- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg013.humanitext-grc2:1-11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
控告人指出,自己对阿戈拉托斯的私怨与城邦民众为死难者复仇的正义完全一致,并以此开启其历史叙述。他追述了伯罗奔尼撒战争末期雅典的危局、斯巴达要求拆毁长墙的和谈条件、克雷奥丰的坚决反对,以及瑟拉梅涅斯谋得全权使节身份后的欺骗与故意拖延。
προσήκει μέν, ὦ ἄνδρες δικασταί, πᾶσιν ὑμῖν τιμωρεῖν ὑπὲρ τῶν ἀνδρῶν οἳ ἀπέθανον εὖνοι ὄντες τῷ πλήθει τῷ ὑμετέρῳ, προσήκει δὲ κἀμοὶ οὐχ ἥκιστα· κηδεστὴς γάρ μοι ἦν Διονυσόδωρος καὶ ἀνεψιός. τυγχάνει οὖν ἐμοὶ ἡ αὐτὴ ἔχθρα πρὸς Ἀγόρατον τουτονὶ καὶ τῷ πλήθει τῷ ὑμετέρῳ ὑπάρχουσα· ἔπραξε γὰρ οὗτος τοιαῦτα, διʼ ἃ ὑπʼ ἐμοῦ νυνὶ εἰκότως μισεῖται, ὑπό τε ὑμῶν, ἐὰν θεὸς θέλῃ, δικαίως τιμωρηθήσεται.
各位审判官,为那些因忠于你们民众而死难的人复仇,是你们全体当尽之责,而对我而言也绝非无足轻重;因为狄奥尼索多洛斯是我的内弟兼表兄。因此,恰好我对这里的阿戈拉托斯的仇恨,与你们民众的仇恨别无二致;因为他所犯下的罪行,使他如今理所当然地遭到我的痛恨,若神明许可,也必将正当地受到你们的惩处。
Διονυσόδωρον γὰρ τὸν κηδεστὴν τὸν ἐμὸν καὶ ἑτέρους πολλούς, ὧν δὴ τὰ ὀνόματα ἀκούσεσθε, ἄνδρας ὄντας ἀγαθοὺς περὶ τὸ πλῆθος τὸ ὑμέτερον, ἐπὶ τῶν τριάκοντα ἀπέκτεινε, μηνυτὴς κατʼ ἐκείνων γενόμενος. ποιήσας δὲ ταῦτα ἐμὲ μὲν ἰδίᾳ καὶ ἕκαστον τῶν προσηκόντων μεγάλα ἐζημίωσε, τὴν δὲ πόλιν κοινῇ πᾶσαν τοιούτων ἀνδρῶν ἀποστερήσας οὐ μικρά, ὡς ἐγὼ νομίζω, ἔβλαψεν. ἐγὼ οὖν, ὦ ἄνδρες δικασταί, δίκαιον καὶ ὅσιον ἡγοῦμαι εἶναι καὶ ἐμοὶ καὶ ὑμῖν ἅπασι τιμωρεῖσθαι καθʼ ὅσον ἕκαστος δύναται· καὶ ποιοῦσι ταῦτα νομίζω ἡμῖν καὶ παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων ἄμεινον ἂν γίγνεσθαι.1 δεῖ δʼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἐξ ἀρχῆς τῶν πραγμάτων ἁπάντων ἀκοῦσαι, ἵνʼ εἰδῆτε πρῶτον μὲν ᾧ τρόπῳ ὑμῖν ἡ δημοκρατία κατελύθη καὶ ὑφʼ ὅτου, ἔπειτα ᾧ τρόπῳ οἱ ἄνδρες ὑπʼ Ἀγοράτου ἀπέθανον, καὶ δὴ ὅ τι ἀποθνῄσκειν μέλλοντες ἐπέσκηψαν· ἅπαντα γὰρ ταῦτα ἀκριβῶς ἂν μαθόντες ἥδιον καὶ ὁσιώτερον Ἀγοράτου τουτουὶ καταψηφίζοισθε. ὅθεν οὖν ἡμεῖς τε ῥᾷστα διδάξομεν καὶ ὑμεῖς μαθήσεσθε, ἐντεῦθεν ὑμῖν ἄρξομαι διηγεῖσθαι.
