- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg013.humanitext-grc2:22-31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
当议事会企图逮捕阿戈拉托斯时,几位公民为他作保并将其护送至穆尼基阿的祭坛避难,劝其逃往海外,但他予以拒绝。随后他自愿离开祭坛前往议事会,开列名单告发了担保人、将军们以及其他公民。
καίτοι εἰ μὴ ἐκ παρασκευῆς ἐμηνύετο, πῶς οὐκ ἂν ἠνάγκασεν ἡ βουλὴ εἰπεῖν τὰ ὀνόματα Θεόκριτον καὶ μὴ ἀνώνυμον τὴν μήνυσιν ποιήσασθαι; νυνὶ δὲ τοῦτο τὸ ψήφισμα ψηφίζεται.
再者,如果这次告密并非预谋串通,议事会又怎能不强迫塞奥克里托斯说出姓名,不得作匿名告密呢?然而事实上,这项法令却被通过了。
Ψήφισμα ἐπειδὴ τοίνυν τοῦτο τὸ ψήφισμα ἐψηφίσθη, κατέρχονται ἐπὶ τὸν Ἀγόρατον εἰς τὸν Πειραιᾶ οἱ αἱρεθέντες τῶν βουλευτῶν, καὶ περιτυχόντες αὐτῷ ἐν ἀγορᾷ ἐζήτουν ἄγειν. παραγενόμενος δὲ Νικίας καὶ Νικομένης καὶ ἄλλοι τινές, ὁρῶντες τὰ πράγματα οὐχ οἷα βέλτιστα ἐν τῇ πόλει ὄντα, ἄγειν μὲν τὸν Ἀγόρατον οὐκ ἔφασαν προήσεσθαι,1 ἀφῃροῦντο δὲ καὶ ἠγγυῶντο καὶ ὡμολόγουν παρέξειν εἰς τὴν βουλήν.
[法令]在这项法令通过之后,当选的议员们便前往比雷埃夫斯去捉拿阿戈拉托斯,并在市场上撞见他,企图将他带走。然而尼基阿斯、尼科墨涅斯以及其他在场的人,眼见城中局势十分严峻,便声称绝不坐视阿戈拉托斯被带走,而是将他解救下来,为他作保,并答应将他带到议事会受审。
γραψάμενοι δὲ οἱ βουλευταὶ τὰ ὀνόματα τῶν ἐγγυωμένων καὶ κωλυόντων, ἀπιόντες ᾤχοντο εἰς ἄστυ. ὁ δὲ Ἀγόρατος καὶ οἱ ἐγγυηταὶ καθίζουσιν ἐπὶ τὸν βωμὸν Μουνιχίασιν· ἐπειδὴ δὲ ἐκάθισαν, ἐβουλεύοντο τί χρὴ ποιεῖν. ἐδόκει οὖν τοῖς ἐγγυηταῖς καὶ τοῖς ἄλλοις ἅπασιν ἐκποδὼν ποιήσασθαι τὸν Ἀγόρατον ὡς τάχιστα, καὶ παρορμίσαντες δύο πλοῖα ἐδέοντο αὐτοῦ παντὶ τρόπῳ ἀπελθεῖν Ἀθήνηθεν, καὶ αὐτοὶ ἔφασαν συνεκπλευσεῖσθαι, ἕως τὰ πράγματα κατασταίη, λέγοντες ὅτι, εἰ κομισθείη εἰς τὴν βουλήν, βασανιζόμενος ἴσως ἀναγκασθήσεται ὀνόματα εἰπεῖν Ἀθηναίων ὧν ἂν ὑποβάλωσιν2 οἱ βουλόμενοι κακόν τι ἐν τῇ πόλει ἐργάζεσθαι.
