- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.28.1-18.28.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
作者根据第六卷的承诺,开始对比罗马军与马其顿军的装备和战术编制。在对比前,他指出罗马在与汉尼拔及皮洛士交战中的挫败并非由于装备或编制的劣势。
ἀπέβη τὸ τέλος· ἐγὼ δὲ κατὰ μὲν τὴν ἕκτην βύβλον ἐν ἐπαγγελίᾳ καταλιπὼν1 ὅτι λαβὼν τὸν ἁρμόζοντα καιρὸν σύγκρισιν ποιήσομαι τοῦ καθοπλισμοῦ Ῥωμαίων καὶ Μακεδόνων, ὁμοίως δὲ καὶ τῆς συντάξεως τῆς ἑκατέρων, τί διαφέρουσιν ἀλλήλων πρὸς τὸ χεῖρον καὶ τί πρὸς τὸ βέλτιον, νῦν ἐπʼ αὐτῶν τῶν πράξεων πειράσομαι τὴν ἐπαγγελίαν ἐπὶ τέλος ἀγαγεῖν.
结末便是如此。而我曾在第六卷中留下承诺,一旦获得合适的时机,便会将罗马人与马其顿人的装备,以及双方的编制进行对比,阐明它们彼此之间何处稍逊、何处更佳;现在我将根据这些实际的事实,试图履行这一承诺。
ἐπεὶ2 γὰρ ἡ μὲν Μακεδόνων σύνταξις ἐν τοῖς πρὸ τοῦ χρόνοις, διʼ αὐτῶν τῶν ἔργων διδοῦσα τὴν πεῖραν, ἐκράτει τῶν τε κατὰ τὴν Ἀσίαν καὶ τῶν Ἑλληνικῶν συντάξεων, ἡ δὲ Ῥωμαίων τῶν τε κατὰ τὴν Λιβύην καὶ τῶν κατὰ τὴν Εὐρώπην προσεσπερίων ἐθνῶν ἁπάντων, ἐν δὲ τοῖς καθʼ ἡμᾶς καιροῖς οὐχ ἅπαξ, ἀλλὰ πλεονάκις γέγονε τούτων τῶν τάξεων καὶ τῶν ἀνδρῶν πρὸς ἀλλήλους διάκρισις, χρήσιμον καὶ καλὸν ἂν εἴη τὸ τὴν διαφορὰν ἐρευνῆσαι, καὶ παρὰ τί3 συμβαίνει Ῥωμαίους ἐπικρατεῖν καὶ τὸ πρωτεῖον ἐκφέρεσθαι τῶν κατὰ πόλεμον ἀγώνων, ἵνα μὴ τύχην λέγοντες μόνον μακαρίζωμεν τοὺς κρατοῦντας ἀλόγως, καθάπερ οἱ μάταιοι τῶν ἀνθρώπων, ἀλλʼ εἰδότες τὰς ἀληθεῖς αἰτίας ἐπαινῶμεν καὶ θαυμάζωμεν κατὰ λόγον τοὺς ἡγουμένους.
因为在过去,马其顿人的编制通过实际的战绩证明了其价值,压倒了亚洲和希腊的编制,而罗马人的编制则压倒了利比亚以及欧洲所有西方民族的编制,且在我们的时代,这些编制和兵士们彼此之间的对决,已不是一次,而是多次发生,因此,去探寻其中的差异,并研究罗马人究竟凭借什么获得优势并在战争的角逐中夺取首位,将是有益且有价值的,免得我们像那些庸俗之辈一样,只是口称“运气”而盲目地为胜利者祝贺,而是能够在知晓真正原因后,理智地去赞美和钦佩他们的指挥官。
περὶ μὲν οὖν τῶν πρὸς Ἀννίβαν ἀγώνων γεγονότων Ῥωμαίοις καὶ τῶν ἐν τούτοις ἐλαττωμάτων οὐδὲν ἂν δέοι πλείω λέγειν· οὐ γὰρ παρὰ τὸν καθοπλισμὸν οὐδὲ παρὰ τὴν σύνταξιν, ἀλλὰ παρὰ τὴν ἐπιδεξιότητα τὴν Ἀννίβου καὶ τὴν ἀγχίνοιαν περιέπιπτον τοῖς ἐλαττώμασι.
