- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg013.humanitext-grc2:53-62
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出阿戈拉托斯放弃了逃生的机会,出于私利告发良善公民,并因取悦僭主而免死;随后演说者驳斥了他企图归咎于梅内斯特拉托斯的辩解,将舍生取义的保证人阿里斯托芬与恩将仇报的阿戈拉托斯进行了对比。
καίτοι εἰ ἐκείνοις ἐπίθου καὶ ἠθέλησας ἐκπλεῦσαι μετʼ ἐκείνων, οὔτʼ ἂν ἑκὼν οὔτε ἄκων τοσούτους Ἀθηναίων ἀπέκτεινας· νῦν δὲ πεισθεὶς ὑφʼ ὧν τότε ἐπείσθης, εἰ τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων τὰ ὀνόματα μόνον εἴποις, μέγα τι ᾤου παρʼ αὐτῶν διαπράξεσθαι.1 οὔκουν τούτου ἕνεκα δεῖ σε παρʼ ἡμῶν συγγνώμης τινὸς τυχεῖν, ἐπεὶ οὐδὲ ἐκεῖνοι παρὰ σοῦ οὐδεμιᾶς ἔτυχον, οὓς σὺ ἀπέκτεινας.
然而,如果你当时听从了他们,并且愿意与他们一同出海离开,那么无论你是自愿还是非自愿,都不会杀害这么多雅典人。可是实际上,你听信了当时蛊惑你的那些人,以为只要报出将军们和步兵统领们的名字,就能从他们那里谋得天大的好处。因此,你绝不该凭这一点得到我们的宽恕,因为那些被你杀害的人,也从未从你那里得到过任何宽恕。
καὶ Ἱππίας μὲν ὁ Θάσιος καὶ Ξενοφῶν ὁ Κουριεύς, οἳ ἐπὶ τῇ αὐτῇ αἰτίᾳ τούτῳ ὑπὸ τῆς βουλῆς μετεπέμφθησαν, οὗτοι μὲν ἀπέθανον, ὁ μὲν στρεβλωθείς, Ξενοφῶν, ὁ δὲ Ἱππίας οὕτω, διότι οὐκ ἄξιοι ἐδόκουν τοῖς τριάκοντα σωτηρίας εἶναι (οὐδένα γὰρ Ἀθηναίων ἀπώλλυσαν)· Ἀγόρατος δὲ ἀφείθη, διότι ἐδόκει ἐκείνοις τὰ ἥδιστα πεποιηκέναι.
至于萨索斯的希庇亚斯和库里翁的色诺芬,他们二人由于与这个人相同的罪名被议事会传唤,他们都被处死了——色诺芬是在受刑架拷打之后,希庇亚斯则是直接被处决的——因为三十人僭主认为他们不配活命(因为他们没有使任何一个雅典人丧命);而阿戈拉托斯之所以获释,是因为他似乎做出了最合他们心意的事。
ἀκούω δʼ αὐτὸν καὶ εἰς Μενέστρατον ἀναφέρειν τι περὶ τῶν ἀπογραφῶν τούτων. τὸ δὲ τοῦ Μενεστράτου πρᾶγμα τοιοῦτον ἐγένετο. ὁ Μενέστρατος οὗτος ἀπεγράφη ὑπὸ τοῦ Ἀγοράτου καὶ συλληφθεὶς ἐδέδετο· Ἁγνόδωρος δʼ ἦν Ἀμφιτροπαιεύς, δημότης τοῦ Μενεστράτου, Κριτίου κηδεστὴς τοῦ τῶν τριάκοντα. οὗτος οὖν, ὅτε ἡ ἐκκλησία Μουνιχίασιν ἐν τῷ θεάτρῳ ἐγίγνετο, ἅμα μὲν βουλόμενος τὸν Μενέστρατον σωθῆναι, ἅμα δὲ ὡς πλείστους ἀπογραφέντας ἀπολέσθαι, παράγει αὐτὸν εἰς τὸν δῆμον, καὶ εὑρίσκονται αὐτῷ κατὰ τὸ ψήφισμα τουτὶ ἄδειαν.
