- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg012.humanitext-grc2:83-92
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者强调三十人所犯下的罪孽无任何刑罚足以相抵,揭露了被告同党、辩护人及证人的意图,并提醒留在城中的人和比雷埃夫斯派各自所蒙受的苦难,敦促陪审团果断判处有罪。
πότερον εἰ αὐτοὺς ἀποκτείναιτε καὶ τοὺς παῖδας αὐτῶν, ἱκανὴν ἂν τοῦ φόνου δίκην λάβοιμεν, ὧν οὗτοι πατέρας καὶ ὑεῖς καὶ ἀδελφοὺς ἀκρίτους ἀπέκτειναν; ἀλλὰ εἰ τὰ χρήματα τὰ φανερὰ δημεύσαιτε, καλῶς ἂν ἔχοι ἢ τῇ πόλει, ἧς οὗτοι πολλὰ εἰλήφασιν, ἢ τοῖς ἰδιώταις, ὧν τὰς οἰκίας ἐξεπόρθησαν; ἐπειδὴ τοίνυν πάντα ποιοῦντες δίκην παρʼ αὐτῶν τὴν ἀξίαν οὐκ ἂν δύναισθε λαβεῖν, πῶς οὐκ αἰσχρὸν ὑμῖν καὶ ἡντινοῦν ἀπολιπεῖν, ἥντινά τις βούλοιτο παρὰ τούτων λαμβάνειν; πᾶν δʼ ἄν μοι δοκεῖ τολμῆσαι,1 ὅστις νυνὶ οὐχ ἑτέρων ὄντων τῶν δικαστῶν ἀλλʼ αὐτῶν τῶν κακῶς πεπονθότων, ἥκει ἀπολογησόμενος πρὸς αὐτοὺς τοὺς μάρτυρας τῆς τούτου πονηρίας· τοσοῦτον ἢ ὑμῶν καταπεφρόνηκεν ἢ ἑτέροις πεπίστευκεν.
即便你们处死他们本人及其子女,难道我们就能为那些被他们未经审判就杀害了父亲、儿子和兄弟的人,讨回与这谋杀相称的惩罚吗?或者,若是你们没收其显在的财产,难道就能对被他们掠夺了巨资的城邦,或是对房屋被他们洗劫一空的平民有所交代吗?既然无论你们做任何事,都无法从他们身上讨得相称的惩罚,那么,凡是有人希望向他们讨取的无论何种惩罚,你们若有所宽贷,岂不是可耻至极吗? 在我看来,一个在法官不是别人正是受害人自身的情况下,竟敢来到其恶行的一众见证人面前为自己辩护的人,真是什么事都胆敢做得出来的;他是如此彻底地要么藐视你们,要么信赖着别的人。
ὧν ἀμφοτέρων ἄξιον ἐπιμεληθῆναι, ἐνθυμουμένους ὅτι οὔτʼ ἂν ἐκεῖνα ἐδύναντο ποιεῖν μὴ ἑτέρων συμπραττόντων οὔτʼ ἂν νῦν ἐπεχείρησαν ἐλθεῖν μὴ ὑπὸ τῶν αὐτῶν οἰόμενοι σωθήσεσθαι, οἳ οὐ τούτοις ἥκουσι βοηθήσοντες, ἀλλὰ ἡγούμενοι πολλὴν ἄδειαν σφίσιν ἔσεσθαι τῶν τε πεπραγμένων καὶ τοῦ λοιποῦ ποιεῖν ὅ τι ἂν βούλωνται, εἰ τοὺς μεγίστων κακῶν αἰτίους λαβόντες ἀφήσετε.
