- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg013.humanitext-grc2:32-42
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者陈述了阿戈拉托斯的告发如何导致三十人僭主操纵议事会进行不公审判并处死被控者,并详述受害者之一狄奥尼索多罗斯在狱中遗命家人向阿戈拉托斯复仇的经过。
ἐπειδὴ δὲ ἡ ἐκκλησία Μουνιχίασιν ἐν τῷ θεάτρῳ ἐγίγνετο, οὕτω σφόδρα τινὲς ἐπεμελοῦντο ὅπως καὶ ἐν τῷ δήμῳ περὶ τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων μήνυσις γένοιτο (περὶ δὲ τῶν ἄλλων ἀπέχρη ἐν τῇ βουλῇ μόνῃ γεγενημένη), ὥστε καὶ ἐκεῖ παράγουσιν αὐτὸν εἰς τὸν δῆμον. καί μοι ἀπόκριναι, ὦ Ἀγόρατε· οὐ γὰρ οἶμαί σε ἔξαρνον γενήσεσθαι ἃ ἐναντίον Ἀθηναίων ἁπάντων ἐποίησας.
当公民大会在穆尼基阿的剧场举行时,某些人极其渴望将有关将军们和步兵统领们的告发也提交到民众面前(因为对其他人而言,仅在议事会告发便已足够),以至于他们将他也带到了那里的民众面前。阿戈拉托斯啊,现在就回答我吧;因为我不认为你会否认自己在全体雅典人面前所做的事。
Ἐρώτησις ὁμολογεῖ μὲν καὶ αὐτός, ὅμως δὲ καὶ τὰ ψηφίσματα ὑμῖν τοῦ δήμου ἀναγνώσεται. Ψηφίσματα ὅτι μὲν ἀπέγραψεν Ἀγόρατος οὑτοσὶ τῶν ἀνδρῶν ἐκείνων τὰ ὀνόματα, καὶ τὰ ἐν τῇ βουλῇ καὶ τὰ ἐν τῷ δήμῳ, καὶ ἔστι φονεὺς ἐκείνων, σχεδόν τι οἶμαι ὑμᾶς ἐπίστασθαι· ὡς τοίνυν ἁπάντων τῶν κακῶν αἴτιος τῇ πόλει ἐγένετο καὶ οὐδʼ ὑφʼ ἑνὸς αὐτὸν προσήκει ἐλεεῖσθαι, ἐγὼ οἶμαι ὑμῖν ἐν κεφαλαίοις ἀποδείξειν.
[质问]他自己也承认了,不过还是让民众的法令当庭念给你们听听吧。 [法令]至于这里的阿戈拉托斯无论在议事会还是在公民大会上都开列了那些人的姓名,并且是杀害他们的凶手,我想你们几乎全都心知肚明;而关于他成了城邦一切灾难的罪魁祸首,且不配得到任何一个人的怜悯,我想我将向你们择要证明。
ἐπειδὴ γὰρ ἐκεῖνοι συλληφθέντες ἐδέθησαν, τότε καὶ ὁ Λύσανδρος εἰς τοὺς λιμένας τοὺς ὑμετέρους εἰσέπλευσε, καὶ αἱ νῆες αἱ ὑμέτεραι Λακεδαιμονίοις παρεδόθησαν, καὶ τὰ τείχη κατεσκάφη, καὶ οἱ τριάκοντα κατέστησαν, καὶ τί οὐ τῶν δεινῶν τῇ πόλει ἐγένετο.
因为正当那些人被捕入狱之时,吕珊德罗斯驶入了你们的港口,你们的战舰被移交给了斯巴达人,城墙被拆毁,三十人僭主得以确立,还有什么灾祸不曾降临在城邦身上呢?
ἐπειδὴ τοίνυν οἱ τριάκοντα κατεστάθησαν εὐθέως κρίσιν τοῖς ἀνδράσι τούτοις ἐποίουν ἐν τῇ βουλῇ, ὁ δὲ δῆμος ἐν τῷ δικαστηρίῳ ἐν δισχιλίοις ἐψήφιστο.1 καί μοι ἀνάγνωθι τὸ ψήφισμα.
