τῆς πανηγύρεως τὴν πομπείαν2 οὕτως ἐπιτελεσθεῖσαν.

他以下列方式举行的巡游作为庆典的开始。

§30.25.3

καθηγοῦντό τινες Ῥωμαϊκὸν ἔχοντες καθοπλισμὸν ἐν θώραξιν ἁλυσιδωτοῖς, ἄνδρες ἀκμάζοντες ταῖς ἡλικίαις πεντακισχίλιοι· μεθʼ οὓς Μυσοὶ πεντακισχίλιοι.

领头的是五千名正值壮年的男子,他们装备着罗马式的武装,身穿链甲胸铠;紧随其后的是五千名米西亚人。

§30.25.4

συνεχεῖς δʼ ἦσαν Κίλικες εἰς τὸν τῶν εὐζώνων τρόπον καθωπλισμένοι τρισχίλιοι, χρυσοῦς ἔχοντες στεφάνους.

紧接其后的是三千名以轻装步兵方式武装、戴着金冠的基利家(基利基亚)人。

§30.25.5

ἐπὶ δὲ τούτοις Θρᾷκες τρισχίλιοι καὶ Γαλάται πεντακισχίλιοι. τούτοις ἐπέβαλλον Μακεδόνες δισμύριοι καὶ χαλκάσπιδες πεντακισχίλιοι, ἄλλοι δὲ ἀργυράσπιδες, οἷς ἐπηκολούθει μονομάχων ζεύγη διακόσια τετταράκοντα.

在他们之后是三千名色雷斯人和五千名加拉太人。紧接他们的是两万名马其顿人,其中五千人是铜盾兵,其余的是银盾兵,其后跟随着二百四十对角斗士。

§30.25.6

τούτων κατόπιν ἦσαν ἱππεῖς Νισαῖοι μὲν χίλιοι πολιτικοὶ δὲ τρισχίλιοι, ὧν οἱ μὲν πλείους ἦσαν χρυσοφάλαροι καὶ χρυσοστέφανοι, οἱ δʼ ἄλλοι ἀργυροφάλαροι.

在这些人的背后是骑兵:一千名尼萨骑兵和三千名公民骑兵,其中大多数拥有金质马饰并戴着金冠,其余的则拥有银质马饰。

§30.25.7

μετὰ δὲ τούτους ἦσαν οἱ λεγόμενοι Ἑταῖροι ἱππεῖς· οὗτοι δὲ ἦσαν εἰς χιλίους, πάντες χρυσοφάλαροι. τούτοις συνεχὲς ἦν τὸ τῶν φίλων σύνταγμα, ἴσον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὸν κόσμον. ἐπὶ δὲ τούτοις ἐπίλεκτοι χίλιοι, οἷς ἐπηκολούθει τὸ καλούμενον ἄγημα, κράτιστον εἶναι δοκοῦν σύστημα τῶν ἱππέων, περὶ χιλίους. τελευταία δʼ ἦν ἡ κατάφρακτος ἵππος, οἰκείως τῇ προσηγορίᾳ τῶν ἵππων καὶ τῶν ἀνδρῶν ἐσκεπασμένων τοῖς ὅπλοις· ἦσαν δὲ καὶ αὐτοὶ χίλιοι καὶ πεντακόσιοι.

在他们之后是所谓的伙伴骑兵;他们大约有一千人,全部配有金质马饰。紧挨着他们的是朋友部队,无论在人数还是在装饰上都与之相当。在他们之后是一千名精选兵,其后跟随着被称为阿格玛的部队,这被认为是骑兵中最精锐的队列,大约有一千人。最后则是具装重骑兵,正如其名称所示,战马和士兵都用盔甲覆盖着;他们也是一千五百人。

§30.25.10

πάντες δʼ οἱ προειρημένοι εἶχον πορφυρᾶς ἐφαπτίδας, πολλοὶ δὲ καὶ διαχρύσους καὶ ζῳωτάς.

所有上述人员都披着紫色斗篷,许多人的斗篷上还绣有金线和动物图案。

§30.25.11

ἐπὶ δὲ τούτοις ἕξιππα μὲν ἦν ἑκατόν, τέθριππα δὲ τετταράκοντα, ἔπειτα ἐλεφάντων ἅρμα καὶ συνωρίς. καθʼ ἕνα δὲ εἵποντο ἐλέφαντες διεσκευασμένοι τριάκοντα καὶ ἕξ. τὴν δʼ ἄλλην πομπὴν λέγειν ἐστὶ δυσέφικτον, ὡς ἐν κεφαλαίῳ δὲ λεκτέον. ἔφηβοι μὲν γὰρ ἐπόμπευσαν εἰς ὀκτακοσίους, χρυσοῦς ἔχοντες στεφάνους, βόες δʼ εὐτραφεῖς περὶ χιλίους, θεωρίδες δὲ βραχὺ λείπουσαι τριακοσίων, ἐλεφάντων δὲ ὀδόντες ὀκτακόσιοι.