因为我的内弟狄奥尼索多洛斯以及许多其他人——你们定会听到他们的名字——他们本是对你们民众赤胆忠心的良士,却在三十人统治时期,因阿戈拉托斯充当告密者而惨遭杀害。他这般行径,私下里使我及每一位亲属遭受了巨大损失,而在公共层面上使整个城邦痛失这般人才,在我看来,亦造成了不小的危害。因此,各位审判官,我认为尽己所能实施报复,无论对我还是对你们全体而言,皆是正当且虔敬之举;而若能如此,我相信无论从神明还是从世人那里,我们都将得到更好的回报。雅典人啊,你们必须自始至终听闻整件事情的始末,以便你们首先知晓,你们的民主政体究竟是以何种方式、被何人所倾覆;其次,那些忠良是以何种方式死于阿戈拉托斯之手;再者,他们在临终之际究竟留下了怎样的嘱托。因为准确知晓这一切之后,你们定能更加心怀释然、更加虔敬地判处这里的阿戈拉托斯有罪。因此,从我们最容易说明、你们也最容易领会的地方,我将开始向你们叙述。
ἐπειδὴ γὰρ αἱ νῆες αἱ ὑμέτεραι διεφθάρησαν καὶ τὰ πράγματα τὰ ἐν τῇ πόλει ἀσθενέστερα ἐγεγένητο, οὐ πολλῷ χρόνῳ ὕστερον αἵ τε νῆες αἱ Λακεδαιμονίων ἐπὶ τὸν Πειραιᾶ ἀφικνοῦνται, καὶ ἅμα λόγοι πρὸς Λακεδαιμονίους περὶ τῆς εἰρήνης ἐγίγνοντο.
在你们的舰队覆灭、城中局势愈益衰败之后,不久拉刻代蒙人的舰船便驶抵比雷埃夫斯,与此同时,与拉刻代蒙人关于和平的谈判也随之展开。
ἐν δὲ τῷ χρόνῳ τούτῳ οἱ βουλόμενοι νεώτερα πράγματα ἐν τῇ πόλει γίγνεσθαι ἐπεβούλευον, νομίζοντες κάλλιστον καιρὸν εἰληφέναι καὶ μάλιστʼ ἂν ἐν τῷ τότε χρόνῳ τὰ πράγματα, ὡς αὐτοὶ ἐβούλοντο, καταστήσασθαι.
在此期间,城中那些意图发动剧变之徒暗中策划阴谋,他们认为抓住了绝佳的时机,最能在当时按照自己的意愿来重建政局。
ἡγοῦντο δὲ οὐδὲν ἄλλο σφίσιν ἐμποδὼν εἶναι ἢ τοὺς τοῦ δήμου προεστηκότας καὶ τοὺς στρατηγοῦντας καὶ ταξιαρχοῦντας. τούτους οὖν ἐβούλοντο ἁμῶς γέ πως ἐκποδὼν ποιήσασθαι, ἵνα ῥᾳδίως ἃ βούλοιντο διαπράττοιντο. πρῶτον μὲν οὖν Κλεοφῶντι ἐπέθεντο ἐκ τρόπου τοιούτου.
他们认为,除了民众领袖、各位将军和步兵统领之外,并无任何阻碍横亘在前。因此,他们图谋无论如何也要除掉这些人,以便轻易实现自己的图谋。于是,他们首先以如下手段向克雷奥丰发难。
ὅτε γὰρ ἡ πρώτη ἐκκλησία περὶ τῆς εἰρήνης ἐγίγνετο καὶ οἱ παρὰ Λακεδαιμονίων ἥκοντες ἔλεγον ἐφʼ οἷς ἕτοιμοι εἶεν τὴν εἰρήνην ποιεῖσθαι Λακεδαιμόνιοι, εἰ κατασκαφείη τῶν τειχῶν τῶν μακρῶν ἐπὶ δέκα στάδια ἑκατέρου,2 τότε ὑμεῖς τε, ὦ ἄνδρες Ἀθηναῖοι, οὐκ ἠνέσχεσθε ἀκούσαντες περὶ τῶν τειχῶν τῆς κατασκαφῆς, Κλεοφῶν τε ὑπὲρ ὑμῶν πάντων ἀναστὰς ἀντεῖπεν ὡς οὐδενὶ τρόπῳ οἷόν τε εἴη ποιεῖν ταῦτα.