三十人僭主一经确立,立刻就在议事会里对这些人进行审判;而民众原已投票决议[让他们]在由两千人组成的法庭中受审。请给我宣读这项法令。
Ψήφισμα εἰ μὲν οὖν ἐν τῷ δικαστηρίῳ ἐκρίνοντο, ῥαδίως ἂν ἐσῴζοντο· ἅπαντες γὰρ ἤδη ἐγνωκότες ἦτε οὗ ἦν κακοῦ ἡ πόλις, ἐν ᾧ οὐδὲν ἔτι ὠφελεῖν ἐδύνασθε2 νῦν δʼ εἰς τὴν βουλὴν αὐτοὺς τὴν ἐπὶ τῶν τριάκοντα εἰσάγουσιν. ἡ δὲ κρίσις τοιαύτη ἐγίγνετο, οἵαν καὶ ὑμεῖς αὐτοὶ ἐπίστασθε.
[法令]如果他们是在法庭中受审,本很容易获救;因为你们大家当时都已经看清城邦陷入了何等绝境,在那种境地下你们已无法提供任何帮助;然而事实上,他们却将这些人押送到了三十人统治下的议事会。而这场审判的进行方式,正如你们自己所熟知的那样。
οἱ μὲν γὰρ τριάκοντα ἐκάθηντο ἐπὶ τῶν βάθρων, οὗ νῦν οἱ πρυτάνεις καθέζονται· δύο δὲ τράπεζαι ἐν τῷ πρόσθεν τῶν τριάκοντα ἐκείσθην· τὴν δὲ ψῆφον οὐκ εἰς καδίσκους ἀλλὰ φανερὰν ἐπὶ τὰς τραπέζας ταύτας ἔδει τίθεσθαι, τὴν μὲν καθαιροῦσαν ἐπὶ τὴν ὑστέραν, ὥστε ἐκ τίνος τρόπου ἔμελλέ τις αὐτῶν σωθήσεσθαι; ἑνὶ δὲ λόγῳ, ὅσοι εἰς τὸ βουλευτήριον εἰσῆλθον κριθησόμενοι, ἁπάντων θάνατος κατεγιγνώσκετο καὶ οὐδενὸς ἀπεψηφίσαντο, πλὴν Ἀγοράτου τουτουί· τοῦτον δὲ ἀφεῖσαν ὡς εὐεργέτην ὄντα· ἵνα δὲ εἰδῆτε ὡς πολλοὶ ὑπὸ τούτου τεθνᾶσι, βούλομαι ὑμῖν τὰ ὀνόματα αὐτῶν ἀναγνῶναι.
三十人当时坐在如今主席团成员所坐的长椅上;三十人面前摆着两张桌子;投票无需投进票瓮,而是必须公开放在这几张桌子上,定罪的选票必须放在后一张桌子上——如此一来,他们当中又有谁可能幸免于难呢?简而言之,凡进入议事厅受审的人,无一例外全被判处死刑,他们没有宣判任何人无罪,唯独放过了这里的阿戈拉托斯;他们释放了他,视他为恩人。为了让你们知道究竟有多少人死于此人之手,我希望把他们的姓名念给你们听。
Ὀνόματα ἐπειδὴ τοίνυν, ὦ ἄνδρες δικασταί, θάνατος αὐτῶν κατεγνώσθη καὶ ἔδει αὐτοὺς ἀποθνήσκειν, μεταπέμπονται εἰς τὸ δεσμωτήριον ὁ μὲν ἀδελφήν, ὁ δὲ μητέρα, ὁ δὲ γυναῖκα, ὁ δʼ ἥ τις ἦν ἑκάστῳ αὐτῶν προσήκουσα, ἵνα τὰ ὕστατα ἀσπασάμενοι τοὺς αὑτῶν οὕτω τὸν βίον τελευτήσειαν.
