- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg013.humanitext-grc2:43-52
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
起诉人详述了因阿戈拉托斯告发而被处决的忠良之士以及城邦在三十人统治下遭受的惨祸,并论证被告既不能否认告发,也不能声称告发正当,更不能以身不由己为由开脱,因为他原本完全有机会乘船逃亡。
Μάρτυρες οὗτοι μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπʼ Ἀγοράτου ἀπογραφέντες ἀπέθανον· ἐπειδὴ δὲ τούτους ἐκποδὼν ἐποιήσαντο οἱ τριάκοντα, σχεδὸν οἶμαι ὑμᾶς ἐπίστασθαι ὡς πολλὰ καὶ δεινὰ μετὰ ταῦτα τῇ πόλει ἐγένετο· ὧν οὗτος ἁπάντων αἴτιός ἐστιν ἀποκτείνας ἐκείνους. ἀνιῶμαι μὲν οὖν ὑπομιμνῄσκων τὰς γεγενημένας συμφορὰς τῇ πόλει, ἀνάγκη δʼ ἐστίν, ὦ ἄνδρες δικασταί, ἐν τῷ παρόντι καιρῷ, ἵνʼ εἰδῆτε ὡς σφόδρα ὑμῖν ἐλεεῖν προσήκει Ἀγόρατον. ἴστε μὲν γὰρ τοὺς ἐκ Σαλαμῖνος τῶν πολιτῶν κομισθέντας, οἷοι ἦσαν καὶ ὅσοι, καὶ οἵῳ ὀλέθρῳ ὑπὸ τῶν τριάκοντα ἀπώλοντο· ἴστε δὲ τοὺς ἐξ Ἐλευσῖνος, ὡς πολλοὶ ταύτῃ τῇ συμφορᾷ ἐχρήσαντο· μέμνησθε δὲ καὶ τοὺς ἐνθάδε διὰ τὰς ἰδίας ἔχθρας ἀπαγομένους εἰς τὸ δεσμωτήριον· οἵ οὐδὲν κακὸν τὴν πόλιν ποιήσαντες ἠναγκάζοντο αἰσχίστῳ καὶ ἀκλεεστάτῳ ὀλέθρῳ ἀπόλλυσθαι, οἱ μὲν γονέας πρεσβύτας καταλιπόντες, οἳ ἤλπιζον ὑπὸ τῶν σφετέρων αὐτῶν παίδων γηροτροφηθέντες, ἐπειδὴ τελευτήσειαν τὸν βίον, ταφήσεσθαι, οἱ δὲ ἀδελφὰς ἀνεκδότους, οἱ δὲ παῖδας μικροὺς πολλῆς ἔτι θεραπείας δεομένους·
[证人]雅典的男人们啊,这些人正是在被阿戈拉托斯告发后死去的;在三十人僭主除掉他们之后,我想你们几乎全都清楚此后城邦遭受了多少可怕的灾祸;而这一切的元凶就是杀害了他们的这个家伙。虽然回想城邦所遭遇的灾难令我痛心,但审判官诸君,在当下这一关头却不得不提,以便让你们知道,怜悯阿戈拉托斯对你们而言是多么地合宜。因为你们知道那些从萨拉米斯押送来的公民是何等样人、为数几何,以及他们是如何惨死于三十人之手的;你们也知道那些从厄琉息斯押送来的人,有多少人遭遇了同样的厄运;你们还记得那些因私仇而在本地被押入牢狱的人;他们没有做过任何危害城邦的事,却被迫在最可耻、最不光彩的毁灭中丧命,有些人抛下了年迈的父母,这些老人本指望能由自己的子女颐养天年,并在寿终正寝时得到安葬;有些人留下了未出嫁的姐妹;有些人则留下了尚需大量抚育的幼子。
οὕς, ὦ ἄνδρες δικασταί, ποίαν τινὰ οἴεσθε γνώμην περὶ τούτου ἔχειν, ἢ ποίαν τινὰ ἂν ψῆφον θέσθαι, εἰ ἐπʼ ἐκείνοις γένοιτο, ἀποστερηθέντας διὰ τοῦτον τῶν ἡδίστων;1 ἔτι δὲ τὰ τείχη ὡς κατεσκάφη καὶ αἱ νῆες τοῖς πολεμίοις παρεδόθησαν καὶ τὰ νεώρια καθῃρέθη καὶ Λακεδαιμόνιοι τὴν ἀκρόπολιν ἡμῶν εἶχον καὶ ἡ δύναμις ἅπασα τῆς πόλεως παρελύθη, ὥστε μηδὲν διαφέρειν τῆς ἐλαχίστης πόλεως τὴν πόλιν.
