- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:24.5.1-24.5.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
欧墨尼斯在与法尔纳克斯等人达成协议后决定派兄弟们前往罗马,阿塔罗斯等人在罗马受到元老院的热情接待,元老院并承诺派使节平息战争。
ὅτι1 γενομένων συνθηκῶν πρὸς ἀλλήλους Φαρνάκου καὶ Ἀττάλου καὶ τῶν λοιπῶν, ἅπαντες μετὰ τῶν οἰκείων δυνάμεων ἀνεχώρησαν εἰς τὴν οἰκείαν.
[有记载说,]当法尔纳克斯、阿塔罗斯以及其余众人相互达成协议后,所有人便率领各自的军队退回了各自的国土。
Εὐμένης δὲ κατὰ τὸν καιρὸν τοῦτον ἀπολελυμένος τῆς ἀρρωστίας καὶ διατρίβων ἐν Περγάμῳ, παραγενομένου τἀδελφοῦ2 καὶ διασαφοῦντος περὶ τῶν ᾠκονομημένων, εὐδοκήσας τοῖς γεγονόσιν προέθετο πέμπειν τοὺς ἀδελφοὺς ἅπαντας εἰς τὴν Ῥώμην, ἅμα μὲν ἐλπίζων πέρας ἐπιθήσειν τῷ πρὸς τὸν Φαρνάκην πολέμῳ διὰ τῆς τούτων πρεσβείας, ἅμα δὲ συστῆσαι σπουδάζων τοὺς ἀδελφοὺς τοῖς τʼ ἰδίᾳ φίλοις καὶ ξένοις ὑπάρχουσιν αὐτῶν3 ἐν τῇ Ῥώμῃ καὶ τῇ συγκλήτῳ κατὰ κοινόν.
此时,欧墨尼斯已从疾病中痊愈并逗留在佩加蒙。当他的弟弟抵达并详细报告了所达成的一切安排时,欧墨尼斯对这一结果表示满意,并决定派遣所有的兄弟前往罗马,这一方面是希望通过他们的使团为与法尔纳克斯的战争画上句号,另一方面也是急于将兄弟们介绍给他们在罗马的私人朋友、宾客以及整个元老院。
προθύμων δὲ καὶ τῶν περὶ τὸν Ἄτταλον ὑπαρχόντων, ἐγένοντο περὶ τὴν ἐκδημίαν.4
由于阿塔罗斯及其随从也十分积极,他们便着手准备动身。
καὶ τούτων παραγενομένων εἰς τὴν Ῥώμην, καὶ κατʼ ἰδίαν μὲν πάντες ἀπεδέχοντο τοὺς νεανίσκους φιλανθρώπως, ἅτε συνήθειαν ἐσχηκότες ἐν ταῖς περὶ τὴν Ἀσίαν στρατείαις, ἔτι δὲ μεγαλομερέστερον ἡ σύγκλητος ἀπεδέξατο τὴν παρουσίαν αὐτῶν·
当他们抵达罗马后,私人方面人人都对这些年轻人表示了热情款待,因为他们在亚洲的战役中已结下交情;而元老院则更显庄重地欢迎了他们的到来。
καὶ γὰρ ξένια καὶ παροχὰς τὰς μεγίστας ἐξέθηκεν αὐτοῖς καὶ πρὸς τὴν ἔντευξιν καλῶς ἀπήντησεν.
因为元老院向他们提供了最丰盛的款待和补给,并在会面时予以了热情的接待。
οἱ δὲ περὶ τὸν Ἄτταλον εἰσελθόντες εἰς τὴν σύγκλητον τά τε προϋπάρχοντα φιλάνθρωπα διὰ πλειόνων λόγων ἀνενεώσαντο καὶ τοῦ Φαρνάκου κατηγορήσαντες παρεκάλουν ἐπιστροφήν τινα ποιήσασθαι, διʼ ἧς τεύξεται τῆς ἁρμοζούσης δίκης.5
阿塔罗斯及其随从进入元老院后,用诸多言辞重申了此前便存在的友好关系,并指控了法尔纳克斯,请求元老院予以某种干预,以使他受到应有的惩罚。
ἡ δὲ σύγκλητος διακούσασα φιλανθρώπως ἀπεκρίθη διότι πέμψει πρεσβευτὰς τοὺς κατὰ πάντα τρόπον λύσοντας τὸν πόλεμον. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν οὕτως εἶχεν.
元老院在亲切听取之后,答复说将派遣使节以一切方式平息战争。意大利方面的局势便是如此。
- 24.5.1ὅτι
在历史摘录(Excerpta)中置于句首以示叙事单元开始的引导连词,带有“据载……”的语气。
- 24.5.2παραγενομένου τἀδελφοῦ
属格独立结构。τἀδελφοῦ 是 τοῦ ἀδελφοῦ 的缩合(crasis)。表示主句主语 Eumenes 的弟弟(Attalus)的抵达。
- 24.5.3τοῖς τʼ ἰδίᾳ φίλοις καὶ ξένοις ὑπάρχουσιν αὐτῶν
现在分词与格 ὑπάρχουσιν(属于、存在)作名词性使用,与属格 αὐτῶν 连用,意为“他们自己私人的朋友和宾客”。
- 24.5.4ἐγένοντο περὶ τὴν ἐκδημίαν
动词 γίνομαι 与介词短语 περί τι 连用的习惯表达,意为“着手进行某事”、“致力于某事”。在此处指“他们着手准备出发”。
- 24.5.7διʼ ἧς τεύξεται τῆς ἁρμοζούσης δίκης
关系代词 ἧς(阴性单数属格)的先行词是阴性名词 ἐπιστροφήν。未来时动词 τεύξεται(τυγχάνω 的第三人称单数未来时)支配属格,因此其补足语 τῆς ἁρμοζούσης δίκης 也使用属格。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-10-09)
- 2026-10-09 与底本核对 — 原文 1 处