[姓名]审判官诸君,当他们被判处死刑且必须赴死时,他们便把亲属唤至牢狱,有的叫来姐妹,有的叫来母亲,有的叫来妻子,有的则叫来各自的女眷,以便在与自己的亲人作最后告别后,结束生命。
καὶ δὴ καὶ Διονυσόδωρος μεταπέμπεται τὴν ἀδελφὴν τὴν ἐμὴν εἰς τὸ δεσμωτήριον, γυναῖκα ἑαυτοῦ οὖσαν. πυθομένη δʼ ἐκείνη ἀφικνεῖται, μέλαν τε ἱμάτιον ἠμφιεσμένη, ὡς εἰκὸς ἦν ἐπὶ τῷ ἀνδρὶ αὐτῆς τοιαύτῃ συμφορᾷ κεχρημένῳ. ἐναντίον δὲ τῆς ἀδελφῆς τῆς ἐμῆς Διονυσόδωρος τά τε οἰκεῖα τὰ αὑτοῦ διέθετο ὅπως αὐτῷ ἐδόκει, καὶ περὶ Ἀγοράτου τουτουὶ ἔλεγεν ὅτι οἱ αἴτιος ἦν τοῦ θανάτου,3 καὶ ἐπέσκηπτεν ἐμοὶ καὶ Διονυσίῳ τουτῳί, τῷ ἀδελφῷ τῷ αὑτοῦ, καὶ τοῖς φίλοις πᾶσι τιμωρεῖν ὑπὲρ αὑτοῦ Ἀγόρατον· καὶ τῇ γυναικὶ τῇ αὑτοῦ ἐπέσκηπτε, νομίζων αὐτὴν κυεῖν ἐξ αὑτοῦ, ἐὰν γένηται αὐτῇ παιδίον, φράζειν τῷ γενομένῳ ὅτι τὸν πατέρα αὐτοῦ Ἀγόρατος ἀπέκτεινε, καὶ κελεύειν τιμωρεῖν ὑπὲρ αὑτοῦ ὡς φονέα ὄντα. ὡς οὖν ἀληθῆ λέγω, μάρτυρας τούτων παρέξομαι.
狄奥尼索多罗斯也把我的妹妹——也就是他自己的妻子——唤至牢狱。她得知消息后赶来,身穿黑色斗篷,这在丈夫遭遇如此大祸时自是合情合理的。在我妹妹面前,狄奥尼索多罗斯按自己的心愿交代了家事,谈到这里的阿戈拉托斯时,他说正是此人造成了他的死亡,并嘱托我和这里的狄奥尼修斯——即他自己的兄弟——以及所有的朋友替他向阿戈拉托斯复仇;他还嘱托自己的妻子,因为他认为她怀了自己的骨肉,若是生下孩子,便要告诉那个孩子是阿戈拉托斯杀害了他的父亲,并命他向这凶手替父报仇。为了证明我所言非虚,我将就这些事实提供证人。
- 35ὁ δὲ δῆμος ἐν τῷ δικαστηρίῳ ἐν δισχιλίοις ἐψήφιστο
ἐψήφιστο 为中被动态过去完成时第三人称单数,在此作主动义用,主语为 ὁ δῆμος(“民众原已决议”)。动词后在上下文里省略了表决议内容的动词不定式(如 κρίνεσθαι αὐτούς,“让他们受审”)。ἐν δισχιλίοις 则是与格数词短语,意为“在由两千人组成的[法庭]中”。
- 36οὗ ἦν κακοῦ ἡ πόλις, ἐν ᾧ οὐδὲν ἔτι ὠφελεῖν ἐδύνασθε
关系副词 οὗ 与属格 κακοῦ 连用构成部分属格结构(“城邦已处于何等灾难境地”),作为前面迂回过去完成时 ἐγνωκότες ἦτε 的间接疑问宾语。随后的关系从句 ἐν ᾧ 则指代前述整个局面或处境(“在那种境地下”),表明局势已恶化到公民们无法施以援手的地步。
- 41ὅτι οἱ αἴτιος ἦν τοῦ θανάτου
后附代词 οἱ 为第三人称单数与格,在此作间接反身代词,指代主句主语狄奥尼索多罗斯本人(“对他而言是死因”)。在古典阿提卡散文中,从属分句中常以此形式替代 ἑαυτῷ。