审判官诸君,你们以为因这个人而失去至亲的这些人,对他会抱有怎样的看法,或者如果由他们做主,他们又会投下怎样的票?此外,还请忆及城墙是如何被拆毁,战舰是如何被移交给敌人,船坞是如何被捣毁,斯巴达人是如何占据了我们的卫城,城邦的全部实力是如何被瓦解,以至于我们的城邦与最小的城邦毫无二致。
πρὸς δὲ τούτοις τὰς ἰδίας οὐσίας ἀπωλέσατε, καὶ τὸ τελευταῖον συλλήβδην ἅπαντες ὑπὸ τῶν τριάκοντα ἐκ τῆς πατρίδος ἐξηλάθητε. ταῦτα ἐκεῖνοι οἱ ἀγαθοὶ ἄνδρες αἰσθόμενοι οὐκ ἔφασαν ἐπιτρέψειν τὴν εἰρήνην, ὦ ἄνδρες δικασταί, ποιήσασθαι· οὓς σύ, Ἀγόρατε, βουλομένους ἀγαθόν τι πρᾶξαι τῇ πόλει ἀπέκτεινας, μηνύσας αὐτοὺς ἐπιβουλεύειν τῷ πλήθει τῷ ὑμετέρῳ, καὶ αἴτιος εἶ ἁπάντων τῇ πόλει τῶν κακῶν τῶν γεγενημένων. νῦν οὖν μνησθέντες καὶ τῶν ἰδίων ἕκαστος δυστυχημάτων καὶ τῶν κοινῶν τῆς πόλεως τιμωρεῖσθε τὸν αἴτιον τούτων.
除这些之外,你们还失去了个人财产,最后更被三十人僭主统统驱逐出国境。那些忠良之士正是预见到了这些后果,才表示绝不允许缔结这样的和约,审判官诸君;然而,阿戈拉托斯啊,你却杀害了想要为城邦谋福利的他们,告发他们阴谋颠覆你们的民主政治,你正是城邦所遭受的一切灾祸的罪魁祸首。因此,现在请你们每个人既牢记自己的个别不幸,也牢记城邦的共同灾难,惩办造成这一切的元凶吧。
θαυμάζω δʼ ἔγωγε, ὦ ἄνδρες δικασταί, ὅ τί ποτε τολμήσει πρὸς ὑμᾶς ἀπολογεῖσθαι· δεῖ γὰρ αὐτὸν ἀποδεῖξαι ὡς οὐ κατεμήνυσε τῶν ἀνδρῶν τούτων οὐδʼ αἴτιος αὐτοῖς ἐστι τοῦ θανάτου, ὃ οὐκ ἂν δύναιτο οὐδέποτε ἀποδεῖξαι.
审判官诸君,我倒真想知道,他究竟敢向你们提出怎样的辩解;因为他必须证明自己没有告发这些人,也没有造成他们的死亡,而这是他无论如何也无法证明的。
πρῶτον μὲν γὰρ τὰ ψηφίσματα αὐτοῦ τὰ ἐκ τῆς βουλῆς καὶ τὸ τοῦ δήμου καταμαρτυρεῖ, διαρρήδην ἀγορεύοντα περὶ ὧν Ἀγόρατος κατείρηκεν. ἔπειτα ἡ κρίσις, ἣν ἐκρίθη ἐπὶ τῶν τριάκοντα καὶ ἀφείθη, διαρρήδην λέγει, διότι φησίν ἔδοξε τἀληθῆ εἰσαγγεῖλαι. καί μοι ἀνάγνωθι.
首先,来自议事会和民众的法令都在不利于他地作证,明确写道:“关于阿戈拉托斯所告发之事”。 其次,他在三十人统治下受审并获释的判决书也明确写道:“因为,”判决书说,“他被认定告发了实情。” 请把这些念给我听。
Ψηφίσματα. Γνῶσις. ὡς μὲν οὖν οὐκ ἀπέγραψεν, οὐδενὶ τρόπῳ δύναιτʼ ἂν ἀποδεῖξαι· δεῖ τοίνυν αὐτὸν ὡς δικαίως ἐμήνυσε ταῦτα ἀποφαίνειν, ὁρῶν αὐτοὺς πονηρὰ καὶ οὐκ ἐπιτήδεια τῷ δήμῳ τῷ ὑμετέρῳ πράττοντας. οἴομαι δʼ οὐδʼ ἂν τοῦτο αὐτὸν ἐπιχειρῆσαι ἀποδεικνύναι. οὐ γὰρ δήπου, εἴ τι κακὸν τὸν δῆμον τὸν Ἀθηναίων εἰργάσαντο, οἱ τριάκοντα, δεδιότες μὴ καταλυθείη ἂν ὁ δῆμος, τιμωροῦντες ὑπὲρ τοῦ δήμου ἂν αὐτοὺς ἀπέκτειναν,2 ἀλλʼ οἶμαι πολὺ τοὐναντίον τούτου.
