- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg013.humanitext-grc2:63-72
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者将惨遭阿戈拉托斯杀害或流放之公民的高尚功绩,与被告及其兄弟的奴隶出身及累累罪行形成鲜明对比,并凭借法令铭文驳斥了被告声称刺杀弗里尼科斯而获赠公民权的谎言。
οἱ δʼ ἑτέρας μεγάλας ἀρχὰς ἄρξαντες καὶ τριηραρχίας πολλὰς τριηραρχήσαντες οὐδεπώποτε ὑφʼ ὑμῶν οὐδεμίαν αἰτίαν αἰσχρὰν ἔσχον. οἱ δʼ αὐτῶν περιγενόμενοι καὶ σωθέντες, οὓς οὗτος μὲν ἀπέκτεινεν ὁμοίως καὶ θάνατος αὐτῶν κατεγνώσθη, ἡ δὲ τύχη καὶ ὁ δαίμων περιεποίησε, φυγόντες ἐνθένδε καὶ οὐ συλληφθέντες οὐδὲ ὑπομείναντες τὴν κρίσιν, κατελθόντες ἀπὸ Φυλῆς τιμῶνται ὑφʼ ὑμῶν ὡς ἄνδρες ἀγαθοὶ ὄντες.
还有另一些担任过其他重大官职并多次出资充当三列桨座战船统领的人,也从未受过你们任何不光彩的指控。他们中那些幸存下来并得以保全的人——这个人同样害死了他们,他们也被判处了死刑,但命运与神意保全了他们——因逃离此地而未遭逮捕,也未留下受审,从菲勒归来后,如今作为忠良之士受到你们的尊敬。
τούτους μέντοι τοιούτους ὄντας Ἀγόρατος τοὺς μὲν ἀπέκτεινε, τοὺς δὲ φυγάδας ἐντεῦθεν ἐποίησε, τίς ὢν αὐτός; δεῖ γὰρ ὑμᾶς εἰδέναι ὅτι δοῦλος καὶ ἐκ δούλων ἐστίν, ἵνʼ εἰδῆτε οἷος ὢν ὑμᾶς ἐλυμαίνετο. τουτῳὶ μὲν γὰρ πατὴρ ἦν Εὐμάρης, ἐγένετο δὲ ὁ Εὐμάρης οὗτος Νικοκλέους καὶ Ἀντικλέους.1 καί μοι ἀνάβητε μάρτυρες.
然而,正是这些如此优秀的人,阿戈拉托斯却杀害了其中一些,又使另一些人流亡异乡——而他自己又是什么身份呢?你们必须知道,他是一个奴隶,且是奴隶的后代,这样你们才能知道究竟是怎样的人在肆意蹂躏你们。原来这个人的父亲叫尤马里斯,而这个尤马里斯曾是尼科克勒斯和安提克勒斯的奴产。请证人们上台。
Μάρτυρες ἦσαν τοίνυν οὗτοι, ὦ ἄνδρες δικασταί, τέτταρες ἀδελφοί. τούτων εἷς μὲν ὁ πρεσβύτατος ἐν Σικελίᾳ παραφρυκτωρευόμενος τοῖς πολεμίοις ληφθεὶς ὑπὸ Λαμάχου ἀπετυμπανίσθη· ὁ δὲ ἕτερος εἰς Κόρινθον μὲν ἐντευθενὶ ἀνδράποδον ἐξήγαγεν, ἐκεῖθεν δὲ παιδίσκην αὖθις ἐξάγων ἁλίσκεται, καὶ ἐν τῷ δεσμωτηρίῳ δεδεμένος ἀπέθανε· τὸν δὲ τρίτον Φαινιππίδης ἐνθάδε λωποδύτην ἀπήγαγε, καὶ ὑμεῖς κρίναντες αὐτὸν ἐν τῷ δικαστηρίῳ καὶ καταγνόντες αὐτοῦ θάνατον ἀποτυμπανίσαι παρέδοτε. ὡς δὲ ἀληθῆ λέγω, καὶ αὐτὸν οἶμαι ὁμολογήσειν τοῦτον καὶ μάρτυρας παρεξόμεθα.
