- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.20.1-2.20.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-12
波伊人与伊特鲁里亚人的联军在瓦迪蒙湖之战中被罗马人彻底击败,次年再度尝试亦告失败,被迫求和。接连的胜利磨练了罗马人,使其能够心无旁骛地应对日后与皮洛斯及迦太基人的大战。
οἱ δὲ Βοῖοι θεωροῦντες ἐκπεπτωκότας τοὺς Σήνωνας,1 καὶ δείσαντες περὶ σφῶν καὶ τῆς χώρας μὴ πάθωσι τὸ παραπλήσιον ἐξεστράτευσαν πανδημεὶ παρακαλέσαντες Τυρρηνούς.
而波伊人看到塞诺内斯人已被驱逐,并为他们自己和他们的土地感到担忧,害怕会遭受类似的命运,于是召集伊特鲁里亚人,倾巢出动。
ἁθροισθέντες δὲ περὶ τὴν Ὀάδμονα προσαγορευομένην λίμνην παρετάξαντο Ῥωμαίοις.
他们在被称为瓦迪蒙的湖泊周围集结,并与罗马人对阵。
ἐν δὲ τῇ μάχῃ ταύτῃ Τυρρηνῶν μὲν οἱ πλεῖστοι κατεκόπησαν, τῶν δὲ Βοίων τελέως ὀλίγοι διέφυγον.
在这场战斗中,伊特鲁里亚人大多被斩杀,而波伊人中只有极少数人逃脱。
οὐ μὴν ἀλλὰ τῷ κατὰ πόδας ἐνιαυτῷ2 συμφρονήσαντες αὖθις οἱ προειρημένοι καὶ τοὺς ἄρτι τῶν νέων ἡβῶντας καθοπλίσαντες παρετάξαντο πρὸς Ῥωμαίους.
然而,在次年,上述人等再次联合起来,并武装了他们当中刚刚成年的青年,与罗马人对阵。
ἡττηθέντες δʼ ὁλοσχερῶς τῇ μάχῃ μόλις εἶξαν ταῖς ψυχαῖς3 καὶ διαπρεσβευσάμενοι περὶ σπονδῶν καὶ διαλύσεων συνθήκας ἔθεντο πρὸς Ῥωμαίους.
在战斗中遭到彻底击败后,他们终于屈服,并派使节交涉停战与和解,与罗马人缔结了条约。
ταῦτα δὲ συνέβαινεν γίνεσθαι τῷ τρίτῳ πρότερον ἔτει τῆς Πύρρου διαβάσεως εἰς τὴν Ἰταλίαν, πέμπτῳ δὲ τῆς Γαλατῶν περὶ Δελφοὺς διαφθορᾶς.
这些事情发生在皮洛斯渡海前往意大利前的第三年,以及加拉太人在德尔斐周围毁灭前的第五年。
ἐν γὰρ τούτοις ἡ τύχη τοῖς καιροῖς ὡσανεὶ λοιμικήν τινα πολέμου διάθεσιν ἐπέστησε πᾶσι Γαλάταις.
因为在这些时期,命运似乎给所有加拉太人带来了一种如瘟疫般狂热的战争状态。
ἐκ δὲ τῶν προειρημένων ἀγώνων δύο τὰ κάλλιστα συνεκύρησε Ῥωμαίοις· τοῦ γὰρ κατακόπτεσθαι συνήθειαν ἐσχηκότες4 ὑπὸ Γαλατῶν οὐδὲν ἠδύναντο δεινότερον ἰδεῖν οὐδὲ προσδοκῆσαι τῶν αὐτοῖς ἤδη πεπραγμένων·
从上述斗争中,罗马人同时获得了两个极好的结果:因为他们已经习惯了被加拉太人斩杀,所以他们无法看到或预料到比他们已经经历过的更可怕的事情。
ἐξ ὧν πρός τε Πύρρον ἀθληταὶ τέλειοι γεγονότες τῶν κατὰ πόλεμον ἔργων συγκατέστησαν, τήν τε Γαλατῶν τόλμαν ἐν καιρῷ καταπληξάμενοι λοιπὸν ἀπερισπάστως τὸ μὲν πρῶτον πρὸς Πύρρον περὶ τῆς Ἰταλίας ἐπολέμουν, μετὰ δὲ ταῦτα πρὸς Καρχηδονίους ὑπὲρ τῆς Σικελιωτῶν ἀρχῆς διηγωνίζοντο.
因此,他们成为了战争事务中完美的斗士,并与皮洛斯抗衡,并且他们及时震慑了加拉太人的蛮勇,此后便心无旁骛地,起初与皮洛斯争夺意大利,此后与迦太基人争夺西西里的统治权。
- 2.20.1ἐκπεπτωκότας τοὺς Σήνωνας
完成主动分词 ἐκπεπτωκότας(源自 ἐκπίπτω,“被驱逐”)作为谓语性分词,在感官动词 θεωροῦντες 后修饰宾格名词 τοὺς Σήνωνας,表示观察到的客观事实,即“塞诺内斯人已被驱逐”。
- 2.20.4τῷ κατὰ πόδας ἐνιαυτῷ
介词短语 κατὰ πόδας(“紧跟在后”、“立即”)置于冠词 τῷ 与名词 ἐνιαυτῷ(表示时间的与格,“年份”)之间,起定语作用,意为“在紧接其后的年份”或“次年”。
- 2.20.5εἶξαν ταῖς ψυχαῖς
与格复数 ταῖς ψυχαῖς 在不及物动词 εἶξαν(εἴκω 的第三人称复数不定过去时,“屈服”)中充当关系或方面与格。字面意思是“他们在精神上屈服了”,表示他们丧失斗志并投降。
- 2.20.8τοῦ γὰρ κατακόπτεσθαι συνήθειαν ἐσχηκότες
属格冠词性被动不定式 τοῦ κατακόπτεσθαι(“被斩杀”)作为宾格性属格修饰名词 συνήθειαν(“习惯”、“熟谙”)。与分词 ἐσχηκότες 连用,表示“由于已经习惯了被斩杀”。