[法令、判决]由此可见,他无论如何也无法证明自己没有开列名单;那么他就必须表明自己告发他们是公正合法的,是因为看见他们正在对你们的民众干着恶毒和不利的事情。但我认为他甚至连试图证明这一点都不敢。因为如果他们当真对雅典民众干了什么坏事,三十人僭主绝不会因害怕民主制被颠覆而替民众报仇去处死他们,我认为事实恰恰与此相反。
ἀλλʼ ἴσως φήσει ἄκων τοσαῦτα κακὰ ἐργάσασθαι. ἐγὼ δʼ οὐκ οἶμαι, ὦ ἄνδρες δικασταί, οὐδʼ ἐάν τις ὑμᾶς ὡς μάλιστα ἄκων μεγάλα κακὰ ἐργάσηται, ὧν μὴ οἷόν τε γενέσθαι ἐστὶν ὑπερβολήν, οὐ τούτου ἕνεκα οὐ δεῖν ὑμᾶς ἀμύνεσθαι.3 εἶτα δὲ καὶ ἐκείνων μέμνησθε, ὅτι ἐξῆν Ἀγοράτῳ τουτῳί, πρὶν εἰς τὴν βουλὴν κομισθῆναι· καὶ γὰρ πλοῖα παρεσκεύαστο Μουνιχίασι, σωθῆναι· καὶ γὰρ πλοῖα παρεσκεύαστο καὶ οἱ ἐγγυηταὶ ἕτοιμοι ἦσαν συναπιέναι.
但他或许会说,他并非自愿造成这么大的灾难。然而审判官诸君,我认为,即便有人极其不情愿地给你们造成了无法超越的巨大伤害,你们也不该因此就不去惩戒他。此外,你们还要记住这一点:在被押送到议事会之前,这里的阿戈拉托斯原本是可以获救的;因为在穆尼基阿已经备好了船只,他的保证人们也随时准备与他一同离去。
- 46οὕς, ὦ ἄνδρες δικασταί, ποίαν τινὰ οἴεσθε γνώμην περὶ τούτου ἔχειν, ἢ ποίαν τινὰ ἂν ψῆφον θέσθαι, εἰ ἐπʼ ἐκείνοις γένοιτο, ἀποστερηθέντας διὰ τοῦτον τῶν ἡδίστων;
句首的宾格关系代词 οὕς 指代前文提到的遗属(老父母、姐妹和幼子),与分词 ἀποστερηθέντας 一致,并在受 οἴεσθε 支配的动词不定式 ἔχειν 和 θέσθαι 中作逻辑主语(宾格不定式结构)。这是句首连接性关系代词被主句动词框架吸收的结构。
- 51οὐ γὰρ δήπου, εἴ τι κακὸν τὸν δῆμον τὸν Ἀθηναίων εἰργάσαντο, οἱ τριάκοντα, δεδιότες μὴ καταλυθείη ἂν ὁ δῆμος, τιμωροῦντες ὑπὲρ τοῦ δήμου ἂν αὐτοὺς ἀπέκτειναν
由 οὐ γὰρ δήπου 引导的过去非真实条件句(归结分句为 ἂν αὐτοὺς ἀπέκτειναν)表达强烈的反诘推论。由分词 δεδιότες 引导的顾虑从句 μὴ καταλυθείη ἄν(带有潜在 ἄν 的希求语气,“唯恐民主制可能被颠覆”)以强烈的讽刺反问表达:作为寡头派的三十人僭主绝不可能出于维护民主政体而替民众杀人报仇。
- 52οὐ τούτου ἕνεκα οὐ δεῖν ὑμᾶς ἀμύνεσθαι
在否定性主动词 ἐγὼ δʼ οὐκ οἶμαι 之后,不定式 δεῖν 前再次出现否定词 οὐ,构成双重否定结构。这里的 οὐ 并非简单的否定重复,而是表达否定之否定:“我并不认为你们正因如此就不该进行惩罚”。