议员们记下了作保者和阻挠者的姓名,便离去返回城中。阿戈拉托斯和担保人们则前往穆尼基阿的祭坛避难;坐定之后,他们商讨应当如何行事。担保人们和其余所有人一致认为,应尽快让阿戈拉托斯远走高飞,于是调集了两艘船只,千方百计恳求他离开雅典,并表示他们自己也会陪同出航,直至局势稳定为止;他们说,如果他被押送到议事会,在严刑拷打之下,恐怕会被迫按那些企图在城中作恶之人的授意,指认雅典人的姓名。
ταῦτα ἐκείνων δεομένων καὶ παρασκευασάντων πλοῖα καὶ αὐτῶν ἑτοίμων ὄντων συνεκπλεῖν, οὐκ ἠθέλησε πείθεσθαι αὐτοῖς Ἀγόρατος οὑτοσί. καίτοι, ὦ Ἀγόρατε, εἰ μή τί σοι ἦν παρεσκευασμένον καὶ ἐπίστευες μηδὲν κακὸν πείσεσθαι, πῶς οὐκ ἂν ᾤχου καὶ πλοίων παρεσκευασμένων καὶ τῶν ἐγγυητῶν ἑτοίμων ὄντων σοι συνεκπλεῖν; ἔτι γὰρ οἷόν τέ σοι ἦν, καὶ οὔπω ἡ βουλή σου ἐκράτει.
尽管他们如此恳求,并备好了船只,且自身也准备一同出海,这里的阿戈拉托斯却不愿听从他们。然而,阿戈拉托斯啊,如果你不是早有串通并确信自己绝不会受害,在备好船只且担保人们也准备与你一同出海的情况下,你又怎会不远走高飞呢?因为当时你完全能够做到,议事会也尚未控制你。
ἀλλὰ μὲν δὴ οὐχ ὅμοιά γε σοὶ καὶ ἐκείνοις ὑπῆρχε. πρῶτον μὲν γὰρ Ἀθηναῖοι ἦσαν ὥστε οὐκ ἐδέδισαν βασανισθῆναι· ἔπειτα πατρίδα σφετέραν αὐτῶν καταλιπόντες ἕτοιμοι ἦσαν συνεκπλεῖν μετὰ σοῦ, ἡγησάμενοι ταῦτα μᾶλλον λυσιτελεῖν ἢ τῶν πολιτῶν πολλοὺς καὶ ἀγαθοὺς ὑπὸ σοῦ ἀδίκως ἀπολέσθαι. σοὶ δὲ πρῶτον μὲν κίνδυνος ἦν βασανισθῆναι ὑπομείναντι, ἔπειτα οὐ πατρίδα ἂν σαυτοῦ ἀπέλιπες·3 ὥστʼ ἐκ παντὸς τρόπου σοὶ μᾶλλον ἢ ἐκείνοις ἐκπλεῦσαι συνέφερεν, εἰ μή τι ἦν ᾧ ἐπίστευες. νῦν δὲ ἄκων μὲν προσποιεῖ, ἑκὼν δὲ πολλοὺς καὶ ἀγαθοὺς Ἀθηναίων ἀπέκτεινας. ὡς δὲ παρεσκευάσθη ἅπαντα ἃ ἐγὼ λέγω, καὶ μάρτυρές εἰσι καὶ αὐτὸ τὸ ψήφισμά σου τὸ τῆς βουλῆς καταμαρτυρήσει.
况且,你与他们所处的境遇绝非相同。首先,他们是雅典人,因而无需惧怕遭受拷打;其次,他们甘愿抛下自己的祖国与你一同出逃,因为他们认为这比许多优秀的公民被你冤杀更有利。相反对你而言,留下来首先面临着遭受拷问的危险,其次你离开也绝非抛弃自己的祖国;因此无论从哪方面来看,出海对你而言都远比对他们更为有利,除非你另有依仗。而如今你却假装是被迫的,实际上却自愿害死了许多优秀的雅典人。至于我所说的一切皆有预谋,不仅有证人作证,议事会自身的那项法令也会出面指证你。
Μάρτυρες Ψήφισμα ἐπειδὴ τοίνυν τοῦτο τὸ ψήφισμα ἐψηφίσθη καὶ ἦλθον οἱ ἐκ τῆς βουλῆς Μουνιχίαζε, ἑκὼν ἀνέστη Ἀγόρατος ἀπὸ τοῦ βωμοῦ· καίτοι νῦν γε βίᾳ φησὶν ἀφαιρεθῆναι.
