← 吕西亚斯

控诉阿戈拉托斯

§73-81

刺杀弗里尼科斯的谎言与在菲勒被逐

演说者指出阿戈拉托斯绝不可能是刺杀弗里尼科斯之人,因为三十人寡头若非因他对民主派犯下滔天巨恶绝不会放过凶手,并驳斥其冒充公民的行径。演说者进而揭露其吹嘘的菲勒投奔经历,指出他险被士兵处决,在军中备受孤立,且在入城游行中被艾西莫斯当众驱逐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§73

Ψήφισμα οὕτω μέντοι οὑτοσὶ πολὺ ὑμῶν κατεφρόνει, ὥστε οὐκ ὢν Ἀθηναῖος καὶ ἐδίκαζε καὶ ἠκκλησίαζε καὶ γραφὰς τὰς ἐξ ἀνθρώπων ἐγράφετο,1 ἐπιγραφόμενος Ἀναγυράσιος, εἶναι.2 ἔπειτα δὲ καὶ ἕτερον μέγα τεκμήριον ὡς οὐκ ἀπέκτεινε Φρύνιχον, διʼ ὃ Ἀθηναῖός φησι γεγενῆσθαι. ὁ Φρύνιχος γὰρ οὗτος τοὺς τετρακοσίους κατέστησεν· ἐπειδὴ δʼ ἐκεῖνος ἀπέθανεν, οἱ πολλοὶ τῶν τετρακοσίων ἔφυγον.

[法令]然而,这个人是如此蔑视你们,以至于他根本不是雅典公民,却充当审判官,出席公民大会,并提起骇人听闻的公诉,还自报籍贯是阿纳吉鲁斯区。此外,还有一个重大证据表明他没有杀死弗里尼科斯——他声称正是由于此事他才成为雅典公民的。原来正是这个弗里尼科斯建立了四百人政权;而当他死去后,四百人中的大多数便流亡国外。

§74

πότερον οὖν δοκοῦσιν ὑμῖν οἱ τριάκοντα καὶ ἡ βουλὴ ἡ τότε βουλεύουσα, οἳ αὐτοὶ ἦσαν ἅπαντες τῶν τετρακοσίων τῶν φυγόντων, ἀφεῖναι ἂν λαβόντες τὸν Φρύνιχον ἀποκτείναντα, ἢ τιμωρήσασθαι ὑπὲρ Φρυνίχου3 καὶ τῆς φυγῆς ἧς αὐτοὶ ἔφυγον;

那么,你们认为三十人寡头和当时理事的议事会——他们自己全都是当年流亡的四百人成员——在捉住了杀死弗里尼科斯的凶手后,是会放过他呢,还是会为了弗里尼科斯以及他们自己所遭受的流亡而向他复仇呢?

§75

ἐγὼ μὲν οἶμαι τιμωρεῖσθαι ἄν. εἰ μὲν οὖν μὴ ἀποκτείνας προσποιεῖται, ὡς ἐγώ φημι, ἀδικεῖ· εἰ δὲ ἀμφισβητεῖς καὶ φῂς4 Φρύνιχον ἀποκτεῖναι, δῆλον ὅτι μείζω τὸν δῆμον τὸν Ἀθηναίων κακὰ ποιήσας τὴν ὑπὲρ Φρυνίχου αἰτίαν πρὸς τοὺς τριάκοντα ἀπελύσω· οὐδέποτε γὰρ πείσεις οὐδένα ἀνθρώπων ὡς Φρύνιχον ἀποκτείνας ἀφείθης ἂν ὑπὸ τῶν τριάκοντα, εἰ μὴ μεγάλα τὸν δῆμον τὸν Ἀθηναίων καὶ ἀνήκεστα κακὰ εἰργάσω.

依我看,他们一定会复仇。因此,如果他并没有杀死对方却假装杀了,正如我所言,他是有罪的;而如果你抗辩并声称确实杀了弗里尼科斯,显然,你是通过给雅典人民造成更大的祸害,才在三十人政权面前洗脱了有关弗里尼科斯的罪名。因为你绝不可能说服世上的任何人相信,若非你对雅典人民犯下了巨大且不可挽回的祸害,你在杀死弗里尼科斯之后竟然还能被三十人政权放走。

§76

ἐὰν μὲν οὖν φάσκῃ Φρύνιχον ἀποκτεῖναι, τούτων μέμνησθε καὶ τοῦτον τιμωρεῖσθε ἀνθʼ ὧν ἐποίησεν· ἐὰν δʼ οὐ φάσκῃ, ἔρεσθε αὐτὸν διʼ ὅ τι φησὶν Ἀθηναῖος ποιηθῆναι. ἐὰν δὲ μὴ ἔχῃ ἀποδεῖξαι, τιμωρεῖσθε αὐτὸν ὅτι καὶ ἐδίκαζε καὶ ἠκκλησίαζε καὶ ἐσυκοφάντει πολλοὺς ὡς Ἀθηναῖος τοὔνομα ἐπιγραφόμενος.

