- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.67.1-2.67.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
当发起进攻的伊利里亚部队因敌方轻装步兵的尾随袭击而陷入险境时,年轻的菲洛皮门果断带领同胞市民发起冲锋,迫使敌人撤退。这为最终击败尤克里达斯奠定了基础。
ἐπειδὴ δʼ ὁ μὲν καιρὸς ἧκε τῆς χρείας, τὸ δὲ σύνθημα τοῖς Ἰλλυριοῖς ἀπεδόθη, παρήγγειλαν δὲ ποιεῖν τὸ δέον οἷς ἦν ἐπιμελές, πάντες εὐθέως ἀναδείξαντες αὑτοὺς κατήρχοντο τῆς πρὸς τὸν βουνὸν προσβολῆς.
当行动的时机到来、给伊利里亚人的信号发出,且负责的军官们下令履行职责时,所有人立刻现身,开始向山丘发起进攻。
οἱ δὲ μετὰ τῶν Κλεομένους ἱππέων ἐξ ἀρχῆς ταχθέντες εὔζωνοι,1 θεωροῦντες τὰς σπείρας τῶν Ἀχαιῶν ἐρήμους ἐκ τῶν κατόπιν οὔσας, κατʼ οὐρὰν προσπίπτοντες εἰς ὁλοσχερῆ κίνδυνον ἦγον τοὺς πρὸς τὸν λόφον βιαζομένους, ὡς ἂν2 τῶν μὲν περὶ τὸν Εὐκλείδαν ἐξ ὑπερδεξίου κατὰ πρόσωπον αὐτοῖς ἐφεστώτων, τῶν δὲ μισθοφόρων κατόπιν ἐπικειμένων καὶ προσφερόντων τὰς χεῖρας ἐρρωμένως. ἐν ᾧ καιρῷ συννοήσας τὸ γινόμενον, ἅμα δὲ προορώμενος τὸ μέλλον Φιλοποίμην ὁ Μεγαλοπολίτης τὸ μὲν πρῶτον ὑποδεικνύειν ἐπεβάλλετο τοῖς προεστῶσι τὸ συμβησόμενον·
另一方面,起初与克利奥米尼的骑兵部署在一起的轻装步兵,看到阿开亚人的部队后方空虚无备,便从背后发起袭击,使那些正极力向山丘进攻的人陷入了极大的危险之中。因为此时尤克里达斯麾下的士兵在上方正面迎击他们,而雇佣兵则在后方紧逼并猛烈发起攻击。在此关键时刻,洞察到了正在发生的事情,同时也预见到了随后的后果,梅加洛波利斯的菲洛皮门最初试图向指挥官们指出将要发生的事情。
οὐδενὸς δὲ προσέχοντος αὐτῷ διὰ τὸ μήτʼ ἐφʼ ἡγεμονίας τετάχθαι μηδεπώποτε κομιδῇ τε νέον ὑπάρχειν αὐτόν,3 παρακαλέσας τοὺς ἑαυτοῦ πολίτας ἐνέβαλε τοῖς πολεμίοις τολμηρῶς.
但由于他从未担任过任何指挥职务,而且还非常年轻,所以没有人理会他,于是他鼓舞自己的同胞市民,勇敢地向敌军发起冲锋。
οὗ γενομένου ταχέως οἱ προσκείμενοι μισθοφόροι κατʼ οὐρὰν τοῖς προσβαίνουσιν, ἀκούσαντες τῆς κραυγῆς καὶ συνιδόντες τὴν τῶν ἱππέων συμπλοκήν, ἀφέμενοι τῶν προκειμένων ἀνέτρεχον εἰς τὰς ἐξ ἀρχῆς τάξεις καὶ προσεβοήθουν τοῖς παρʼ αὑτῶν ἱππεῦσι.
此事发生后,那些原本紧逼在进攻队伍后方的雇佣兵,听到呼喊声并看到骑兵之间的交战,立刻放弃了眼前的目标,跑回原先的阵地,去支援自军的骑兵。
τούτου δὲ συμβάντος ἀπερίσπαστον γενόμενον τό τε τῶν Ἰλλυριῶν καὶ Μακεδόνων καὶ τῶν ἅμα τούτοις προσβαινόντων πλῆθος ἐκθύμως ὥρμησε καὶ τεθαρρηκότως ἐπὶ τοὺς ὑπεναντίους.
随着这件事的发生,免受腹背受敌之忧的伊利里亚人、马其顿人以及与他们一同登攀的大军,便满怀热忱与信心地向敌人冲去。
ἐξ οὗ καὶ μετὰ ταῦτα φανερὸν ἐγενήθη διότι τοῦ κατὰ τὸν Εὐκλείδαν προτερήματος αἴτιος ἐγίνετο Φιλοποίμην.
由此,后来也变得显而易见,菲洛皮门正是取得对尤克里达斯胜利的主要功臣。
- 2.67.2οἱ δὲ μετὰ τῶν Κλεομένους ἱππέων ἐξ ἀρχῆς ταχθέντες εὔζωνοι
主语由冠词 οἱ 和形容词 εὔζωνοι(轻装兵)组成,中间插入了介词短语 μετὰ τῶν... 和分词 ταχθέντες,使得冠词与其修饰的核心词发生了大幅的分离(倒装/远隔结构)。
- 2.67.3ὡς ἂν
引导接下来的两个属格独立结构(τῶν μὲν... ἐφεστώτων 和 τῶν δὲ... ἐπικειμένων),用以说明主句事件(伊利里亚人陷入危险)发生的原因或当时的客观背景状况。
- 2.67.5διὰ τὸ μήτʼ ἐφʼ ἡγεμονίας τετάχθαι μηδεπώποτε κομιδῇ τε νέον ὑπάρχειν αὐτόν
由介词 διὰ 引导的带冠词不定式结构(τὸ... τετάχθαι 和 τὸ... ὑπάρχειν)。代词宾格 αὐτόν(指代菲洛皮门)置于句末,作为这两个不定式共同的逻辑主语。