而且,我还听说他要把这些告发的责任推卸给梅内斯特拉托斯一部分。但梅内斯特拉托斯的事情是这样的:这位梅内斯特拉托斯是被阿戈拉托斯告发的,被捕后关在牢里;当时有个阿姆菲特罗佩村社的哈格诺多罗斯,他是梅内斯特拉托斯的同村社人,也是三十人中克里提阿斯的姻亲。于是这个人,在穆尼基阿的剧场举行公民大会时,既想让梅内斯特拉托斯获救,又想让尽可能多的人因被告发而丧命,便把他带到了民众面前,并通过下面这项法令为他取得了赦免。
Ψήφισμα ἐπειδὴ δὲ τοῦτο τὸ ψήφισμα ἐγένετο, μηνύει ὁ Μενέστρατος καὶ προσαπογράφει ἑτέρους τῶν πολιτῶν. τοῦτον μέντοι οἱ μὲν τριάκοντα ἀφεῖσαν ὥσπερ Ἀγόρατον τουτονί, δόξαντα τἀληθῆ εἰσαγγεῖλαι, ὑμεῖς δὲ πολλῷ χρόνῳ ὕστερον λαβόντες ἐν δικαστηρίῳ ὡς ἀνδροφόνον ὄντα, θάνατον δικαίως καταψηφισάμενοι τῷ δημίῳ παρέδοτε καὶ ἀπετυμπανίσθη.
[法令]在这项法令通过之后,梅内斯特拉托斯便出面告密,开列了更多公民的名单。三十人固然把他释放了,就像释放这里的阿戈拉托斯一样,认定他报告了实情;但很久以后,你们在法庭上以杀人凶手的罪名拿获了他,公正地判处他死刑并交给了刽子手,他被施以棍杖刑处死。
καίτοι εἰ ἐκεῖνος ἀπέθανεν, ἦ που Ἀγόρατός γε δικαίως ἀποθανεῖται, ὅς γε τόν τε Μενέστρατον ἀπογράψας αἴτιος ἐκείνῳ ἐστὶ τοῦ θανάτου, καὶ τοῖς ὑπὸ Μενεστράτου ἀπογραφεῖσι τίς αἰτιώτερος ἢ ὁ εἰς τοιαύτην ἀνάγκην ἐκεῖνον καταστήσας;2
然而,如果那个人都被处死了,阿戈拉托斯难道不更应该理所应当地被处死吗?正是他告发了梅内斯特拉托斯而造成了后者的死亡,而对于那些被梅内斯特拉托斯告发的人来说,难道还有谁比将梅内斯特拉托斯置于这种绝境的人罪责更大吗?
ἀνόμοιος δέ μοι δοκεῖ Ἀριστοφάνει γενέσθαι τῷ Χολλείδῃ, ὃς ἐγγυητὴς τότε τούτου ἐγένετο καὶ τὰ πλοῖα παρασκευάσας Μουνιχίασιν ἕτοιμος ἦν συνεκπλεῖν μετὰ τούτου. καὶ τό γε ἐπʼ ἐκεῖνον εἶναι3 ἐσώθης, καὶ οὔτʼ ἂν Ἀθηναίων οὐδένα ἀπώλεσας οὔτʼ ἂν αὐτὸς σὺ εἰς τοιούτους κινδύνους κατέστης· νῦν δὲ καὶ τὸν σωτῆρα τὸν σαυτοῦ ἐτόλμησας ἀπογράψαι, καὶ ἀπογράψας ἀπέκτεινας καὶ ἐκεῖνον καὶ τοὺς ἄλλους ἐγγυητάς. τοῦτον μέντοι ὡς οὐ καθαρῶς Ἀθηναῖον ὄντα ἐβούλοντό τινες βασανισθῆναι, καὶ τουτὶ τὸ ψήφισμα τὸν δῆμον ἀναπείθουσι ψηφίζεσθαι.
