- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg013.humanitext-grc2:12-21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者叙述寡头派如何借故处死克雷奥丰,并策划通过收买阿戈拉托斯作为告密者向腐败的议事会告密,以除掉反对屈辱和约的各位将军与统领。
οἱ δʼ ἐνθάδε ὑπομένοντες καὶ ἐπιβουλεύοντες καταλῦσαι τὴν δημοκρατίαν εἰς ἀγῶνα Κλεοφῶντα καθιστᾶσι, πρόφασιν μὲν ὅτι οὐκ ἦλθεν εἰς τὰ ὅπλα ἀναπαυσόμενος, τὸ δʼ ἀληθὲς ὅτι ἀντεῖπεν1 ὑπὲρ ὑμῶν μὴ καθαιρεῖν τὰ τείχη. ἐκείνῳ μὲν οὖν δικαστήριον παρασκευάσαντες καὶ εἰσελθόντες οἱ βουλόμενοι ὀλιγαρχίαν καταστήσασθαι ἀπέκτειναν ἐν τῇ προφάσει ταύτῃ.
另一方面,那些留在此地、图谋推翻民主政体的人,便把克雷奥丰送上法庭审判,借口是他未曾回营地就寝,而实情则是因为他代表你们反对拆毁城墙。于是,那些企图建立寡头政治的人为他精心布置了法庭并亲自到庭,借着这一借口将他处死。
Θηραμένης δὲ ὕστερον ἀφικνεῖται ἐκ Λακεδαίμονος. προσιόντες δʼ αὐτῷ τῶν τε στρατηγῶν τινες καὶ τῶν ταξιάρχων, ὧν ἦν Στρομβιχίδης καὶ Διονυσόδωρος, καὶ ἄλλοι τινὲς τῶν πολιτῶν εὐνοοῦντες ὑμῖν, ὥς γʼ ἐδήλωσαν ὕστερον, ἠγανάκτουν σφόδρα. ἦλθε γὰρ φέρων εἰρήνην τοιαύτην, ἣν ἡμεῖς ἔργῳ μαθόντες ἔγνωμεν· πολλοὺς γὰρ τῶν πολιτῶν καὶ ἀγαθοὺς ἀπωλέσαμεν, καὶ αὐτοὶ ὑπὸ τῶν τριάκοντα ἐξηλάθημεν. ἐνῆν γὰρ ἀντὶ μὲν τοῦ ἐπὶ δέκα στάδια τῶν μακρῶν τειχῶν διελεῖν ὅλα τὰ μακρὰ τείχη διασκάψαι, ἀντὶ δὲ τοῦ ἄλλο τι ἀγαθὸν τῇ πόλει εὑρέσθαι τάς τε ναῦς παραδοῦναι καὶ τὸ περὶ τὸν Πειραιᾶ τεῖχος περιελεῖν.
后来,瑟拉梅涅斯从拉刻代蒙归来。几位将军和步兵统领——其中有斯特隆比基德斯和狄奥尼索多洛斯——以及其他一些忠于你们的公民(正如他们后来所表明的那样),前去见他并表示极大愤慨。因为他带回的是这样一种和平,我们通过切身体会才真正认识到它;因为我们失去了许多优秀的公民,我们自己也被三十人政权所放逐。因为和约所规定的,并非拆除十斯塔狄昂的长墙,而是彻底拆毁整座长墙;并非为城邦争取到某种其他利益,而是交出军船并拆除比雷埃夫斯周围的防御城墙。
ὁρῶντες δὲ οὗτοι οἱ ἄνδρες ὀνόματι μὲν εἰρήνην λεγομένην, τῷ δʼ ἔργῳ τὴν δημοκρατίαν καταλυομένην, οὐκ ἔφασαν ἐπιτρέψειν ταῦτα γενέσθαι, οὐκ ἐλεοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ τείχη, εἰ πεσεῖται, οὐδὲ κηδόμενοι τῶν νεῶν, εἰ Λακεδαιμονίοις παραδοθήσονται (οὐδὲν γὰρ αὐτοῖς τούτων πλέον ἤ ὑμῶν ἑκάστῳ προσῆκεν), ἀλλʼ αἰσθόμενοι ἐκ τοῦ τρόπου τούτου τὸ ὑμέτερον πλῆθος καταλυθησόμενον, οὐδʼ, ὥς φασί τινες, οὐκ ἐπιθυμοῦντες εἰρήνην γίγνεσθαι, ἀλλὰ βουλόμενοι βελτίω ταύτης εἰρήνην τῷ δήμῳ τῷ Ἀθηναίων ποιήσασθαι. ἐνόμιζον δὲ δυνήσεσθαι, καὶ ἔπραξαν ἂν ταῦτα, εἰ μὴ ὑπʼ Ἀγοράτου τουτουὶ ἀπώλοντο.
