- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.19.1-2.19.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-12
本节叙述了凯尔特人的内耗、他们与萨姆奈特人联合对抗罗马的战役,以及罗马对塞诺内斯人的最终胜利和在此建立的首个殖民城市塞内。
ήσαντο1 καὶ συνθήκας. ἐν αἷς ἔτη τριάκοντα μείναντες ἐμπεδῶς, αὖθις γενομένου κινήματος ἐκ τῶν Τρανσαλπίνων, δείσαντες μὴ πόλεμος αὐτοῖς ἐγερθῇ βαρύς,2 ἀπὸ μὲν αὑτῶν ἔτρεψαν τὰς ὁρμὰς τῶν ἐξανισταμένων, δωροφοροῦντες καὶ προτιθέμενοι τὴν συγγένειαν, ἐπὶ δὲ Ῥωμαίους παρώξυναν καὶ μετέσχον αὐτοῖς τῆς στρατείας.
……并缔结了条约。他们在这条约中坚定地保持了三十年,但当阿尔卑斯山以外的人再次发起运动时,他们害怕会给自己引来一场沉重的战争,于是通过赠送礼物并抬出亲属关系,将那些起事者的攻击矛头从自己身上引开,煽动他们去进攻罗马人,并参与了他们的远征。
ἐν ᾗ τὴν ἔφοδον ποιησάμενοι διὰ Τυρρηνίας, ὁμοῦ συστρατευσαμένων σφίσι Τυρρηνῶν, καὶ περιβαλόμενοι λείας πλῆθος ἐκ μὲν τῆς Ῥωμαίων ἐπαρχίας ἀσφαλῶς ἐπανῆλθον.
在这次远征中,他们穿过伊特鲁里亚发起入侵,当时伊特鲁里亚人也与他们一同出征,在夺取了大量的战利品后,他们安全地从罗马人的领土返回。
εἰς δὲ τὴν οἰκείαν ἀφικόμενοι καὶ στασιάσαντες περὶ τὴν τῶν εἰλημμένων πλεονεξίαν τῆς τε λείας καὶ τῆς αὑτῶν δυνάμεως3 τὸ πλεῖστον μέρος διέφθειραν.
然而,回到本国后,他们因争夺所获战利品的分配而发生内讧,结果将大部分战利品和他们自己的军队都毁灭了。
τοῦτο δὲ σύνηθές ἐστι Γαλάταις πράττειν, ἐπειδὰν σφετερίσωνταί τι τῶν πέλας, καὶ μάλιστα διὰ τὰς ἀλόγους οἰνοφλυγίας καὶ πλησμονάς.
这是加拉太人常有的行为,每当他们侵占了邻人的财物时,尤其是由于他们那无节制的酗酒和暴食。
μετὰ δὲ ταῦτα πάλιν ἔτει τετάρτῳ συμφρονήσαντες ἅμα Σαυνῖται καὶ Γαλάται παρετάξαντο Ῥωμαίοις ἐν τῇ Καμερτίων χώρᾳ καὶ πολλοὺς αὐτῶν ἐν τῷ κινδύνῳ διέφθειραν.
此后,在第四年,萨姆奈特人与加拉太人再次联合,在卡梅尔特人的土地上与罗马人对阵,并在战斗的危险中消灭了许多罗马人。
ἐν ᾧ καιρῷ προσφιλονικήσαντες4 πρὸς τὸ γεγονὸς ἐλάττωμʼ αὐτοῖς Ῥωμαῖοι μετʼ ὀλίγας ἡμέρας ἐξῆλθον καὶ συμβαλόντες πᾶσι τοῖς στρατοπέδοις ἐν τῇ τῶν Σεντινατῶν χώρᾳ πρὸς τοὺς προειρημένους τοὺς μὲν πλείστους ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ἠνάγκασαν προτροπάδην ἑκάστους εἰς τὴν οἰκείαν φυγεῖν.