因此,如果他坚称自己杀死了弗里尼科斯,你们就要记住这些事实,并因其所作所为惩罚他;如果他不承认,你们就质问他是凭什么声称自己被授予雅典公民权的。而如果他无法证明,你们就要惩罚他,因为他将自己的名字登记为雅典人,担任审判官、参加公民大会并恶意构陷许多人。

§77

ἀκούω δὲ αὐτὸν παρασκευάζεσθαι ἀπολογεῖσθαι, ὡς ἐπὶ Φυλήν τε ᾤχετο καὶ συγκατῆλθεν ἀπὸ Φυλῆς, καὶ τοῦτο μέγιστον ἀγώνισμα εἶναι. ἐγένετο δὲ τοιοῦτον· ἦλθεν οὗτος ἐπὶ Φυλήν· καίτοι πῶς ἂν γένοιτο ἄνθρωπος μιαρώτερος; ὅστις εἰδὼς ὅτι εἰσί τινες ἐπὶ Φυλῇ τῶν ὑπὸ τούτου ἐκπεπτωκότων ἐτόλμησεν ἐλθεῖν ὡς τούτους. ἐπειδὴ δὲ εἶδον αὐτὸν τάχιστα, συλλαβόντες ἄγουσιν ἄντικρυς ὡς ἀποκτενοῦντες, οὗπερ καὶ τοὺς ἄλλους ἀπέσφαττον, εἴ τινα λῃστὴν ἢ κακοῦργον συλλάβοιεν. στρατηγῶν δὲ Ἄνυτος οὐκ ἔφη χρῆναι ποιεῖν αὐτοὺς ταῦτα, λέγων ὅτι οὔπω οὕτω διακέοιντο, ὥστε τιμωρεῖσθαί τινας τῶν ἐχθρῶν, ἀλλὰ νῦν μὲν δεῖν αὐτοὺς ἡσυχίαν ἔχειν. εἰ δέ ποτε οἴκαδε κατέλθοιεν, τότε καὶ τιμωρήσοιντο τοὺς ἀδικοῦντας.

我听说他正准备进行辩护,声称自己曾前往菲勒并与其他人一起从菲勒归来,且认为这是他最有利的辩据。但实际情况是这样的:这个人的确去了菲勒;然而,世上怎会有如此卑劣下作之徒?他明知那些因他而被逐出城邦的人有一部分就在菲勒,却竟敢跑到他们那里去。他们一见到他,就立刻将他捉住,径直押去处决,正押往他们抓获海盗或罪犯时也惯常处决其他人的地方。但当时担任将军的阿尼托斯声称他们不应当这样做,他说他们目前的处境还谈不上向任何仇人复仇,眼下他们必须保持克制;如果将来能够重返家园,到那时再去惩办作恶者也不迟。

§79

ταῦτα λέγων αἴτιος ἐγένετο τοῦ ἀποφυγεῖν τοῦτον ἐπὶ Φυλῇ· ἀνάγκη δὲ ἦν στρατηγοῦ ἀνδρὸς ἀκροᾶσθαι, εἴπερ ἔμελλον σωθήσεσθαι. ἀλλʼ ἕτερον· οὔτε γὰρ συσσιτήσας τούτῳ οὐδεὶς φανήσεται οὔτε σύσκηνος γενόμενος οὔτε ὁ ταξίαρχος εἰς τὴν φυλὴν κατατάξας, ἀλλʼ ὥσπερ ἀλιτηρίῳ οὐδεὶς ἀνθρώπων αὐτῷ διελέγετο. καί μοι κάλει τὸν ταξίαρχον.

阿尼托斯通过这番话,成了使这个人在菲勒免于一死的原因;如果要保全大局,服从一位身任将军的人是必须的。但是还有另一桩事实:因为找不出任何人曾与他共进伙食,也没有任何人曾与他同住一营帐,连队长也没有将他编入部族军册;相反,众人都将他视作不祥的被诅咒者,没有任何人同他说话。请替我传唤连队长。

§80

Μάρτυρες ἐπειδὴ δὲ αἱ διαλλαγαὶ πρὸς ἀλλήλους ἐγένοντο καὶ ἔπεμψαν οἱ ἐκ Πειραιῶς τὴν πομπὴν εἰς πόλιν, ἡγεῖτο μὲν Αἴσιμος, οὗτος δὲ οὕτω τολμηρὸς καὶ ἐκεῖ ἐγένετο· συνηκολούθει γὰρ λαβὼν τὰ ὅπλα καὶ συνέπεμπε τὴν πομπὴν μετὰ τῶν ὁπλιτῶν πρὸς τὸ ἄστυ.