当召开第一次关于媾和的公民大会,从拉刻代蒙来的人申明拉刻代蒙人准备媾和的条件——即若是将两道长墙各拆毁十斯塔狄昂——那时,雅典人啊,你们听到拆毁长墙一事便无法容忍,克雷奥丰代表你们所有人站起来表示反对,声称无论如何绝不能接受此事。
μετὰ δὲ ταῦτα Θηραμένης, ἐπιβουλεύων τῷ πλήθει τῷ ὑμετέρῳ, ἀναστὰς λέγει ὅτι, ἐὰν αὐτὸν ἕλησθε περὶ τῆς εἰρήνης πρεσβευτὴν αὐτοκράτορα, ποιήσει ὥστε μήτε τῶν τειχῶν διελεῖν μήτε ἄλλο τὴν πόλιν ἐλαττῶσαι μηδέν·3 οἴοιτο δὲ καὶ ἄλλο τι ἀγαθὸν παρὰ Λακεδαιμονίων τῇ πόλει εὑρήσεσθαι.
在此之后,对你们民众暗怀图谋的瑟拉梅涅斯站起来声称,如果你们选派他担任全权和谈使节,他将设法做到既不拆除长墙,也不让城邦蒙受任何其他损害;他还认为自己能够从拉刻代蒙人那里为城邦争取到某种其他利益。
πεισθέντες δὲ ὑμεῖς εἵλεσθε ἐκεῖνον πρεσβευτὴν αὐτοκράτορα, ὃν τῷ προτέρῳ ἔτει στρατηγὸν χειροτονηθέντα ἀπεδοκιμάσατε, οὐ νομίζοντες εὔνουν εἶναι τῷ πλήθει τῷ ὑμετέρῳ.
你们听信了他的话,选任他为全权使节——而此人正是前一年以举手表决当选将军后,却在资格审查中被你们罢黜者,因为你们认为他并未忠于你们民众。
ἐκεῖνος μὲν οὖν ἐλθὼν εἰς Λακεδαίμονα ἔμενεν ἐκεῖ πολὺν χρόνον, καταλιπὼν ὑμᾶς πολιορκουμένους, εἰδὼς τὸ ὑμέτερον πλῆθος ἐν ἀπορίᾳ ἐχόμενον καὶ διὰ τὸν πόλεμον καὶ τὰ κακὰ τοὺς πολλοὺς τῶν ἐπιτηδείων ἐνδεεῖς ὄντας, νομίζων, εἰ διαθείη ὑμᾶς ὥσπερ διέθηκεν, ἀσμένως ὁποιαντινοῦν ἐθελῆσαι ἂν εἰρήνην ποιήσασθαι.
于是他前往拉刻代蒙,并在那里滞留了很长时间,任由你们被围困;他明知你们民众陷于绝境,而且由于战争和苦难,多数人已匮乏日用必需品,他认定如果将你们置于他实际所造成的境地,你们便会欣然愿意接受任何形式的和平。
- 3καὶ ποιοῦσι ταῦτα νομίζω ἡμῖν καὶ παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων ἄμεινον ἂν γίγνεσθαι
与格分词 ποιοῦσι 与 ἡμῖν 一致,充当条件状语(“如果我们这样做”)。不定式 γίγνεσθαι 与 ἄν 连用,在间接引语中表示潜在希求式(相当于直接引语中的 ἄμεινον ἂν γίγνοιτο)。
- 8εἰ κατασκαφείη τῶν τειχῶν τῶν μακρῶν ἐπὶ δέκα στάδια ἑκατέρου
这是由 ἔλεγον ἐφʼ οἷς... 引导的间接引语从属条件从句的前半部;因主动词为过去时,原直接引语中的虚拟式(ἐὰν κατασκαφῇ)转为曲折希求法 κατασκαφείη。ἑκατέρου 为属格,修饰 τῶν τειχῶν τῶν μακρῶν,意为长墙“两者中每一道各十斯塔狄昂”。
- 9ποιήσει ὥστε μήτε τῶν τειχῶν διελεῖν μήτε ἄλλο τὴν πόλιν ἐλαττῶσαι μηδέν
ποιήσει ὥστε 是一种惯用句式,意为“促使……成为结果/设法做到……”。否定词 μήτε ... μήτε 是 ὥστε 后接不定式表结果时的正规否定形式。属格 τῶν τειχῶν 则是 διελεῖν 的部分属格(意为“拆除城墙的任何一部分”)。
