- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.27.1-18.27.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
库诺斯克法莱战役以罗马人的胜利告终,菲利普撤退以收容败兵。在掠夺营地时,罗马人因战利品分配问题与盟友埃托利亚人产生冲突,随后向拉里萨进军,并记录了双方的伤亡人数。
πανταχόθεν δὲ τοῦ κινδύνου συντέλειαν εἰληφότος1 καὶ κρατούντων τῶν Ῥωμαίων, ὁ μὲν Φίλιππος ἐποιεῖτο τὴν ἀποχώρησιν ὡς ἐπὶ τὰ Τέμπη.
如此,当各处的战事都已宣告结束,罗马人获得胜利时,菲利普便朝向坦佩的方向撤退。
καὶ τῇ μὲν πρώτῃ περὶ τὸν Ἀλεξάνδρου καλούμενον πύργον ηὐλίσθη, τῇ δʼ ὑστεραίᾳ προελθὼν εἰς Γόννους ἐπὶ τὴν εἰσβολὴν τῶν Τεμπῶν ἐπέμεινε, βουλόμενος ἀναδέξασθαι τοὺς ἐκ τῆς φυγῆς ἀνασῳζομένους.
第一夜他在被称为“亚历山大塔”的地方附近扎营,第二天他前进到贡诺伊,停留在坦佩的入口处,希望能收容那些从败退中幸存下来的人。
οἱ δὲ Ῥωμαῖοι, μέχρι μέν τινος ἐπακολουθήσαντες τοῖς φεύγουσιν, οἱ μὲν ἐσκύλευον τοὺς τεθνεῶτας, οἱ δὲ τοὺς αἰχμαλώτους ἥθροιζον, οἱ δὲ πλείους ὥρμησαν ἐπὶ τὴν διαρπαγὴν τοῦ τῶν πολεμίων χάρακος·
罗马人则在追击逃兵一段路程后,有的人去剥取死者的遗物,有的人去聚集俘虏,但大多数人则冲去掠夺敌人的营地。
ἔνθα δὴ καταλαβόντες τοὺς Αἰτωλοὺς προεμπεπτωκότας καὶ δόξαντες στέρεσθαι τῆς σφίσι καθηκούσης ὠφελείας,2 ἤρξαντο καταμέμφεσθαι τοὺς Αἰτωλοὺς καὶ λέγειν πρὸς τὸν στρατηγὸν ὅτι τοὺς μὲν κινδύνους αὐτοῖς ἐπιτάττει,3 τῆς δʼ ὠφελείας ἄλλοις παρακεχώρηκε.
在那里,他们发现埃托利亚人已经先于他们冲了进去,并认为自己被剥夺了本该属于自己的战利品,于是开始指责埃托利亚人,并向将领抱怨说,将领把危险加在他们身上,却把好处让给了别人。
καὶ τότε μὲν ἐπανελθόντες εἰς τὴν ἑαυτῶν στρατοπεδείαν ηὐλίσθησαν, εἰς δὲ τὴν ἐπαύριον ἅμα μὲν ἥθροιζον τοὺς αἰχμαλώτους καὶ τὰ λειπόμενα τῶν σκύλων, ἅμα δὲ προῆγον ποιούμενοι τὴν πορείαν ὡς ἐπὶ Λαρίσης.
当天夜里他们返回自己的营地驻扎,次日,他们一边收集俘虏和剩余的战利品,一边朝着拉里萨的方向进军。
ἔπεσον δὲ τῶν Ῥωμαίων πρὸς τοὺς ἑπτακοσίους· τῶν δὲ Μακεδόνων ἀπέθανον μὲν οἱ πάντες εἰς ὀκτακισχιλίους, ζωγρίᾳ δʼ ἑάλωσαν οὐκ ἐλάττους πεντακισχιλίων.
罗马人战死者约七百人;而马其顿人则总共战死约八千人,被生擒者不少于五千人。
καὶ τῆς μὲν ἐν Θετταλίᾳ γενομένης περὶ Κυνὸς Κεφαλὰς Ῥωμαίων καὶ Φιλίππου μάχης τοιοῦτον4
色萨利库诺斯克法莱的罗马人与菲利普之战,其结局便是如此。
- 18.27.1τοῦ κινδύνου συντέλειαν εἰληφότος
属格独立结构。名词 κίνδυνος 在此处意为“战斗”或“战事”,而非一般的“危险”。短语 συντέλειαν λαμβάνω 是一个习语,意为“迎来终结”或“宣告结束”。
- 18.27.4δόξαντες στέρεσθαι τῆς σφίσι καθηκούσης ὠφελείας
δόξαντες 是与主句主语(罗马兵)一致的分词。不定式 στέρεσθαι 为现在被动语态,表示“被剥夺”的持续状态。属格 τῆς... ὠφελείας 是动词 στέρομαι 所要求的夺格性属格(表示分离)。σφίσι 是间接反身代词,指代主句主语。
- 18.27.4ὅτι τοὺς μὲν κινδύνους αὐτοῖς ἐπιτάττει
ὅ提从句中单数三人称动词 ἐπιτάττει(以及随后的 παρακεχώρηκε)的主语是紧接在前的 τὸν στρατηγόν(弗拉米尼努斯)。代词 αὐτοῖς(αὐτός 的复数与格)指代主句的主语(罗马兵自己)。
- 18.27.7τοιοῦτον
本章以单字 τοιοῦτον(中性单数主格/宾格)突兀地结束,这表明省略了谓语(如 ἀπέθανο 或 ἦν τὸ τέλος),或者手抄本在此处存在残缺。