这些人眼见名义上被称为和平,实际上却是民主政体的倾覆,便断言绝不容许这种事情发生——雅典人啊,并非因为他们怜惜城墙若被毁坏,也并非因为他们痛心军船若被移交给拉刻代蒙人(因为这些器物与他们的关系并不比与你们每个人更深),而是因为他们觉察到,通过这种手段你们的民众将被瓦解;也绝非如某些人所言,他们不愿达成和平,而是希望能为雅典民众达成一份优于此案的和平。他们认为自己能够做到,而且若不是被这里的阿戈拉托斯所害,他们本可以办到。
γνοὺς δὲ ταῦτα Θηραμένης καὶ οἱ ἄλλοι οἱ ἐπιβουλεύοντες ὑμῖν, ὅτι εἰσί τινες οἳ κωλύσουσι τὸν δῆμον καταλυθῆναι καὶ ἐναντιώσονται περὶ τῆς ἐλευθερίας, εἵλοντο, πρὶν τὴν ἐκκλησίαν τὴν περὶ τῆς εἰρήνης γενέσθαι, τούτους πρῶτον εἰς διαβολὰς καὶ κινδύνους καταστῆσαι, ἵνα μηδεὶς ἐκεῖ ὑπὲρ τοῦ ὑμετέρου πλήθους ἀντιλέγοι. ἐπιβουλὴν οὖν τοιαύτην ἐπιβουλεύουσι.
瑟拉梅涅斯和其他图谋不利于你们的人得知此事,知晓有人将阻止民众被瓦解并会为自由而抗争,便决定在召开关于和平的公民大会之前,先将这些人置于诬陷与险境之中,以便在大会上无人再能代表你们民众提出异议。于是,他们策划了这样一场阴谋。
πείθουσι γὰρ Ἀγόρατον τουτονὶ μηνυτὴν κατὰ τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων γενέσθαι, οὐ συνειδότα ἐκείνοις, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδέν (οὐ γὰρ δήπου ἐκεῖνοι οὕτως ἀνόητοι ἦσαν καὶ ἄφιλοι, ὥστε περὶ τηλικούτων ἂν πραγμάτων πράττοντες Ἀγόρατον ὡς πιστὸν καὶ εὔνουν, δοῦλον καὶ ἐκ δούλων ὄντα, παρεκάλεσαν),2 ἀλλʼ ἐδόκει αὐτοῖς οὗτος ἐπιτήδειος εἶναι μηνυτής.
他们说服这里的阿戈拉托斯充当告密者,出面控告各位将军和步兵统领,然而雅典人啊,他对他们的谋划一无所知(因为那些人绝不可能如此愚蠢且缺乏亲友,以至于在办理如此重大事务时,竟然会去求助于阿戈拉托斯这样一个身为奴隶且出身奴隶之人,将他视作忠诚可靠者);反倒是阴谋者们认为他是一个合适的告密者。
ἐβούλοντο οὖν ἄκοντα δοκεῖν αὐτὸν καὶ μὴ ἑκόντα μηνύειν,3 ὅπως πιστοτέρα ἡ μήνυσις φαίνοιτο. ὡς δὲ ἑκὼν ἐμήνυσε, καὶ ὑμᾶς οἶμαι ἐκ τῶν πεπραγμένων αἰσθήσεσθαι. εἰσπέμπουσι γὰρ εἰς τὴν βουλὴν Θεόκριτον τὸν τοῦ Ἐλαφοστίκτου καλούμενον· ὁ δὲ Θεόκριτος οὗτος ἑταῖρος ἦν τῷ Ἀγοράτῳ καὶ ἐπιτήδειος.
