- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.65.1-2.65.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
安提柯率领马其顿与阿开亚联军入侵拉科尼亚,克利奥米尼则在塞拉西亚修筑战壕并扼守两座山丘,建立起坚固的防御阵线。
τοῦ δὲ θέρους ἐνισταμένου, καὶ συνελθόντων τῶν Μακεδόνων καὶ τῶν Ἀχαιῶν ἐκ τῆς χειμασίας, ἀναλαβὼν τὴν στρατιὰν Ἀντίγονος προῆγε μετὰ τῶν συμμάχων εἰς τὴν Λακωνικήν, ἔχων Μακεδόνας μὲν τοὺς εἰς τὴν φάλαγγα μυρίους, πελταστὰς δὲ τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους, Ἀγριᾶνας δὲ σὺν τούτοις χιλίους καὶ Γαλάτας ἄλλους τοσούτους, μισθοφόρους δὲ τοὺς πάντας πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους, Ἀχαιῶν δʼ ἐπιλέκτους πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους, καὶ Μεγαλοπολίτας χιλίους εἰς τὸν Μακεδονικὸν τρόπον καθωπλισμένους, ὧν ἡγεῖτο Κερκιδᾶς Μεγαλοπολίτης, τῶν δὲ συμμάχων Βοιωτῶν μὲν πεζοὺς δισχιλίους, ἱππεῖς δὲ διακοσίους, Ἠπειρωτῶν πεζοὺς χιλίους, ἱππεῖς πεντήκοντα, Ἀκαρνάνων ἄλλους τοσούτους,1 Ἰλλυριῶν χιλίους ἑξακοσίους, ἐφʼ ὧν ἦν Δημήτριος ὁ Φάριος, ὥστʼ εἶναι2 πᾶσαν τὴν δύναμιν πεζοὺς μὲν εἰς δισμυρίους ὀκτακισχιλίους, ἱππεῖς δὲ χιλίους καὶ διακοσίους.
随着夏季的到来,马其顿人和阿开亚人从冬营中集结起来,安提柯率领军队与盟友一同向拉科尼亚推进,他麾下有用于方阵的马其顿兵一万人、轻盾兵三千人、骑兵三百人,此外还有阿格里安兵一千人和同等数量的高卢人,以及总计三千名步兵和三百名骑兵的雇佣军,还有阿开亚人的精选步兵三千人和骑兵三百人,以及一千名装备马其顿式武器的梅加洛波利斯人(由梅加洛波利斯人凯尔基达斯率领),盟友中则有波奥蒂亚人步兵二千人和骑兵二百人,伊庇鲁斯人步兵一千人和骑兵五十人,同等数量的阿卡纳尼亚人,以及由法罗斯的德米特里指挥的一千六百名伊利里亚人。因此,总兵力约为二万八千名步兵和一千二百名骑兵。
ὁ δὲ Κλεομένης προσδοκῶν τὴν ἔφοδον τὰς μὲν ἄλλας τὰς εἰς τὴν χώραν εἰσβολὰς ἠσφαλίσατο φυλακαῖς καὶ τάφροις καὶ δένδρων ἐκκοπαῖς, αὐτὸς δὲ κατὰ τὴν Σελλασίαν καλουμένην μετὰ τῆς δυνάμεως ἐστρατοπέδευε, τῆς πάσης ὑπαρχούσης αὐτῷ στρατιᾶς εἰς δύο μυριάδας, στοχαζόμενος ἐκ τῶν κατὰ λόγον ταύτῃ ποιήσασθαι τοὺς ὑπεναντίους τὴν εἰσβολήν· ὃ καὶ συνεκύρησε.
