← 吕西亚斯

控诉阿戈拉托斯

§82-89

驳斥时效抗辩与谋杀现行犯的界定

演说者重申阿戈拉托斯在菲勒和进城队伍中备受众人唾弃的事实,驳斥了被告援引诉讼时效和起诉书中“现行犯”字样的诡辩,论证其提供告发名单的行为本身就构成致人死亡的现行罪犯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§82

Μάρτυρες τούτῳ τῷ τρόπῳ, ὦ ἄνδρες δικασταί, καὶ ἐπὶ Φυλῇ καὶ ἐν Πειραιεῖ πρὸς τοὺς ὁπλίτας διέκειτο· οὐδεὶς γὰρ αὐτῷ διελέγετο ὡς ἀνδροφόνῳ ὄντι, τοῦ τε μὴ ἀποθανεῖν Ἄνυτος ἐγένετο αὐτῷ αἴτιος. ἐὰν οὖν τῇ ἐπὶ Φυλὴν ὁδῷ ἀπολογίᾳ χρῆται, ὑπολαμβάνειν χρὴ εἰ Ἄνυτος αὐτῷ ἐγένετο αἴτιος μὴ ἀποθανεῖν1 ἑτοίμων ὄντων τιμωρεῖσθαι, καὶ ἔρριψεν αὐτοῦ Αἴσιμος τὴν ἀσπίδα καὶ οὐκ εἴα συμπέμπειν τὴν πομπήν,.

[证人]审判官先生们,正是以这种方式,无论是在菲勒还是在比雷埃夫斯,他在重装步兵面前都是处在这样的境地:因为他是杀人凶犯,没有任何人同他说话,而他之所以没有丧命,完全是由于阿尼托斯。因此,如果他将前往菲勒的行迹作为辩护理由,你们就必须考虑到,在众人都准备复仇处决他时,是他幸亏有了阿尼托斯才得以免死,而且艾西莫斯扔掉了他的盾牌,不准他参加行列。

§83

μήτε οὖν ταῦτα αὐτοῦ ἀποδέχεσθε, μήτʼ ἐὰν λέγῃ ὅτι πολλῷ χρόνῳ ὕστερον τιμωρούμεθα. οὐ γὰρ οἶμαι οὐδεμίαν τῶν τοιούτων ἀδικημάτων προθεσμίαν εἶναι, ἀλλʼ ἐγὼ μὲν οἶμαι, εἴτʼ εὐθὺς εἴτε χρόνῳ τις τιμωρεῖται, τοῦτον δεῖν ἀποδεικνύναι ὡς οὐ πεποίηκε περὶ ὧν ἐστιν ἡ αἰτία.

因此,既不要采信他的这些托辞,也不要听信他声称我们在相隔这么久之后才寻求惩罚的说法。因为我认为对于此类罪行并不存在任何诉讼时效;相反,我认为无论是即刻还是经过一段时日后受到惩治,被告都必须证明自己没有犯下被指控的罪行。

§84

οὗτος τοίνυν τοῦτο ἀποφαινέτω, ἢ ὡς οὐκ ἀπέκτεινεν ἐκείνους ἢ ὡς δικαίως, κακόν τι ποιοῦντας τὸν δῆμον τὸν Ἀθηναίων. εἰ δὲ πάλαι δέον τιμωρεῖσθαι ὕστερον ἡμεῖς τιμωρούμεθα, τὸν χρόνον κερδαίνει ὃν ἔζη οὐ προσῆκον αὐτῷ, οἱ δὲ ἄνδρες ὑπὸ τούτου οὐδὲν ἧττον τεθνήκασιν.

