← 吕西亚斯

控诉阿戈拉托斯

§90-97

背叛民众的罪责与推翻三十人僭主的判决

演说者指出阿戈拉托斯作为被民众收养之人却背叛了人民,如同虐待父母般罪无可赦,并总结指出宣告其无罪等同于再次判处受害者死刑及顺从三十人僭主,因而敦促审判官逆转僭主的判决、判定阿戈拉托斯有罪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§90

εἰ μὲν οὖν οὗτος μὲν ἐν ἄστει ἡμεῖς δʼ ἐν Πειραιεῖ ἦμεν, εἶχον ἄν τινα λόγον αὐτῷ αἱ συνθῆκαι· νῦν δὲ καὶ οὗτος ἐν Πειραιεῖ ἦν καὶ ἐγὼ καὶ Διονύσιος καὶ οὗτοι ἅπαντες οἱ τοῦτον τιμωρούμενοι, ὥστε οὔκ εἰσιν ἡμῖν ἐμποδὼν οὐδέν· οὐδένα γὰρ ὅρκον οἱ ἐν Πειραιεῖ τοῖς ἐν Πειραιεῖ ὤμοσαν.

因此,如果他留在城内而我们在比雷埃夫斯,这些协议对他或许还有些道理;但事实上,他当时也在比雷埃夫斯,我、狄奥尼修斯以及在这里寻求惩处他的所有人也都在那里,所以协议对我们绝无任何阻碍;因为比雷埃夫斯人从未对比雷埃夫斯人发过誓。

§91

ἐκ παντὸς δὲ τρόπου ἔμοιγε δοκεῖ οὐχ ἑνὸς θανάτου ἄξιος εἶναι, ὅστις φησὶ μὲν ὑπὸ τοῦ δήμου πεποιῆσθαι,1 τὸν δὲ δῆμον, ὃν αὐτός φησι πατέρα αὑτοῦ εἶναι, φαίνεται κακώσας, καθυφεὶς καὶ προδοὺς ἐξ ὧν ἐκεῖνος μείζων καὶ ἰσχυρότερος ἐγίγνετο. ὅστις οὖν τόν τε γόνῳ πατέρα τὸν αὑτοῦ ἔτυπτε καὶ οὐδὲν παρεῖχε τῶν ἐπιτηδείων, τόν τε ποιητὸν πατέρα ἀφείλετο ἃ ἦν ὑπάρχοντα ἐκείνῳ ἀγαθά, πῶς οὐ καὶ διὰ τοῦτο κατὰ τὸν τῆς κακώσεως νόμον ἄξιός ἐστι θανάτῳ ζημιωθῆναι;

从任何方面来看,在我看来,他都理应死上不止一次:他自称由人民所收养,却显见虐待了人民——他自己称之为父亲的那个人民——出卖并背叛了使人民变得更伟大更强盛的依托。那么,一个既殴打生父、不提供任何生活必需品,又剥夺养父原本拥有的福祉之人,根据关于虐待父母的法律,难道不也正因这一点而理应被处以死刑吗?

§92

προσήκει δʼ ὑμῖν, ὦ ἄνδρες δικασταί, ἅπασι τιμωρεῖν ὑπὲρ ἐκείνων τῶν ἀνδρῶν ὁμοίως ὥσπερ ἡμῶν ἑνὶ ἑκάστῳ. ἀποθνῄσκοντες γὰρ ἐπέσκηψαν καὶ ἡμῖν καὶ τοῖς φίλοις ἅπασι τιμωρεῖν ὑπὲρ σφῶν αὐτῶν Ἀγόρατον τουτονὶ ὡς φονέα ὄντα, καὶ κακῶς ποιεῖν καθʼ ὅσον ἂν ἔμβραχυ ἕκαστος δύνηται.2 εἰ τοίνυν τι ἐκεῖνοι ἀγαθὸν τὴν πόλιν ἢ τὸ πλῆθος τὸ ὑμέτερον φανεροί εἰσι πεποιηκότες, ὃ καὶ αὐτοὶ ὑμεῖς ὁμολογεῖτε, ἀνάγκη ὑμᾶς ἐστι πάντας ἐκείνοις φίλους καὶ ἐπιτηδείους εἶναι, ὥστε οὐδὲν μᾶλλον ἡμῖν ἢ καὶ ὑμῶν ἑνὶ ἑκάστῳ ἐπέσκηψαν.

