← 波利比奥斯

历史

§24.6.1-24.6.7

普托勒密赠舰与阿卡亚选派使节

普托勒密国王提议向阿卡亚同盟赠送船队,阿卡亚人选派吕科尔塔斯、波利比乌斯和阿拉托斯为使节,但因国王骤逝,使团最终未能出发。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.6.1

ὅτι περὶ τοὺς αὐτοὺς καιροὺς Πτολεμαῖος ὁ βασιλεύς, βουλόμενος ἐμπλέκεσθαι1 τῷ τῶν Ἀχαιῶν ἔθνει, διεπέμψατο πρεσβευτήν, ἐπαγγελλόμενος δεκαναΐαν δώσειν ἐντελῆ πεντηκοντηρικῶν πλοίων.

[有记载说,]大约在同一时期,普托勒密国王因希望与阿卡亚人同盟建立联系,便派遣了使节,承诺将赠送一支由十艘五十桨船组成的、装备齐全的船队。

§24.6.2

οἱ δʼ Ἀχαιοὶ καὶ διὰ τὸ δοκεῖν τὴν δωρεὰν ἀξίαν εἶναι χάριτος ἀσμένως ἀπεδέξαντο τὴν ἐπαγγελίαν. [δοκεῖ γὰρ ἡ δαπάνη οὐ πολὺ λείπειν τῶν δέκα ταλάντων]. ταῦτα δὲ βουλευσάμενοι προεχειρίσαντο πρεσβευτὰς Λυκόρταν καὶ Πολύβιον καὶ σὺν τούτοις Ἄρατον, υἱὸν Ἀράτου τοῦ Σικυωνίου, τοὺς ἅμα μὲν εὐχαριστήσοντας2 τῷ βασιλεῖ περί τε τῶν ὅπλων ὧν πρότερον ἀπέστειλε καὶ τοῦ νομίσματος, ἅμα δὲ παραληψομένους τὰ πλοῖα καὶ πρόνοιαν ποιησομένους περὶ τῆς ἀποκομιδῆς αὐτῶν.

阿卡亚人因认为这份礼物值得感激,便欣然接受了这一提议。[因为该项花费似乎不下十个塔兰同。]在对此作出决议后,他们选派了吕科尔塔斯、波利比乌斯,以及西基翁的阿拉托斯之子阿拉托斯作为使节。他们一方面是为了就国王此前送来的武器和钱币向其表示感谢,另一方面是为了接收这些船只并负责其运送事宜。

§24.6.4

κατέστησαν δὲ τὸν μὲν Λυκόρταν διὰ τὸ κατὰ τὸν καιρόν, καθʼ ὃν ἐποιεῖτο τὴν ἀνανέωσιν τῆς συμμαχίας ὁ Πτολεμαῖος, στρατηγοῦντα τότε συνεργῆσαι φιλοτίμως αὐτῷ, τὸν δὲ Πολύβιον, νεώτερον ὄντα3 τῆς κατὰ τοὺς νόμους ἡλικίας, διὰ τὸ τήν τε συμμαχίαν αὐτοῦ τὸν πατέρα πρεσβεύσαντα πρὸς Πτολεμαῖον ἀνανεώσασθαι καὶ τὴν δωρεὰν τῶν ὅπλων καὶ τοῦ νομίσματος ἀγαγεῖν τοῖς Ἀχαιοῖς, παραπλησίως δὲ καὶ τὸν Ἄρατον διὰ τὰς προγονικὰς συστάσεις πρὸς τὴν βασιλείαν.

他们任命吕科尔塔斯,是因为在普托勒密更新同盟关系的时期,当时担任将军的他曾热心地予以协助;任命波利比乌斯——尽管他比法律规定的年龄要年轻——是因为他的父亲曾作为使节前往普托勒密处,更新了同盟关系,并为阿卡亚人带回了武器和钱币的赠礼;同样任命阿拉托斯,则是由于他与王室之间祖传的密切关系。

§24.6.7

οὐ μὴν συνέβη γε τὴν πρεσβείαν ταύτην ἐξελθεῖν διὰ τὸ μεταλλάξαι4 τὸν Πτολεμαῖον περὶ τοὺς καιροὺς τούτους. —

然而,由于普托勒密在此期间驾崩,这支使团最终未能出发。

语法注4 条
  1. 24.6.1ἐμπλέκεσθαι

    被动/中动不定式,带与格(τῷ τῶν Ἀχαιῶν ἔθνει),意为“与……建立紧密联系”或“与……产生瓜葛”。

  2. 24.6.3τοὺς ... εὐχαριστήσοντας

    冠词(或指示代词)τούς 后接将来时分词(εὐχαριστήσοντας, παραληψομένους, ποιησομένους),用以表示目的,译为“作为去(做某事)的人”。

  3. 24.6.5νεώτερον ὄντα

    修饰波利比乌斯的现在分词,与其后表示原因的从句(διὰ τὸ...)相对,含有让步语气(“尽管他当时较年轻”)。

  4. 24.6.7μεταλλάξαι

    动词 μεταλλάσσω 在此为省略了 τὸν βίον(生命、生活)的惯用表达,意为“去世”或“驾崩”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-10-09)
  • 2026-10-09 与底本核对 — 原文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:24.6.1-24.6.7