至于罗马人与汉尼拔之间发生的战争,以及罗马人在其中的挫败,实在无需赘言;因为他们遭受败绩,并非由于其装备或编制,而是由于汉尼拔的熟练与智谋。
δῆλον δὲ τοῦτο πεποιήκαμεν ἡμεῖς ἐπʼ αὐτῶν ὑποδεικνύοντες τῶν ἀγώνων.
而我们已经在叙述这些战斗的过程中对此做出了明确的展示。
μαρτυρεῖ δὲ τοῖς ἡμετέροις λόγοις πρῶτον μὲν τὸ τέλος τοῦ πολέμου· προσγενομένου γὰρ στρατηγοῦ τοῖς Ῥωμαίοις παραπλησίαν δύναμιν ἔχοντος Ἀννίβᾳ, ταχέως καὶ τὸ νικᾶν συνεξηκολούθησε τοῖς προειρημένοις·4
首先证明我们之言不虚的,便是战争的结局;因为当罗马人有了一位能力与汉尼拔相当的将领时,胜利便迅速紧随前述的罗马人而至。
εἶτα καὶ αὐτὸς Ἀννίβας ἀποδοκιμάσας τὸν ἐξ ἀρχῆς αὐτοῖς ὑπάρχοντα καθοπλισμόν, ἅμα τῷ νικῆσαι τῇ πρώτῃ μάχῃ παραχρῆμα τοῖς Ῥωμαίων ὅπλοις καθοπλίσας τὰς οἰκείας δυνάμεις, τούτοις διετέλεσε χρώμενος τὸν ἑξῆς χρόνον.
其次,汉尼拔本人也弃用了他们最初拥有的装备,在赢下第一场战役后,便立即用罗马人的武器装备了自己的军队,并在接下来的时间里始终使用这些武器。
Πύρρος γε μὴν οὐ μόνον ὅπλοις, ἀλλὰ καὶ δυνάμεσιν Ἰταλικαῖς συγκέχρηται, τιθεὶς ἐναλλὰξ σημαίαν καὶ σπεῖραν φαλαγγιτικὴν ἐν τοῖς πρὸς Ῥωμαίους ἀγῶσιν.
至于皮洛士,他不仅使用了意大利的武器,还使用了意大利的部队,在与罗马人的战斗中,交替排布意大利中队和法兰克司方阵。
ἀλλʼ ὅμως οὐδʼ οὕτως ἐδύνατο νικᾶν, ἀλλʼ ἀεί πως ἀμφίδοξα τὰ τέλη τῶν κινδύνων αὐτοῖς ἀπέβαινε.
然而即便如此,他也未能以此取胜,两军交战的结局在他们看来总是莫名地难分胜负。
περὶ μὲν οὖν τούτων ἀναγκαῖον ἦν προειπεῖν χάριν τοῦ μηδὲν ἀντεμφαίνειν ταῖς ἡμετέραις ἀποφάσεσιν· ἐπάνειμι δʼ ἐπὶ τὴν προκειμένην σύγκρισιν.
关于这些情况,有必要预先说明,以免任何事与我们的论断产生矛盾;现在我将回到摆在我们眼前的对比之中。
- 18.28.1καταλιπών
主格的不定过去时主动分词,从属于主句动词 πειράσομαι(“我将试图”)。它回顾了在第六卷中做出的预告,并作为当前论述的铺垫(“虽留下了承诺”)。
- 18.28.2ἐπεί
此接续词 ἐπεί 支配了 §18.28.2 和 §18.28.3 中的从句,为 §18.28.4 中的主句 ἂν εἴη(“……将是有益的”)提供原因(“因为……”)。在如此冗长的句式中,需要注意主从关系的关联。
- 18.28.4παρὰ τί
由介词 παρά(伴随宾格,意为“由于、起因于”)和中性单数宾格疑问代名词 τί 组成,表示“起因于什么”或“由于什么原因”。它引导一个间接疑问句,并作为充当主语的不定式短语的一部分。
- 18.28.8τοῖς προειρημένοις
阳性复数与格的完成时被动分词名词化,指代前文的 τοῖς Ῥωμαίοις(“罗马人”)。在与迦太基交战的背景下,它指出一旦罗马方有了能与汉尼拔抗衡的将领(大西庇阿),胜利便迅速紧随前述的罗马人而至。