审判官先生们,你们所有人为那些人复仇,正如我们每一个人一样是理所当然的。因为他们在临死之际,嘱托我们和所有友人,向作为凶手的这个阿戈拉托斯为他们复仇,并在每个人力所能及的范围内尽可能严惩他。那么,如果显而易见他们曾为城邦或你们的民众做过好事——这一点你们自己也承认——你们大家必然都是他们的友人与至亲,因此他们嘱托于我们的,丝毫不亚于嘱托给你们每一个人。

§93

οὔκουν οὔτε ὅσιον οὔτε νόμιμον ὑμῖν ἐστιν ἀνεῖναι Ἀγόρατον τουτονί. ὑμεῖς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, νυνὶ δή, ἐπεὶ ἐν τῷ τότε χρόνῳ, ἐν ᾧ ἐκεῖνοι ἀπέθνῃσκον, οὐχ οἷοί τε ἦστε ἐπαρκέσαι διὰ τὰ πράγματα τὰ περιεστηκότα, νυνί, ἐν ᾧ δύνασθε, τιμωρήσατε τὸν ἐκείνων φονέα. ἐνθυμεῖσθε δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅπως μὴ πάντων ἔργον σχετλιώτατον ἐργάσησθε. εἰ γὰρ ἀποψηφιεῖσθε Ἀγοράτου τουτουί, οὐ μόνον τοῦτο διαπράττεσθε, ἀλλὰ καὶ ἐκείνων τῶν ἀνδρῶν, οὓς ὁμολογεῖτε ὑμῖν εὔνους εἶναι, τῇ αὐτῇ ψήφῳ ταύτῃ θάνατον καταψηφίζεσθε·3 ἀπολύοντες γὰρ τὸν αἴτιον ὄντα ἐκείνοις τοῦ θανάτου οὐδὲν ἄλλο γιγνώσκετε ἢ ἐκείνους δικαίως ὑπὸ τούτου τεθνηκέναι. καὶ οὕτως ἂν δεινότατα πάντων πάθοιεν, εἰ οἷς ἐπέσκηπτον ἐκεῖνοι ὡς φίλοις οὖσι τιμωρεῖν ὑπὲρ αὑτῶν, οὗτοι ὁμόψηφοι κατʼ ἐκείνων τῶν ἀνδρῶν τοῖς τριάκοντα γενήσονται.

因此,放走这个阿戈拉托斯,对你们而言既不虔敬也不合法。雅典人先生们,正是现在——因为在他们死去的那个时候,由于环绕四周的艰难局势,你们未能施以援手——如今在你们有能力之时,请严惩杀害他们的凶手!雅典人先生们,请仔细思量,切莫做出世上最令人痛绝的恶事。因为如果你们判决这个阿戈拉托斯无罪,你们不仅做成了这件事,而且用这同一张选票,等于判处了那些你们公认对你们怀有善意的人死刑;因为释放致他们于死地的元凶,你们判定得出的结论无非是他们理应被此人处死。而如果那些被他们作为友人托付为自己复仇的人,竟然与三十人僭主投下相同的票来反对那些死者,他们所蒙受的该是何等骇人听闻的苦难啊!

§95

μηδαμῶς, ὦ ἄνδρες δικασταί, πρὸς θεῶν Ὀλυμπίων, μήτε τέχνῃ μήτε μηχανῇ μηδεμιᾷ θάνατον ἐκείνων τῶν ἀνδρῶν καταψηφίσησθε, οἳ πολλὰ κἀγαθὰ ὑμᾶς ποιήσαντες διὰ ταῦτα ὑπὸ τῶν τριάκοντα καὶ Ἀγοράτου τουτουὶ ἀπέθανον. ἀναμνησθέντες οὖν ἁπάντων τῶν δεινῶν, καὶ τῶν κοινῶν τῇ πόλει καὶ τῶν ἰδίων, ὅσα ἑκάστῳ ἐγένετο ἐπειδὴ ἐκεῖνοι οἱ ἄνδρες ἐτελεύτησαν, τιμωρήσατε τὸν αἴτιον τούτων. ἀποδέδεικται δʼ ὑμῖν καὶ ἐκ τῶν ψηφισμάτων καὶ ἐκ τῶν ἀπογραφῶν καὶ ἐκ τῶν ἄλλων ἁπάντων Ἀγόρατος ὢν αὐτοῖς τοῦ θανάτου.