[证人]审判官诸君,他们原来是亲兄弟四人。其中最年长的一人,在西西里用烽火向敌人发信号,被拉马科斯拿获并用棍杖击毙;第二个把这里的奴隶拐带到科林斯,又从那里拐带一个女奴时被捕,关在牢里死去了;第三个被法尼庇得斯在这里作为偷衣贼当场拘捕,而你们在法庭上审判了他,判处他死刑并交由刽子手用棍杖打死。至于我说的是否属实,我想连他自己也会承认,我们也将提供证人。
Μάρτυρες τἆλλα τοίνυν, ὦ ἄνδρες δικασταί, ὅσα κακὰ καὶ αἰσχρὰ καὶ τούτῳ καὶ τοῖς τούτου ἀδελφοῖς ἐπιτετήδευται, πολὺ ἂν εἴη ἔργον λέγειν. περὶ δὲ συκοφαντίας, ὅσας οὗτος ἢ δίκας ἰδίας συκοφαντῶν ἐδικάζετο ἢ γραφὰς ὅσας ἐγράφετο ἢ ἀπογραφὰς ἀπέγραφεν, οὐδὲν με δεῖ καθʼ ἕκαστον λέγειν· συλλήβδην γὰρ ὑμεῖς ἅπαντες καὶ ἐν τῷ δήμῳ καὶ ἐν τῷ δικαστηρίῳ συκοφαντίας αὐτοῦ κατέγνωτε καὶ ὦφλεν ὑμῖν μυρίας δραχμάς, ὥστε τοῦτο μὲν ἱκανῶς ὑπὸ ὑμῶν ἁπάντων μεμαρτύρηται. γυναῖκας τοίνυν τῶν πολιτῶν τοιοῦτος ὢν μοιχεύειν καὶ διαφθείρειν ἐλευθέρας ἐπεχείρησε, καὶ ἐλήφθη μοιχός· καὶ τούτου θάνατος ἡ ζημία ἐστίν. ὡς δὲ ἀληθῆ λέγω, μάρτυρας κάλει.
[证人]审判官诸君,至于这个人及其兄弟们所犯下的其他种种恶劣和可耻的勾当,若要细说那可就太费篇幅了。关于诬告构陷,无论他通过恶意诬告提起了多少起民事诉讼,或者提起了多少起刑事指控,开列了多少告发名单,我都没有必要逐一叙说;因为你们全体,无论在公民大会上还是在法庭上,一致判定他犯有恶意诬告罪,并对他处以了一万德拉克马的罚金,因此这一点已经由你们全体充分作证了。此外,以此等下贱的身份,他竟敢企图通奸并败坏公民家中的自由妇女,并且作为通奸者被当场捉住;而对此项罪行的惩罚是死刑。为了证明我说的是实话,请传证人。
Μάρτυρες πῶς οὖν οὐχ ἅπασι προσήκει ὑμῖν τούτου καταψηφίζεσθαι; εἰ γὰρ τούτων ἕκαστος διʼ ἓν ἁμάρτημα θανάτου ἠξιώθη, ἦ που τοῦ γε πολλὰ ἐξημαρτηκότος καὶ δημοσίᾳ εἰς τὴν πόλιν καὶ ἰδίᾳ εἰς ἕκαστον ὑμῶν, ὧν ἑκάστου ἁμαρτήματος ἐν τοῖς νόμοις θάνατος ἡ ζημία ἐστί, δεῖ ὑμᾶς σφόδρα θάνατον αὐτοῦ καταψηφίσασθαι.
[证人]那么,你们大家难道不应该一致投票判处他有罪吗?如果那些人每人仅因一项罪过就被认为该当受死,那么对于一个犯下了无数罪行的人——既在公事上危害了城邦,又在私事上侵害了你们每个人,且其中每一项罪行在法律中都被定为死罪——你们难道不更应该坚决投票判处他死刑吗?
λέξει δέ, ὦ ἄνδρες δικασταί, καὶ ἐξαπατῆσαι ὑμᾶς πειράσεται, ὡς ἐπὶ τῶν τετρακοσίων Φρύνιχον ἀπέκτεινε, καὶ ἀντὶ τούτου φησιν αὐτὸν Ἀθηναῖον τὸν δῆμον ποιήσασθαι, ψευδόμενος, ὦ ἄνδρες δικασταί· οὔτε γὰρ Φρύνιχον ἀπέκτεινεν οὔτε Ἀθηναῖον αὐτὸν ὁ δῆμος ἐποιήσατο.
