- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.66.1-2.66.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
安提柯见克利奥米尼防守严密,放弃了立即进攻,双方决定通过决战一决雌雄。安提柯根据地形部署了兵力,并为夜间潜伏在山脚下的部队约定了发起进攻的信号。
προχείρως ἀπέγνω,1 στρατοπεδεύσας δʼ ἐν βραχεῖ διαστήματι καὶ λαβὼν πρόβλημα τὸν Γοργύλον καλούμενον ποταμόν, τινὰς μὲν ἡμέρας ἐπιμένων συνεθεώρει τάς τε τῶν τόπων ἰδιότητας καὶ τὰς τῶν δυνάμεων διαφοράς, ἅμα δὲ καὶ προδεικνύων τινὰς ἐπιβολὰς πρὸς τὸ μέλλον ἐξεκαλεῖτο τὰς τῶν ὑπεναντίων ἐπινοίας.
安提柯放弃了轻率进攻的打算,在较短的距离外扎营,并以被称为戈尔吉洛斯的河流作为屏障。他在此停留了数日,观察着地形的特点以及两军力量的差异。同时,他通过预先展示一些未来的军事企图,来试探并引诱出敌人的意图。
οὐ δυνάμενος δὲ λαβεῖν οὐδὲν ἀργὸν οὐδʼ ἔξοπλον διὰ τὸ πρὸς πᾶν ἑτοίμως ἀντικινεῖσθαι τὸν Κλεομένη,2 τῆς μὲν τοιαύτης ἐπινοίας ἀπέστη, τέλος δʼ ἐξ ὁμολόγου διὰ μάχης ἀμφότεροι προέθεντο κρίνειν τὰς πράξεις· πάνυ γὰρ εὐφυεῖς καὶ παραπλησίους ἡγεμόνας ἡ τύχη συνέβαλε τούτους τοὺς ἄνδρας.
但由于克利奥米尼对一切变动都做好了迅速应对的准备,安提柯无法找到任何疏忽或不设防之处,于是他放弃了这种企图,最终双方一致决定通过战斗公开决出胜负。因为命运让这两位极具天赋且旗鼓相当的统帅相遇了。
πρὸς μὲν οὖν τοὺς κατὰ τὸν Εὔαν ὁ βασιλεὺς ἀντέταξε τῶν τε Μακεδόνων τοὺς χαλκάσπιδας καὶ τοὺς Ἰλλυριούς, κατὰ σπείρας ἐναλλὰξ τεταγμένους,3 Ἀλέξανδρον τὸν Ἀκμήτου καὶ Δημήτριον τὸν Φάριον ἐπιστήσας.
针对那些在埃瓦斯山上的敌军,国王部署了马其顿人的铜盾兵和伊利里亚人,按中队交替配置,并任命阿克墨托斯之子亚历山大和法罗斯的德米特里为指挥官。
ἐπὶ δὲ τούτοις τοὺς Ἀκαρνᾶνας καὶ Ἠπειρώτας ἐπέβαλε· τούτων δὲ κατόπιν ἦσαν δισχίλιοι τῶν Ἀχαιῶν, ἐφεδρείας λαμβάνοντες τάξιν.
在这些军队后面,他部署了阿卡纳尼亚人和伊庇鲁斯人;在他们后方则是两千名阿开亚人,担任预备队的职责。
τοὺς δʼ ἱππεῖς περὶ τὸν Οἰνοῦντα ποταμὸν ἀντέθηκε τῷ τῶν πολεμίων ἱππικῷ, συστήσας αὐτοῖς Ἀλέξανδρον ἡγεμόνα καὶ συμπαραθεὶς πεζοὺς τῶν Ἀχαϊκῶν χιλίους καὶ Μεγαλοπολίτας τοὺς ἴσους.
至于骑兵,他在伊努斯河附近将其部署在敌军骑兵的对面,任命亚历山大为他们的指挥官,并配以一千名阿开亚步兵和等量的梅加洛波利斯人。
αὐτὸς δὲ τοὺς μισθοφόρους ἔχων καὶ τοὺς Μακεδόνας κατὰ τὸν Ὄλυμπον πρὸς τοὺς περὶ τὸν Κλεομένη διέγνω ποιεῖσθαι τὴν μάχην.
他自己则率领雇佣军和马其顿人在奥林匹斯山上,决定与克利奥米尼麾下的军队进行决战。
προτάξας οὖν τοὺς μισθοφόρους ἐπέστησε διφαλαγγίαν ἐπάλληλον4 τῶν Μακεδόνων· ἐποίει δὲ τοῦτο διὰ τὴν στενότητα τῶν τόπων.
因此,他将雇佣兵部署在最前线,在其后安排了马其顿人重叠的双重方阵;他这样做是因为地形狭窄。
σύνθημα δʼ ἦν τοῖς μὲν Ἰλλυριοῖς τότε ποιεῖσθαι τὴν ἀρχὴν τῆς πρὸς τὸν λόφον προσβολῆς, ὅταν ἴδωσιν ἀρθεῖσαν ἀπὸ τῶν κατὰ τὸν Ὄλυμπον τόπων σινδόνα — προσηρτημένοι γὰρ ἦσαν5 οὗτοι νυκτὸς ἐν τῷ Γοργύλῳ ποταμῷ πρὸς αὐτῇ τῇ τοῦ λόφου ῥίζῃ —
当时给伊利里亚人的信号是,一旦看到在奥林匹斯山一带升起一块白亚麻布,就对山丘发起进攻——因为他们已在夜间潜伏在戈尔吉洛斯河中,紧贴着山脚。
τοῖς δὲ Μεγαλοπολίταις καὶ τοῖς ἱππεῦσι παραπλησίως, ἐπειδὰν φοινικὶς ἐξαρθῇ παρὰ τοῦ βασιλέως.
而对于梅加洛波利斯人和骑兵,其信号也类似,即当国王升起一面红旗时。
- 2.66.1ἀπέγνω
该动词以前一章(§2.65.13)末尾的不定式短语 τὸ μὲν ἐξ ἐφόδου καταπειράζειν καὶ συμπλέκεσθαι(立即尝试并交战)作为其宾语,意为“放弃了……的打算”。
- 2.66.3διὰ τὸ πρὸς πᾶν ἑτοίμως ἀντικινεῖσθαι τὸν Κλεομένη
由介词 διά 引导的冠词不定式结构。不定式动词 ἀντικινεῖσθαι 的逻辑主语是宾格的 τὸν Κλεομένη。
- 2.66.5κατὰ σπείρας ἐναλλὰξ τεταγμένους
名词 σπεῖρα 是对应拉丁语 cohors(步兵大队)的希腊语军事术语。副词 ἐναλλάξ(交替地)表明马其顿铜盾兵和伊利里亚兵的各个中队是交错混编配置的。
- 2.66.9διφαλαγγίαν ἐπάλληλον
意为“前后重叠的双重方阵”。由于作战通道狭窄,无法展开通常的横长阵形,因而采取了具有纵深、前后重叠配置的战术。
- 2.66.10προσηρτημένοι γὰρ ἦσαν
由动词 προσαρτάω 的完成时被动分词与 ἦσαν 构成的迂回式过去完成时,意为“紧贴着”、“潜伏着”,用来描述他们在夜间紧贴着山脚暗中待命的隐蔽状态。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