[证人][法令]在这项法令通过且议事会的人来到穆尼基阿之后,阿戈拉托斯便自愿从祭坛前站起身来;然而现在他竟声称自己是被强行带走的。
ἐπειδὴ δὲ εἰς τὴν βουλὴν ἐκομίσθησαν, ἀπογράφει Ἀγόρατος πρῶτον μὲν τῶν αὑτοῦ ἐγγυητῶν τὰ ὀνόματα, ἔπειτα τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων, ἔπειτα δὲ καὶ ἄλλων τινῶν πολιτῶν. ἡ δὲ ἀρχὴ αὕτη τοῦ παντὸς κακοῦ ἐγένετο. ὡς δὲ ἀπέγραψε τὰ ὀνόματα, οἶμαι μὲν καὶ αὐτὸν ὁμολογήσειν· εἰ δὲ μή, ἐπʼ αὐτοφώρῳ ἐγὼ αὐτὸν ἐξελέγξω. ἀπόκριναι δή μοι.
在他们被押送到议事会后,阿戈拉托斯首先开列了他自己担保人的姓名,接着是将军们和步兵统领们的姓名,随后又是其他一些公民的姓名。这成了整场灾难的开端。至于他开列了这些姓名,我想他自己也会承认;如果不承认,我将当场揭穿他。现在就回答我吧。
Ἐρώτησις ἐβούλοντο τοίνυν, ὦ ἄνδρες δικασταί, ἔτι πλειόνων αὐτὸν τὰ ὀνόματα ἀπογράψαι· οὕτω ἔρρωτο ἡ βουλὴ κακόν τι ἐργάζεσθαι ὥστʼ οὐκ ἐδόκει αὐτοῖς ἅπαντα τἀληθῆ πω κατηγορηκέναι. τούτους μὲν οὖν ἅπαντας ἑκὼν ἀπογράφει, οὐδεμιᾶς αὐτῶν ἀνάγκης οὔσης.4
[质问]审判官诸君,他们其实还希望他开列更多人的姓名;议事会急于作恶到了如此地步,以至于他们认为他尚未完全道出全部真相。因此,他在没有任何强迫的情况下,自愿告发了所有这些人。
- 23ἄγειν μὲν τὸν Ἀγόρατον οὐκ ἔφασαν προήσεσθαι
动词 προΐημι 的中动未来不定式 προήσεσθαι 支配现在主动不定式 ἄγειν 与宾格 τὸν Ἀγόρατον。中动态 προΐεμαι 意为“放任、任凭、放弃”,搭配不定式表示“容许/坐视某人被带走”。与 οὐκ ἔφασαν 结合,构成否定转移:“他们声明绝不坐视阿戈拉托斯被带走”。
- 25ὧν ἂν ὑποβάλωσιν
关系代词 ὧν 受先行词 Ἀθηναίων 的影响而发生了格吸引(attraction),代替了动词 ὑποβάλλω 原本应支配的宾格 οὕς。此处构成泛指关系从句,意为“凡是他们所授意/暗示的那些雅典人”。
- 27οὐ πατρίδα ἂν σαυτοῦ ἀπέλιπες
小词 ἄν 搭配直陈语气不定过去时 ἀπέλιπες,构成非真实条件的后件(归结分句),隐含条件为“即便你乘船出逃”。由于阿戈拉托斯出身奴隶且并非雅典公民,因此即使离开雅典,“你也绝非抛弃自己的祖国”,以此与甘愿背井离乡的担保人形成鲜明对比。
- 31οὐδεμιᾶς αὐτῶν ἀνάγκης οὔσης
属格绝对结构(genitive absolute),即 οὐδεμιᾶς αὐτῶν ἀνάγκης οὔσης。αὐτῶν 作客观属格指代被控告的人们(“对他们并无任何强迫”),或指代当时涉及的客观情势,强调阿戈拉托斯告发这些人纯属自愿,未受任何外部强力胁迫。