克利奥米尼预料到这次入侵,便用守备队、战壕和伐木封锁了进入领土的其他通道,他自己则率领全部军队在被称为塞拉西亚的地方扎营,其总兵力达两万人,因为根据合理推论,他预料敌人会从这条路线入侵;事实也确实如此。
δύο δὲ λόφων ἐπʼ αὐτῆς τῆς εἰσόδου κειμένων, ὧν τὸν μὲν Εὔαν, τὸν δʼ ἕτερον Ὄλυμπον καλεῖσθαι συμβαίνει, τῆς δʼ ὁδοῦ μεταξὺ τούτων παρὰ τὸν Οἰνοῦντα ποταμὸν φερούσης εἰς τὴν Σπάρτην, ὁ μὲν Κλεομένης τῶν προειρημένων λόφων συνάμφω τάφρον καὶ χάρακα προβαλόμενος ἐπὶ μὲν τὸν Εὔαν ἔταξε τοὺς περιοίκους καὶ συμμάχους, ἐφʼ ὧν ἐπέστησε τὸν ἀδελφὸν Εὐκλείδαν, αὐτὸς δὲ τὸν Ὄλυμπον κατεῖχε μετὰ Λακεδαιμονίων καὶ τῶν μισθοφόρων.
就在入口处坐落着两座山丘,其中一座恰被称为埃瓦斯,另一座被称为奥林匹斯。在两山之间,通往斯巴达的道路沿着伊努斯河延伸。克利奥米尼在上述两座山丘前筑起战壕和栅栏,在埃瓦斯山上部署了周边居民(边民)和盟友,并任命其弟欧克里达斯指挥他们,而他自己则率领拉刻代蒙人和雇佣兵占领了奥林匹斯山。
ἐν δὲ τοῖς ἐπιπέδοις παρὰ τὸν ποταμὸν ἐφʼ ἑκάτερα τῆς ὁδοῦ τοὺς ἱππεῖς μετὰ μέρους τινὸς τῶν μισθοφόρων παρενέβαλεν.
在沿河道路两侧的平地上,他部署了骑兵和一部分雇佣兵。
Ἀντίγονος δὲ παραγενόμενος καὶ συνθεωρήσας τήν τε τῶν τόπων ὀχυρότητα καὶ τὸν Κλεομένη πᾶσι τοῖς οἰκείοις μέρεσι τῆς δυνάμεως οὕτως εὐστόχως προκατειληφότα τὰς εὐκαιρίας ὥστε παραπλήσιον εἶναι3 τὸ σύμπαν σχῆμα τῆς στρατοπεδείας τῆς τῶν ἀγαθῶν ὁπλομάχων προβολῆς·
安提柯到达后,审视了地形的险要,并看到克利奥米尼如何极其巧妙地用其军队的各个部分预先占领了有利位置,以至于其整个营地部署的形态,就像是优秀剑术家防守时的架势。
οὐδὲν γὰρ ἀπέλειπε τῶν πρὸς ἐπίθεσιν ἅμα καὶ φυλακήν, ἀλλʼ ἦν ὁμοῦ παράταξις ἐνεργὸς καὶ παρεμβολὴ δυσπρόσοδος·
因为无论是进攻还是防守所需的准备都毫无缺失,这既是一套实战的阵势,同时也是一座难以接近的坚固军营。
διὸ καὶ τὸ μὲν ἐξ ἐφόδου καταπειράζειν καὶ συμπλέκεσθαι4
因此,立刻发起进攻并展开交战……
- 2.65.4ἄλλους τοσούτους
指示代词用法,表示与前文刚刚提及的伊庇鲁斯人数量(步兵1,000人,骑兵50人)相同。
- 2.65.5ὥστʼ εἶναι
结果连词 ὥστε 后接不定式 εἶναι 的结构,用以得出前文详细列举的各部队兵力总和。
- 2.65.11ὥστε παραπλήσιον εἶναι
由表示结果的连词 ὥστε 引导的不定式从句,其中宾格的 τὸ σύμπαν σχῆμα 作不定式的意义主语,παραπλήσιον 为其谓语补足语。
- 2.65.13τὸ μὲν ἐξ ἐφόδου καταπειράζειν καὶ συμπλέκεσθαι
带中性单数宾格冠词 τὸ 的并列不定式短语。由于该分段在此处截断,因而缺少主动词,但在语法上它将作为下一分段中及物动词的直接宾语。
