- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.29.1-18.29.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
为了阐明马其顿方阵的强大威力,作者通过分析萨里沙长枪的物理尺寸、士兵占用的空间以及长枪在密集队形中重叠的机制,进行了理论上的计算和展示。
ὅτι μὲν ἐχούσης τῆς φάλαγγος τὴν αὑτῆς ἰδιότητα καὶ δύναμιν οὐδὲν ἂν ὑποσταίη κατὰ πρόσωπον οὐδὲ μείναι τὴν ἔφοδον αὐτῆς, εὐχερὲς καταμαθεῖν ἐκ πολλῶν.
只要方阵保持其固有的特征与威力,便没有任何力量能正面抵挡它,也无法承受它的冲击,这一点从许多事例中都很容易理解。
ἐπεὶ γὰρ ὁ μὲν ἀνὴρ ἵσταται σὺν τοῖς ὅπλοις ἐν τρισὶ ποσὶ κατὰ τὰς ἐναγωνίους πυκνώσεις, τὸ δὲ τῶν σαρισῶν μέγεθός ἐστι κατὰ μὲν τὴν ἐξ ἀρχῆς ὑπόθεσιν ἑκκαίδεκα πηχῶν, κατὰ δὲ τὴν ἁρμογὴν τὴν πρὸς τὴν ἀλήθειαν δεκατεττάρων, τούτων δὲ τοὺς τέτταρας ἀφαιρεῖ τὸ μεταξὺ τοῖν χεροῖν διάστημα καὶ τὸ κατόπιν σήκωμα τῆς προβολῆς,1 φανερὸν ὅτι τοὺς δέκα πήχεις προπίπτειν ἀνάγκη τὴν σάρισαν πρὸ τῶν σωμάτων ἑκάστου τῶν ὁπλιτῶν, ὅταν ἴῃ διʼ ἀμφοῖν τοῖν χεροῖν προβαλόμενος ἐπὶ τοὺς πολεμίους.
因为在实战的密集队形中,一名士兵携其装备所占的空间为三英尺,而萨里沙长枪的长度,按最初的设计是十六腕尺,但根据符合实际的调整,则是十四腕尺。在这十四腕尺中,双手之间的距离以及持枪时后端的平衡部扣除了四腕尺。显而易见,当士兵用双手端起萨里沙长枪向敌人推进时,枪身必然在每位重装步兵的身体前方延伸出十腕尺。
ἐκ δὲ τούτου συμβαίνει τὰς μὲν τοῦ δευτέρου καὶ τρίτου καὶ τετάρτου πλεῖον, τὰς δὲ τοῦ πέμπτου ζυγοῦ σαρίσας δύο προπίπτειν πήχεις2 πρὸ τῶν πρωτοστατῶν, ἐχούσης τῆς φάλαγγος τὴν αὑτῆς ἰδιότητα καὶ πύκνωσιν κατʼ ἐπιστάτην καὶ κατὰ παραστάτην, ὡς Ὅμηρος ὑποδείκνυσιν ἐν τούτοις· ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ· ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι νευόντων· ὣς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι. τούτων δʼ ἀληθινῶς καὶ καλῶς λεγομένων, δῆλον ὡς ἀνάγκη καθʼ ἕκαστον τῶν πρωτοστατῶν σαρίσας προπίπτειν πέντε, δυσὶ πήχεσι διαφερούσας ἀλλήλων κατὰ μῆκος.
由此,只要方阵在纵列和横列上都保持其固有的特征和密集度,第二、三、四排的萨里沙长枪向前延伸的长度会更多,而第五排的则会向最前排战士的前方延伸出两腕尺。正如荷马在以下诗句中所展现的: “盾挨着盾,盔挨着盔,人挤着人; 昂扬的马鬃头盔上的闪亮盔脊,随着人们的低头而相互碰触;他们挨得如此之紧。” 既然这些话语真实且优美地叙说了出来,显而易见,在每位最前排战士的前方必然会延伸出五支萨里沙长枪,它们在长度上彼此相差两腕尺。
- 18.29.3τούτων δὲ τοὺς τέτταρας ἀφαιρεῖ τὸ μεταξὺ τοῖν χεροῖν διάστημα καὶ τὸ κατόπιν σήκωμα τῆς προβολῆς
此句存在语序倒装(hyperbaton)。宾格词组 τούτων τοὺς τέτταρας(这十四腕尺中的四腕尺)是动词 ἀφαιρεῖ 的宾语,而置于其后的 τὸ μεταξὺ ... διάστημα καὶ τὸ κατόπιν σήκωμα 是主语。全句实际含义为“双手之间的间距和持枪时后端的平衡部,从这十四腕尺中扣除了四腕尺”。
- 18.29.5τὰς μὲν τοῦ δευτέρου καὶ τρίτου καὶ τετάρτου πλεῖον, τὰς δὲ τοῦ πέμπτου ζυγοῦ σαρίσας δύο προπίπτειν πήχεις
比较级 πλεῖον(更多)表示与第五排长枪所延伸的“两腕尺(δύο πήχεις)”相比,第二、三、四排的萨里沙长枪向前延伸得“更多”(分别为八、六、四腕尺)。不定式 προπίπτειν 为前后分句所共用,在前一个分句中,度量单位 πήχεις 被省略了。