因此,他们希望他显得并非自愿而是被迫告密,以便使告密看起来更加可信。但他是自愿告密的,我想你们从既成事实中也能觉察出来。因为他们派被称为“刺鹿者”之子的塞奥克里托斯进入议事会;而这个塞奥克里托斯正是阿戈拉托斯的同伙与好友。
ἡ δὲ βουλὴ ἡ πρὸ τῶν τριάκοντα βουλεύουσα διέφθαρτο καὶ ὀλιγαρχίας ἐπεθύμει, ὡς ἴστε, μάλιστα. τεκμήριον δέ· οἱ γὰρ πολλοὶ οἱ ἐξ ἐκείνης τῆς βουλῆς τὴν ὑστέραν βουλὴν τὴν ἐπὶ τῶν τριάκοντα ἐβούλευον. τοῦ δʼ ἕνεκα ταῦτα λέγω ὑμῖν; ἵνʼ εἰδῆτε, ὅτι τὰ ψηφίσματα τὰ ἐξ ἐκείνης τῆς βουλῆς οὐκ ἐπʼ εὐνοίᾳ τῇ ὑμετέρᾳ ἀλλʼ ἐπὶ καταλύσει τοῦ δήμου τοῦ ὑμετέρου ἅπαντα ἐγένετο, καὶ ὡς τοιούτοις οὖσιν αὐτοῖς τὸν νοῦν προσέχητε.
而在三十人政权之前履职的那个议事会已经腐败,如你们所知,它最渴望寡头政治。明证在于:那一届议事会的多数议员,在三十人政权下的后一届议事会中继续担任议员。我为何要向你们讲这些呢?是为了让你们知晓,那一届议事会通过的法令,无一不是为了倾覆你们的民众政权,而非出于对你们的善意,从而使你们以这样的眼光去审视它们。
εἰσελθὼν δὲ εἰς ταύτην τὴν βουλὴν ἐν ἀπορρήτῳ Θεόκριτος μηνύει ὅτι συλλέγονταί τινες ἐναντιωσόμενοι τοῖς τότε καθισταμένοις πράγμασι. τὰ μὲν οὖν ὀνόματα οὐκ ἔφη αὐτῶν ἐρεῖν καθʼ ἕκαστον· ὅρκους τε γὰρ ὀμωμοκέναι τοὺς αὐτοὺς ἐκείνοις, καὶ εἶναι ἑτέρους οἳ ἐροῦσι τὰ ὀνόματα, αὐτὸς δὲ οὐκ ἄν ποτε ποιῆσαι ταῦτα.
塞奥克里托斯秘密进入这届议事会告密,称有人正在集会,企图抗拒当时正在建立的体制。然而他声明自己不会逐一指认他们的姓名;因为他与他们立过相同的誓言,且另有人会道出姓名,而他自己绝不会做这种事。
- 12πρόφασιν μὲν ὅτι οὐκ ἦλθεν εἰς τὰ ὅπλα ἀναπαυσόμενος, τὸ δʼ ἀληθὲς ὅτι ἀντεῖπεν
πρόφασιν 与 τὸ ἀληθές 均充当副词性宾格(限制宾格或同位性结构),分别将其后引出的 ὅτι 从句定性为“借口是……”与“真相则是……”,针对主句 εἰς ἀγῶνα καθιστᾶσι 形成鲜明的对比性原因说明。
- 18ὥστε περὶ τηλικούτων ἂν πραγμάτων πράττοντες Ἀγόρατον ὡς πιστὸν καὶ εὔνουν, δοῦλον καὶ ἐκ δούλων ὄντα, παρεκάλεσαν
这是结果从句内部使用的过去非真实条件句结构(直陈式过去时 παρεκάλεσαν 搭配 ἄν)。虽然 ἄν 在词序上靠前置于分词短语内部(紧随 τηλικούτων 之后),但语法上修饰主要动词 παρεκάλεσαν,表示与过去事实相反的推论后果:“他们怎会去邀请阿戈拉托斯……(他们绝不会这样做)”。
- 19ἐβούλοντο οὖν ἄκοντα δοκεῖν αὐτὸν καὶ μὴ ἑκόντα μηνύειν
在带不定式的宾格句式中,谓语形容词 ἄκοντα 与 ἑκόντα 与主格意义上的宾格主语 αὐτόν 保持性数格一致。整个结构由 δοκεῖν 支配不定词 μηνύειν,意为“他们希望他显得是不情愿、而非自愿地进行告密”。