在我看来,他的为人与霍雷代村社的阿里斯托芬截然不同,后者当时作为他的保证人,在穆尼基阿备好了船只,准备与他一同起航。就那个人而言,你原本已经获救了,你既不会毁灭任何雅典人,你自己也不会陷入如今这样的危险境地;可是如今,你竟然连自己的救命恩人都敢告发,由于你的告发,你不仅害死了他,也害死了其他的保证人。然而,有些人因为他不是纯粹的雅典公民,便想对他施加拷问,并说服民众通过了下面这项法令。
Ψήφισμα μετὰ τοῦτο τοίνυν προσιόντες τῷ Ἀριστοφάνει οἱ πράττοντες τότε τὰ πράγματα ἐδέοντο αὐτοῦ κατειπεῖν καὶ σῴζεσθαι, καὶ μὴ κινδυνεύειν ἀγωνισάμενον τῆς ξενίας τὰ ἔσχατα παθεῖν. ὁ δὲ οὐκ ἔφη οὐδέποτε· οὕτω χρηστὸς ἦν καὶ περὶ τοὺς δεδεμένους καὶ περὶ τὸν δῆμον τὸν Ἀθηναίων, ὥστε εἵλετο μᾶλλον ἀποθανεῖν ἢ κατειπεῖν καὶ ἀδίκως τινὰς ἀπολέσαι.
[法令]在这之后,当时掌权的人便找到阿里斯托芬,请求他提供口供以保全性命,不要冒着因外邦人冒充公民罪受审而被处以极刑的危险。但他断然拒绝了;无论对待狱中的囚徒还是对待雅典的民众,他都是如此高尚正直,以至于他宁愿去死,也不愿充当告密者而不义地毁灭任何人。
ἐκεῖνος μὲν τοίνυν καὶ ὑπὸ σοῦ ἀπολλύμενος τοιουτοσὶ ἐγένετο. σὺ δʼ οὐδὲν τοῖς ἀνδράσιν ἐκείνοις συνειδώς, πεισθεὶς δὲ ὡς σύ γε, ἐὰν ἐκεῖνοι ἀπόλωνται, μεθέξεις τῆς τότε πολιτείας καθισταμένης, ἀπέγραψας καὶ ἀπέκτεινας Ἀθηναίων πολλοὺς καὶ ἀγαθούς.
那个人即便在被你置于死地之时,尚且表现出如此品格。而你呢,对于那些人毫无所知,仅仅因为听信了传言,以为一旦他们被除掉,你就能在当时建立的政权中分得一杯羹,便开列名单杀害了许多优秀的雅典人。
βούλομαι δʼ ὑμῖν, ὦ ἄνδρες δικασταί, ἐπιδεῖξαι οἵων ἀνδρῶν ὑπʼ Ἀγοράτου ἀπεστέρησθε. εἰ μὲν οὖν οὐ πολλοὶ ἦσαν, καθʼ ἕκαστον ἂν περὶ αὐτῶν ἠκούετε, νῦν δὲ συλλήβδην περὶ πάντων. οἱ μὲν γὰρ στρατηγήσαντες ὑμῖν πολλάκις μείζω τὴν πόλιν τοῖς διαδεχομένοις στρατηγοῖς παρεδίδοσαν·
审判官诸君,我想向你们展示,你们因阿戈拉托斯而失去了何等样的人。如果他们人数不多,你们本可以逐一听到有关他们的事迹;但既然人数众多,我就概括地谈谈所有人。那些曾多次为你们担任将军的人,每次都把更为强大的城邦交到继任将领的手中;
- 53εἰ τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων τὰ ὀνόματα μόνον εἴποις, μέγα τι ᾤου παρʼ αὐτῶν διαπράξεσθαι
条件从句中的希求语气 εἴποις 是间接引语(表示思想内容)中依赖于过去时主动词 ᾤου 的用法,它代表了直接引语中带有 ἄν 的虚拟语气条件从句(ἐὰν ... εἴπω)。与之搭配的将来时不定词 διαπράξεσθαι 则对应直接引语中的将来时直陈语气(διαπράξομαι)。
- 57τοῖς ὑπὸ Μενεστράτου ἀπογραφεῖσι τίς αἰτιώτερος ἢ ὁ εἰς τοιαύτην ἀνάγκην ἐκεῖνον καταστήσας;
与格短语 τοῖς ὑπὸ Μενεστράτου ἀπογραφεῖσι 与比较级形容词 αἰτιώτερος(对……负有更大责任)连用,作关涉与格或受害与格(dativus relationis / incommodi),意为“对于/有损于被梅内斯特拉托斯告发的人而言”。
- 58τό γε ἐπʼ ἐκεῖνον εἶναι
这是使用绝对/限定性不定词(infinitive of limitation)构成的固定习语,意为“就他而言”或“在能力所及的范围内”。它在句中作副词性成分,将主句的陈述范围限定在“该人所能做到的努力”之内。