审判官诸君,他还会声称并试图欺骗你们,说他在四百人统治时期杀死了弗里尼科斯,并妄称人民因此授予了他雅典公民身份——他在说谎,审判官诸君;因为他既没有杀死弗里尼科斯,人民也从未授予他雅典公民权。
Φρυνίχῳ γάρ, ὦ ἄνδρες δικασταί, κοινῇ Θρασύβουλός τε ὁ Καλυδώνιος καὶ Ἀπολλόδωρος ὁ Μεγαρεὺς ἐπεβούλευσαν· ἐπειδὴ δὲ ἐπετυχέτην αὐτῷ βαδίζοντι, ὁ μὲν Θρασύβουλος τύπτει τὸν Φρύνιχον καὶ καταβάλλει πατάξας, ὁ δὲ Ἀπολλόδωρος οὐχ ἥψατο· ἀλλʼ ἐν τούτῳ κραυγὴ γίγνεται καὶ ᾤχοντο φεύγοντες. Ἀγόρατος δὲ οὑτοσὶ οὔτε παρεκλήθη οὔτε παρεγένετο οὔτε οἶδε τοῦ πράγματος οὐδέν. ὡς δὲ ἀληθῆ λέγω, αὐτὸ ὑμῖν τὸ ψήφισμα δηλώσει.
审判官诸君,实际上谋刺弗里尼科斯的是卡吕冬的斯拉苏布洛斯与墨伽拉的阿波罗多洛斯共同策划的;当他们碰上正在行走的弗里尼科斯时,斯拉苏布洛斯击中弗里尼科斯并将其打倒在地,阿波罗多洛斯则没有动手;但就在这时叫喊声四起,他们便仓皇逃跑了。而这里的这个阿戈拉托斯既未受到邀请,也未在场,对那件事更是一无所知。为了证明我说的是实话,法令本身就会向你们表明。
Ψήφισμα ὅτι μὲν οὐκ ἀπέκτεινε Φρύνιχον, ἐξ αὐτοῦ τοῦ ψηφίσματος δῆλον· οὐδαμοῦ γάρ ἐστιν Ἀγόρατον Ἀθηναῖον εἶναι2 ὥσπερ Θρασύβουλον. καίτοι εἴπερ ἀπέκτεινε Φρύνιχον, ἔδει αὐτὸν ἐν τῇ αὐτῇ στήλῃ, ἵνα περ Θρασύβουλον, Ἀθηναῖον πεποιημένον ἐγγεγράφθαι·3 τὰ μέντοι ὀνόματα διαπράττονται σφῶν αὐτῶν, δόντες ἀργύριον τῷ ῥήτορι, προσγραφῆναι εἰς τὴν στήλην ὡς εὐεργέτας ὄντας. καὶ ὡς ἀληθῆ λέγω, τοῦτο τὸ ψήφισμα ἐλέγξει.
[法令]他没有杀死弗里尼科斯,从法令本身即可一目了然;因为法令中绝没有像斯拉苏布洛斯那样写着“阿戈拉托斯成为雅典公民”。然而,如果他真的杀死了弗里尼科斯,他就应该像斯拉苏布洛斯一样,作为被授予公民权者刻在同一块石碑上;可是他们却通过向演说家塞钱,才使自己的名字作为行善者被追加刻在石碑上。为了证明我说的是实情,这项法令将提供确证。
- 64ἐγένετο δὲ ὁ Εὐμάρης οὗτος Νικοκλέους καὶ Ἀντικλέους
动词 γίγνομαι 与所有格(Νικοκλέους καὶ Ἀντικλέους)连用构成表语性从属结构,意为“这个尤马里斯成为了尼科克勒斯和安提克勒斯的财产(奴隶)”。此处并非表示父子渊源的父名属格,而是呼应前文的 δοῦλος καὶ ἐκ δούλων(奴隶且出身于奴隶),指明其奴隶归属关系。
- 72οὐδαμοῦ γάρ ἐστιν Ἀγόρατον Ἀθηναῖον εἶναι
非人称结构 οὐδαμοῦ ἐστιν 接带宾格的不定式短语(Ἀγόρατον Ἀθηναῖον εἶναι)。此处并非表示可能性的“绝无可能……”,而是指官方法令文本中“绝无(写着)‘阿戈拉托斯成为雅典公民’这一条”。
- 72ἔδει αὐτὸν ἐν τῇ αὐτῇ στήλῃ, ἵνα περ Θρασύβουλον, Ἀθηναῖον πεποιημένον ἐγγεγράφθαι
由 ἔδει 引导宾格加不定式(αὐτὸν ... ἐγγεγράφθαι)构成的过去未实现义务句式,意为“他理应被铭刻上”。其中的关系副词从句 ἵνα περ Θρασύβουλον 是高度省略的比较结构,承接先行词 ἐν τῇ αὐτῇ στήλῃ,省略了与斯拉苏布洛斯相应的谓词部分(相当于“在铭刻着斯拉苏布洛斯的同一石碑上”)。