在他们之后有一百辆六马战车,四十辆四马战车,接着是一辆由大象拉的战车和一辆双马战车。随后是三十六头一头接一头装扮好的大象。至于巡游的其他部分,极难用言语尽述,但还是有必要作一简述。因为大约有八百名戴着金冠的青年参加了巡游,肥壮的公牛约有一千头,神圣使者(或供物台)略少于三百个,大象牙有八百根。

§30.25.13

τὸ δὲ τῶν ἀγαλμάτων πλῆθος οὐ δυνατὸν ἐξηγήσασθαι· πάντων γὰρ τῶν παρʼ ἀνθρώποις λεγομένων ἢ νομιζομένων θεῶν ἢ δαιμόνων, προσέτι δὲ ἡρώων εἴδωλα διήγετο, τὰ μὲν κεχρυσωμένα, τὰ δʼ ἠμφιεσμένα στολαῖς διαχρύσοις.

雕像的数量多到无法一一阐明;因为凡是被人们称作或信奉的神明、仙灵以及英雄的像,都被运送同行,有的镀了金,有的则穿着金线织成的华丽衣裳。

§30.25.14

καὶ πᾶσι τούτοις οἱ προσήκοντες μῦθοι κατὰ τὰς παραδεδομένας ἱστορίας ἐν διασκευαῖς πολυτελέσι παρέκειντο.

所有这些都根据流传下来的历史故事,配以奢华的道具展示着各自相宜的神话。

§30.25.15

εἵπετο δʼ αὐτοῖς καὶ Νυκτὸς εἴδωλον καὶ Ἡμέρας, Γῆς τε καὶ Οὐρανοῦ, καὶ Ἠοῦς καὶ Μεσημβρίας.

跟在它们后面的,还有黑夜与白昼、大地与天空、黎明与正午的雕像。

§30.25.16

τὸ δὲ τῶν χρυσωμάτων καὶ ἀργυρωμάτων πλῆθος οὕτως ἄν τις ὑπονοήσειεν3 ὅσον ἦν· ἑνὸς γὰρ τῶν φίλων, Διονυσίου τοῦ ἐπιστολιαγράφου, χίλιοι παῖδες ἐπόμπευσαν ἀργυρώματα ἔχοντες, ὧν οὐδὲν ἐλάττονʼ ὁλκὴν εἶχεν δραχμῶν χιλίων.

金器和银器的数量,人们可以从以下这件事推知其有多少:国王的一位朋友、掌管书信的狄奥尼修斯,其名下有一千名家童手持银器参加巡游,其中没有一件的重量低于一千德拉克马。

§30.25.17

βασιλικοὶ δὲ παῖδες παρῆλθον ἑξακόσιοι χρυσώματα ἔχοντες. ἔπειτα γυναῖκες ἐκ χρυσῶν καλπίδων μύροις ἔρραινον, εἰς διακοσίας.

另有六百名王家侍童手持金器走过。接着是大约两百名妇女,从金罐中喷洒香水。

§30.25.18

ταύταις δʼ ἑξῆς ἐπόμπευον ἐν χρυσόποσι μὲν φορείοις ὀγδοήκοντα γυναῖκες, ἐν ἀργυρόποσι δὲ πεντακόσιαι καθήμεναι, πολυτελῶς διεσκευασμέναι.

紧接在她们后面的是坐在轿子里的妇女,其中八十人坐在金足轿里,五百人坐在银足轿里,皆打扮得极其华丽。

§30.25.19

καὶ τῆς μὲν πομπῆς τὰ ἐπιφανέστατα ταῦτα ἦν.

而巡游中最引人注目的部分即是这些。

语法注3 条
  1. 30.25.1τὴν ὡς αὐτὸν ἄφιξιν

    作为介词使用的 ὡς 后面接人称代词的宾格 αὐτόν,表示方向(“到他那里”),它与冠词 τὴν 一起构成修饰名词 ἄφιξιν 的定语性介词短语。

  2. 30.25.2ἀρχὴν δʼ ἐποιήσατο τῆς πανηγύρεως τὴν πομπείαν

    τὴν πομπείαν 是 ἐποιήσατο 的直接宾语,而 ἀρχὴν 则充当宾语补足语(“作为开始”)。意为“他将巡游作为(庆典的)开始”。

  3. 30.25.16ἄν τις ὑπονοήσειεν

    由 ἄν 与希求法主动语气第三人称单数 ὑπονοήσειεν 构成的潜在希求法句式,表示“人们或许可以推测出”的可能性。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-10-09)
  • 2026-10-09 与底本核对 — 原文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:30.25.1-30.25.19