那么,就让这个人证明这一点吧:要么他没有杀死那些人,要么由于那些人正在危害雅典人民,他杀得合情合理。而如果我们是在早该惩治他之后、如今才予以惩治,他不过是赚得了自己本不配享有的苟活岁月,而那些人死于他之手的事实却没有丝毫改变。

§85

ἀκούω δʼ αὐτὸν καὶ τούτῳ διισχυρίζεσθαι, ὅτι ἐπʼ αὐτοφώρῳ τῇ ἀπαγωγῇ ἐπιγέγραπται, ὃ πάντων ἐγὼ οἶμαι εὐηθέστατον· ὡς εἰ μὲν τὸ ἐπʼ αὐτοφώρῳ μὴ προσεγέγραπτο, ἔνοχος ἂν ὢν τῇ ἀπαγωγῇ·2 διότι δὲ τοῦτο προσγέγραπται, ῥᾳστώνην τινὰ οἴεται αὑτῷ εἶναι. τοῦτο δὲ οὐδὲν ἄλλο ἔοικεν ἢ ὁμολογεῖν ἀποκτεῖναι, μὴ ἐπʼ αὐτοφώρῳ δέ, καὶ περὶ τούτου διισχυρίζεσθαι, ὥσπερ, εἰ μὴ ἐπʼ αὐτοφώρῳ μέν, ἀπέκτεινε δέ, τούτου ἕνεκα δέον αὐτὸν σῴζεσθαι.

我还听说,他极力坚持这一论点:指控书上附加写明了“现行犯”字样——我认为这是所有说法中最愚蠢的。就好像如果“现行犯”没有被追记上去,他本应对这桩扭送指控承担责任;而正因为加上了这一条,他便以为自己有了某种脱罪的便利。这无异于承认自己杀过人、只是并非作为现行犯罢了,并且死死抓住这一点不放——仿佛若不是现行,尽管确实杀了人,他也应当因此获救一样!

§86

δοκοῦσι δʼ ἔμοιγε οἱ ἕνδεκα οἱ παραδεξάμενοι τὴν ἀπαγωγὴν ταύτην, οὐκ οἰόμενοι Ἀγοράτῳ συμπράττειν καὶ τότε διισχυριζομένῳ, σφόδρα ὀρθῶς ποιῆσαι Διονύσιον τὴν ἀπαγωγὴν ἀπάγοντʼ ἀναγκάζοντες τό γε προσγράψασθαι ἐπʼ αὐτοφώρῳ·3 ἢ πῶς οὐκ ἂν εἴη ὃς πρῶτον μὲν ἐναντίον πεντακοσίων ἐν τῇ βουλῇ, εἶτα πάλιν ἐναντίον Ἀθηναίων ἁπάντων ἀπογράψας τινὰς ἀποκτείνειε καὶ αἴτιος γένοιτο τοῦ θανάτου;

在我看来,受理这桩扭送案的十一人委员会——他们并非想要协助阿戈拉托斯,尽管他当时也在死命坚持——强迫提起扭送诉讼的狄奥尼修斯至少追记上“现行犯”字样,做法是极其正当的。因为一个人先是在议事会的五百人面前、接着又在全体雅典人面前提出告发名单,从而致人于死并成为其死亡的祸首,这样的人怎能不算现行犯呢?

§87

οὐ γὰρ δήπου τοῦτο μόνον οἴει τὸ ἐπʼ αὐτοφώρῳ, ἐάν τις ξύλῳ ἢ μαχαίρᾳ πατάξας καταβάλῃ, ἐπεὶ ἔκ γε τοῦ σοῦ λόγου οὐδεὶς φανήσεται ἀποκτείνας τοὺς ἄνδρας οὓς σὺ ἀπέγραψας· οὔτε γὰρ ἐπάταξεν αὐτοὺς οὐδεὶς οὔτʼ ἀπέσφαξεν, ἀλλʼ ἀναγκασθέντες ὑπὸ τῆς σῆς ἀπογραφῆς ἀπέθανον. οὐκ οὖν ὁ αἴτιος τοῦ θανάτου, οὗτος ἐπʼ αὐτοφώρῳ ἐστί; τίς οὖν ἄλλος αἴτιος ἢ σὺ ἀπογράψας; ὥστε πῶς οὐκ ἐπʼ αὐτοφώρῳ σὺ εἶ ὁ ἀποκτείνας;

你总不至于认为,只有某人用木棍或短剑将人击倒才算现行犯吧!因为若依你的逻辑,就没有任何人杀害了你告发名单上的那些人了;因为没有人击打他们,也没有人砍杀他们,而是由于你的告发所迫,他们才死去的。难道造成死亡的罪魁祸首不正是现行犯吗?那么,除了列出告发名单的你之外,还有谁是元凶?所以,作为杀人凶犯的你怎能不是现行犯呢?