审判官先生们,看在奥林匹斯诸神的份上,绝不要以任何手段或计谋去判决那些人为死罪!他们为你们做了许多善事,却正因如此死于三十人僭主和这个阿戈拉托斯之手。因此,在回想起那些人去世后降临在城邦公家以及你们各人私下的所有恐怖苦难之后,请惩罚造成这些苦难的罪魁祸首!从法令、告发名单以及所有其他证据中,已经向你们充分证明了阿戈拉托斯就是致他们于死命的人。

§96

ἔτι δὲ καὶ προσήκει ὑμῖν ἐναντία τοῖς τριάκοντα ψηφίζεσθαι· ὧν μὲν τοίνυν ἐκεῖνοι θάνατον κατέγνωσαν, ὑμεῖς ἀποψηφίσασθε·4 ὧν δʼ ἐκεῖνοι θάνατον οὐ κατέγνωσαν, ὑμεῖς καταψηφίσασθε. οἱ τριάκοντα τοίνυν τῶν μὲν ἀνδρῶν τούτων, οἳ ἦσαν ὑμέτεροι φίλοι, θάνατον κατέγνωσαν, ὧν δεῖ ὑμᾶς ἀποψηφίζεσθαι· Ἀγοράτου δὲ ἀπεψηφίσαντο, διότι ἐδόκει προθύμως τούτους ἀπολλύναι· οὗ προσήκει καταψηφίζεσθαι.

此外,你们也应当做出与三十人僭主完全相反的投票:凡是他们判处死刑的人,你们应当判决无罪;凡是他们未曾判处死刑的人,你们应当判决有罪。三十人僭主判处了死刑的那些人,本是你们的友人,你们理应判定他们无罪;而他们判定无罪的阿戈拉托斯,乃是因为他显得在卖力消灭那些人,你们理应判定他有罪。

§97

ἐὰν οὖν τὰ ἐναντία τοῖς τριάκοντα ψηφίζησθε, πρῶτον μὲν οὐχ ὁμόψηφοι τοῖς ἐχθροῖς γίγνεσθε, ἔπειτα τοῖς ὑμετέροις αὐτῶν φίλοις τετιμωρηκότες ἔσεσθε, ἔπειτα τοῖς πᾶσιν ἀνθρώποις δόξετε δίκαια καὶ ὅσια ψηφίσασθαι.

因此,如果你们做出与三十人僭主相反的判决,首先,你们不会与仇敌投下相同的票;其次,你们将为自己的友人报了仇;最后,在全人类面前,你们将被视为投出了公正而虔敬的选票。

语法注4 条
  1. 91ὅστις φησὶ μὲν ὑπὸ τοῦ δήμου πεποιῆσθαι

    πεποιῆσθαι 是动词 ποιέω 的完成时被动态不定式,在此处兼具被“收养为子”与被“授予公民权(接纳为公民)”的双重涵义。它与后文的 τὸν δὲ δῆμον, ὃν αὐτός φησι πατέρα αὑτοῦ εἶναι(他自己称之为父亲的民众)及 τὸν ποιητὸν πατέρα(养父)紧密呼应,演说者将城邦授予公民权比拟为家庭收养,从而在修辞上得以援引惩治虐待父母之罪(κάκωσις)的法令。

  2. 92καθʼ ὅσον ἂν ἔμβραχυ ἕκαστος δύνηται

    副词 ἔμβραχυ(字面意为“简言之”或“无论如何”)与 καθʼ ὅσον ἂν 连用,构成固定习语,意为“竭尽所能地”或“在每个人力所能及的限度内”。在此处用于强化受害者遗言嘱托友人对凶手施加报复(κακῶς ποιεῖν)的程度。

  3. 93ἐκείνων τῶν ἀνδρῶν... τῇ αὐτῇ ψήφῳ ταύτῃ θάνατον καταψηφίζεσθε

    动词 καταψηφίζομαι 接判决对象的属格(ἐκείνων τῶν ἀνδρῶν)以及所判刑罚的宾格(θάνατον),构成双重格支配句式。该构文清晰展现了演说者的修辞悖论:判定被告人阿戈拉托斯无罪,在法律与实质上等同于用同一张选票判处受害者死刑。

  4. 96ὧν μὲν τοίνυν ἐκεῖνοι θάνατον κατέγνωσαν, ὑμεῖς ἀποψηφίσασθε

    关系代名词 ὧν 省略了先行词(即后文提到的受害者们),并在关系从句中作为动词 καταγιγνώσκω(判定某人某罪/刑,支配人的属格与刑罚的宾格 θάνατον)的人身宾语(属格)。同时,它也兼为主句动词 ἀποψηφίσασθε(宣告某人无罪,习惯支配属格)所要求的属格宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0540.tlg013.humanitext-grc2:90-97