[证人]当双方达成和解、来自比雷埃夫斯的人向城里进发行列时,由艾西莫斯领队;而这个人在那里也表现得极为胆大包天。因为他拿起武器尾随在后,混在重装步兵队伍中一同列队走向城区。

§81

ἐπειδὴ δὲ πρὸς ταῖς πύλαις ἦσαν καὶ ἔθεντο τὰ ὅπλα, πρὶν εἰσιέναι εἰς τὸ ἄστυ, ὁ μὲν Αἴσιμος αἰσθάνεται καὶ προσελθὼν τήν τε ἀσπίδα αὐτοῦ λαβὼν ἔρριψε, καὶ ἀπιέναι ἐκέλευσεν ἐς κόρακας5 οὐ γὰρ ἔφη δεῖν ἀνδροφόνον αὐτὸν ὄντα συμπέμπειν τὴν πομπὴν τῇ Ἀθηνᾷ. τούτῳ τῷ τρόπῳ ὑπὸ Αἰσίμου ἀπηλάθη. ὡς δʼ ἀληθῆ λέγω, μάρτυρας παρέξομαι.

当他们来到城门前、在进城之前放下武器时,艾西莫斯察觉到了他,便走上前去夺下他的盾牌掷在地上,命令他滚去见鬼;因为艾西莫斯说,他作为一个杀人凶犯,绝不应当参加献给雅典娜的游行行列。这个人就是这样被艾西莫斯驱逐出去的。至于我说的是否属实,我将提供证人。

语法注5 条
  1. 73γραφὰς τὰς ἐξ ἀνθρώπων ἐγράφετο

    成语性短语“αἱ ἐξ ἀνθρώπων γραφαί”字面义为“超出人间常理的公诉”,即“骇人听闻的/极其极端的公诉”。带有定冠词“τάς”,并与动词“ἐγράφετο”构成同源宾语式的修辞搭配。

  2. 73ἐπιγραφόμενος Ἀναγυράσιος, εἶναι

    分词“ἐπιγραφόμενος”指在官方文件或诉状中自署/登记身份。不定式“εἶναι”与主格补足语“Ἀναγυράσιος”(阿纳吉鲁斯区民)搭配,意为“自报/登记为阿纳吉鲁斯区民”。

  3. 74πότερον οὖν δοκοῦσιν ὑμῖν οἱ τριάκοντα καὶ ἡ βουλὴ ἡ τότε βουλεύουσα, οἳ αὐτοὶ ἦσαν ἅπαντες τῶν τετρακοσίων τῶν φυγόντων, ἀφεῖναι ἂν λαβόντες τὸν Φρύνιχον ἀποκτείναντα, ἢ τιμωρήσασθαι ὑπὲρ Φρυνίχου

    受主动词“δοκοῦσιν”支配的不定式“ἀφεῖναι ἂν ... ἢ τιμωρήσασθαι”带有潜势小词“ἄν”,构成与过去事实相反的虚拟不定式结构(即直陈式过去时+ἄν在间接引语中的表现形式)。不定式的共同逻辑主语是“οἱ τριάκοντα καὶ ἡ βουλὴ”,分词“λαβόντες”为主格一致分词,表时间或条件(“在抓到……之后/若抓到……”)。

  4. 75εἰ δὲ ἀμφισβητεῖς καὶ φῂς

    此处出现演说辞中的突转呼告修辞(apostrophe),从之前向审判员(第二人称复数)论述突然转为直接斥责被告阿戈拉托斯本人(第二人称单数“ἀμφισβητεῖς καὶ φῂς”)。该直接喊话持续至“ἀπελύσω”、“ἀφείθης ἄν”和“εἰργάσω”,随后在下一句恢复对审判员的呼吁(“μέμνησθε”、“τιμωρεῖσθε”)。

  5. 81ἐκέλευσεν ἐς κόρακας

    介词短语“ἐς κόρακας”(字面义“去喂乌鸦”)是希腊语常见的詈骂与驱逐熟语,意为“滚去见鬼/下地狱去吧”,与前面的不定式“ἀπιέναι”(滚开、离去)连用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0540.tlg013.humanitext-grc2:73-81