§88

πυνθάνομαι δʼ αὐτὸν καὶ περὶ τῶν ὅρκων καὶ περὶ τῶν συνθηκῶν μέλλειν λέγειν, ὡς παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας ἀγωνίζεται ἃς συνεθέμεθα πρὸς τοὺς ἐν ἄστει οἱ ἐν Πειραιεῖ. σχεδὸν μὲν οὖν τούτοις ἰσχυριζόμενος ὁμολογεῖ ἀνδροφόνος εἶναι· ἐμποδὼν γοῦν ἢ ὅρκους ἢ συνθήκας ἢ χρόνον ἢ τὸ ἐπʼ αὐτοφώρῳ ποιεῖται, αὐτῷ δὲ τῷ πράγματι οὔ τι πιστεύει καλῶς ἀγωνιεῖσθαι.

我还探知,他打算谈论誓约与协议,声称对他的审判违背了我们比雷埃夫斯人与城里人所缔结的誓约与协议。实质上,他靠这些托辞来抗辩,等于自认是杀人凶犯;他至少把誓约、协议、时限或“现行犯”当作障碍来阻挡诉讼,但他对自己能在案情本身上打赢官司却毫无信心。

§89

ὑμῖν δέ, ὦ ἄνδρες δικασταί, οὐ προσήκει περὶ τούτων ἀποδέχεσθαι· ἀλλʼ ὡς οὐκ ἀπέγραψεν οὐδὲ οἱ ἄνδρες τεθνᾶσι, περὶ τούτων κελεύετε αὐτὸν ἀπολογεῖσθαι. ἔπειτα τοὺς ὅρκους καὶ τὰς συνθήκας οὐδὲν ἡγοῦμαι προσήκειν ἡμῖν πρὸς τοῦτον. οἱ γὰρ ὅρκοι τοῖς ἐν ἄστει πρὸς τοὺς ἐν Πειραιεῖ γεγένηνται.

审判官先生们,你们不应接纳这些辩解;相反,应当命令他就这些事实进行辩护:要么他没有提出告发名单,要么那些人并未死去。再者,我认为誓约与协议在我们与这个人之间毫无适用之处;因为誓约是城里人与比雷埃夫斯人之间缔结的。

语法注3 条
  1. 82ὑπολαμβάνειν χρὴ εἰ Ἄνυτος αὐτῷ ἐγένετο αἴτιος μὴ ἀποθανεῖν

    动词 ὑπολαμβάνειν 之后接由连词 εἰ 引导的间接疑问/考量从句,表示“应当考虑到是否由于阿尼托斯……”。

  2. 85ἔνοχος ἂν ὢν τῇ ἀπαγωγῇ

    分词 ὤν 加上 ἄν,代表与事实相反条件句的归结从句(相当于 ἔνοχος ἂν ἦν,“他本当要承担责任”),在 ὡς εἰ 结构中转为分词形式,与前面的假设条件 εἰ μὲν τὸ ἐπʼ αὐτοφώρῳ μὴ προσεγέγραπτο 相呼应。

  3. 86ἀναγκάζοντες τό γε προσγράψασθαι ἐπʼ αὐτοφώρῳ

    带冠词不定式 τό ... προσγράψασθαι 用作分词 ἀναγκάζοντες 的宾语(“强迫他追记上……”)。中间态不定式 προσγράψασθαι 表示告发人自己在起诉书上补记文句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0540.tlg013.humanitext-grc2:82-89