- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.21.1-2.21.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-12
加拉太的新一代试图打破与罗马的和平,并引发了涉及阿尔卑斯山外加拉太人的内讧。随后,罗马人根据盖乌斯·弗拉米尼乌斯提出的法案将征服的塞诺内斯人土地分配给平民,这引发了波伊人等加拉太人的极大恐慌与敌意。
Γαλάται δʼ ἐκ τῶν προειρημένων ἐλαττωμάτων ἔτη μὲν πέντε καὶ τετταράκοντα τὴν ἡσυχίαν ἔσχον, εἰρήνην ἄγοντες πρὸς Ῥωμαίους.
加拉太人因上述失败,保持了四十五年的平静,与罗马人维持着和平。
ἐπεὶ δʼ οἱ μὲν αὐτόπται γεγονότες τῶν δεινῶν ἐκ τοῦ ζῆν ἐξεχώρησαν διὰ τὸν χρόνον, ἐπεγένοντο δὲ νέοι, θυμοῦ μὲν ἀλογίστου πλήρεις, ἄπειροι δὲ καὶ ἀόρατοι παντὸς κακοῦ καὶ πάσης περιστάσεως, αὖθις ἤρξαντο τὰ καθεστῶτα κινεῖν, ὃ φύσιν ἔχει γίνεσθαι1 καὶ τραχύνεσθαι μὲν ἐκ τῶν τυχόντων πρὸς Ῥωμαίους, ἐπισπᾶσθαι δὲ τοὺς ἐκ τῶν Ἄλπεων Γαλάτας.
然而,随着那些亲眼目睹过惨状的人因时间的推移而离世,年轻一代成长起来,他们充满了无理性的愤怒,既没有经历过、也没有亲眼见过任何灾难和逆境,他们再次开始图谋改变现状,这是自然会发生的,他们因任何偶然的借口而对罗马人态度变得强硬,并把阿尔卑斯山外的加拉太人吸引过来。
τὸ μὲν οὖν πρῶτον χωρὶς τοῦ πλήθους διʼ αὐτῶν τῶν ἡγουμένων ἐν ἀπορρήτοις ἐπράττετο τὰ προειρημένα.
起初,这些前述的计划是在背着大众的情况下,由领导者们自己在秘密中进行的。
διὸ καὶ παραγενομένων τῶν Τρανσαλπίνων ἕως Ἀριμίνου μετὰ δυνάμεως, διαπιστήσαντα τὰ πλήθη τῶν Βοίων καὶ στασιάσαντα πρός τε τοὺς ἑαυτῶν προεστῶτας καὶ πρὸς τοὺς παραγεγονότας ἀνεῖλον μὲν τοὺς ἰδίους βασιλεῖς Ἄτιν καὶ Γάλατον, κατέκοψαν δʼ ἀλλήλους, συμβαλόντες ἐκ παρατάξεων.
因此,当阿尔卑斯山外的加拉太人率军抵达阿里米努姆时,波伊人的大众产生怀疑,并对他们自己的领袖及来临的人发起叛乱,杀死了他们自己的国王阿蒂斯和加拉托斯,并且列阵交战,互相残杀。
ὅτε δὴ καὶ Ῥωμαῖοι κατάφοβοι γενόμενοι τὴν ἔφοδον ἐξῆλθον μετὰ στρατοπέδου· συνέντες δὲ τὴν αὐθαίρετον καταφθορὰν τῶν Γαλατῶν αὖθις ἀνεχώρησαν εἰς τὴν οἰκείαν.
此时罗马人也因惧怕其入侵而率军出动;但在得知加拉太人自相残杀毁灭之后,便又返回了本国。
μετὰ δὲ τοῦτον τὸν φόβον ἔτει πέμπτῳ, Μάρκου Λεπέδου στρατηγοῦντος,2 κατεκληρούχησαν ἐν Γαλατίᾳ Ῥωμαῖοι τὴν Πικεντίνην προσαγορευομένην χώραν, ἐξ ἧς νικήσαντες ἐξέβαλον τοὺς Σήνωνας προσαγορευομένους Γαλάτας, Γαΐου Φλαμινίου ταύτην τὴν δημαγωγίαν εἰσηγησαμένου καὶ πολιτείαν, ἣν δὴ καὶ Ῥωμαίοις ὡς ἔπος εἰπεῖν φατέον ἀρχηγὸν μὲν γενέσθαι3 τῆς ἐπὶ τὸ χεῖρον τοῦ δήμου διαστροφῆς, αἰτίαν δὲ καὶ τοῦ μετὰ ταῦτα πολέμου συστάντος αὐτοῖς πρὸς τοὺς προειρημένους.
在这次恐慌过后的第五年,在马尔库斯·雷皮杜斯执政期间,罗马人分配了在加拉太被称为皮肯提内的土地,先前他们通过战胜将被称为塞诺内斯的加拉太人从该地驱逐出去,盖乌斯·弗拉米尼乌斯提出了这一取悦民众的政策和法案,这确实可以说是罗马人平民走向堕落的开端,也是此后罗马人与上述加拉太人之间爆发战争的原因。
πολλοὶ μὲν γὰρ τῶν Γαλατῶν ὑπεδύοντο τὴν πρᾶξιν, μάλιστα δʼ οἱ Βοῖοι διὰ τὸ συντερμονεῖν τῇ τῶν Ῥωμαίων χώρᾳ, νομίσαντες οὐχ ὑπὲρ ἡγεμονίας ἔτι καὶ δυναστείας Ῥωμαίους τὸν πρὸς αὐτοὺς ποιήσασθαι πόλεμον, ἀλλʼ ὑπὲρ ὁλοσχεροῦς ἐξαναστάσεως καὶ καταφθορᾶς.
因为许多加拉太人,特别是由于领土与罗马接壤的波伊人,对这一举措深感警惕,认为罗马人对他们发动的战争已不再是为了争夺霸权和统治权,而是为了将他们彻底驱逐和灭绝。
- 2.21.3ὃ φύσιν ἔχει γίνεσθαι
关系代词 ὃ 以整个前句(“他们再次开始图谋改变现状”)为先行词。短语 φύσιν ἔχει(意为“具有……的本性”或“自然会发生”)支配着三个并列的不定式 γίνεσθαι、τραχύνεσθαι 和 ἐπισπᾶσθαι。
- 2.21.7Μάρκου Λεπέδου στρατηγοῦντος
属格绝对结构。动词 στρατηγέω(意为“担任将军、指挥”)在波利比乌斯的著作中经常用来指代罗马的最高官职“执政官(consul)”。此处指的是公元前232年马尔库斯·埃米利乌斯·雷皮杜斯担任执政官的时期。
- 2.21.8ἣν δὴ καὶ Ῥωμαίοις ὡς ἔπος εἰπεῖν φατέον ἀρχηγὸν μὲν γενέσθαι
使用动形容词 φατέον(意为“应该说”)的句型。给格 Ῥωμαίοις 充当利害给格(“对罗马人而言”)或与谓语部分相联系,而关系代词 ἣν(指代前文的“政策/法案”)则作不定式 γενέσθαι 的主语。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