此时,罗马人因所遭受的战败而激发起争胜之心,数日后便出兵,在森蒂努姆人的土地上以全军与上述敌人交战,消灭了他们的大多数,并强迫其余的人各自狼狈逃回本国。
διαγενομένων δὲ πάλιν ἐτῶν δέκα παρεγένοντο Γαλάται μετὰ μεγάλης στρατιᾶς, πολιορκήσοντες τὴν Ἀρρητίνων πόλιν.
又过了十年,加拉太人率大军前来,企图围攻阿雷提乌姆人的城市。
Ῥωμαῖοι δὲ παραβοηθήσαντες καὶ συμβαλόντες πρὸ τῆς πόλεως ἡττήθησαν. ἐν δὲ τῇ μάχῃ ταύτῃ Λευκίου τοῦ στρατηγοῦ τελευτήσαντος Μάνιον ἐπικατέστησαν τὸν Κόριον.
罗马人前来增援并在城前交战,但被击败。在这场战斗中,将领卢基乌斯阵亡,于是他们任用马尼乌斯·库里乌斯接替其职位。
οὗ πρεσβευτὰς ἐκπέμψαντος εἰς Γαλατίαν ὑπὲρ τῶν αἰχμαλώτων, παρασπονδήσαντες ἐπανείλοντο τοὺς πρέσβεις.
后者派遣使节去加拉太交涉赎回俘虏之事,对方却背信弃义,杀害了使节。
τῶν δὲ Ῥωμαίων ὑπὸ τὸν θυμὸν ἐκ χειρὸς5 ἐπιστρατευσαμένων, ἀπαντήσαντες συνέβαλλον οἱ Σήνωνες καλούμενοι Γαλάται.
罗马人在愤怒之下立即出兵,被称为塞诺内斯的加拉太人迎击并与他们交战。
Ῥωμαῖοι δʼ ἐκ παρατάξεως κρατήσαντες αὐτῶν τοὺς μὲν πλείστους ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ἐξέβαλον, τῆς δὲ χώρας ἐγένοντο πάσης ἐγκρατεῖς.
罗马人在会战中击败了他们,杀死了他们的大多数,驱逐了其余的人,并控制了他们的全部领土。
εἰς ἣν καὶ πρώτην τῆς Γαλατίας ἀποικίαν ἔστειλαν τὴν Σήνην προσαγορευομένην πόλιν, ὁμώνυμον οὖσαν τοῖς πρότερον αὐτὴν κατοικοῦσι Γαλάταις, ὑπὲρ ἧς ἀρτίως διεσαφήσαμεν, φάσκοντες αὐτὴν παρὰ τὸν Ἀδρίαν ἐπὶ τῷ πέρατι κεῖσθαι τῶν περὶ τὸν Πάδον πεδίων.
他们还向这片土地派遣了在加拉太的第一批殖民,即被称为塞内的城市,该城与先前居住于此的加拉太人同名,关于此城,我们刚才已作了解释,说明它位于亚得里亚海畔,处于帕杜斯河周围平原的边缘。
- 2.19.1ήσαντο
与前一分块末尾的“ειρήνην εποι”相接。它原本是动词 ἐποιήσαντο(ποιέω的第三人称复数不定过去时中动态)的后半部分,反映了文本的分裂或残缺。
- 2.19.1μὴ πόλεμος αὐτοῖς ἐγερθῇ βαρύς
由分词 δείσαντες 引导的表示恐惧和担忧的从句,意为“生怕……”。该从句使用虚拟语气 ἐγερθῇ(ἐγείρω 的第三人称单数不定过去时被动虚拟式)。
- 2.19.3τῆς τε λείας καὶ τῆς αὑτῶν δυνάμεως
属格短语,用作部分属格,修饰其后的名词短语 τὸ πλεῖστον μέρος(大部分)。
- 2.19.6προσφιλονικήσαντες
不定过去时主动分词,带前置词短语 πρὸς τὸ γεγονὸς ἐλάττωμʼ αὐτοῖς(针对发生在他们身上的败战),表示罗马人急于雪耻、激发斗志的状态。
- 2.19.10ἐκ χειρός
字面意思是“从手中”,但在这里是一个成语,意为“立即”、“马上”或“当场”,表示罗马人在听到使节被杀的消息后毫不耽搁、迅速出兵。