这两方面都值得留心,要考虑到:若无他人从旁协助,他们当初既不可能做出那些恶行;若非自以为会受到同样那帮人的庇护,他们如今也绝不敢冒险来到这里。而那些人前来并非为了相助此辈,而是认为,如果你们捕获了最大祸患的首恶却将他们放走,那么他们自己过去的所作所为,以及今后为所欲为的一切,都将获得极大的赦免。
ἀλλὰ καὶ τῶν συνερούντων αὐτοῖς ἄξιον θαυμάζειν, πότερον ὡς καλοὶ κἀγαθοὶ αἰτήσονται, τὴν αὑτῶν ἀρετὴν πλείονος ἀξίαν ἀποφαίνοντες τῆς τούτων πονηρίας· ἐβουλόμην μέντʼ ἂν αὐτοὺς οὕτω προθύμους εἶναι σῴζειν τὴν πόλιν, ὥσπερ οὗτοι ἀπολλύναι ἢ ὡς δεινοὶ λέγειν ἀπολογήσονται καὶ τὰ τούτων ἔργα πολλοῦ ἄξια ἀποφανοῦσιν. ἀλλʼ οὐχ ὑπὲρ ὑμῶν οὐδεὶς αὐτῶν οὐδὲ τὰ δίκαια πώποτε ἐπεχείρησεν εἰπεῖν.
此外,那些参与为他们辩护的人也同样令人称奇:他们究竟是以正人君子的身份来求情,表明自己的德行重于这些人的邪恶(我倒真希望他们救助城邦的热诚,能赶得上这些人毁灭城邦的热忱);抑或以长于辞令者的身份来辩护,宣称这些人的所作所为大有功德?然而他们当中从未有人哪怕一次为了你们挺身直言公道之辞。
ἀλλὰ τοὺς μάρτυρας ἄξιον ἰδεῖν, οἳ τούτοις μαρτυροῦντες αὑτῶν κατηγοροῦσι, σφόδρα ἐπιλήσμονας καὶ εὐήθεις νομίζοντες ὑμᾶς εἶναι, εἰ διὰ μὲν τοῦ ὑμετέρου πλήθους ἀδεῶς ἡγοῦνται τοὺς τριάκοντα σώσειν, διὰ δὲ Ἐρατοσθένην καὶ τοὺς συνάρχοντας αὐτοῦ δεινὸν ἦν καὶ τῶν τεθνεώτων ἐπʼ ἐκφορὰν ἐλθεῖν.
再者,那些证人也值得看个明白,他们为这些人作证,实则是自我指控,认为你们极其健忘且糊涂;如果他们以为能够凭借你们大众的力量毫无畏惧地拯救三十人,而在埃拉托斯提尼及其同僚掌权之下,甚至去参加死者的葬礼都是一件可怕的事情。
καίτοι οὗτοι μὲν σωθέντες πάλιν ἂν δύναιντο τὴν πόλιν ἀπολέσαι· ἐκεῖνοι δέ, οὓς οὗτοι ἀπώλεσαν, τελευτήσαντες τὸν βίον πέρας ἔχουσι τῆς παρὰ τῶν ἐχθρῶν τιμωρίας. οὐκ οὖν δεινὸν εἰ τῶν μὲν ἀδίκως τεθνεώτων οἱ φίλοι συναπώλλυντο, αὐτοῖς δὲ τοῖς τὴν πόλιν ἀπολέσασι δήπου ἐπʼ ἐκφορὰν πολλοὶ ἥξουσιν, ὁπότε βοηθεῖν τοσοῦτοι παρασκευάζονται;
况且,这些人若是获救,日后还能再次毁灭城邦;而那些被他们毁灭的人,既已告别生命,便已走到了承受仇敌惩罚的终点。那么,若是那些冤死之人的亲友一同遭难,而对于毁灭城邦的元凶自身,既然有这么多人准备前来相助,日后定然会有许多人出席其葬礼,这难道不是一件骇人听闻的事吗?
καὶ μὲν δὴ πολλῷ ῥᾷον ἡγοῦμαι εἶναι ὑπὲρ ὧν ὑμεῖς ἐπάσχετε ἀντειπεῖν, ἢ ὑπὲρ ὧν οὗτοι πεποιήκασιν ἀπολογήσασθαι. καίτοι λέγουσιν ὡς Ἐρατοσθένει ἐλάχιστα τῶν τριάκοντα κακὰ εἴργασται, καὶ διὰ τοῦτο αὐτὸν ἀξιοῦσι σωθῆναι· ὅτι δὲ τῶν ἄλλων Ἑλλήνων πλεῖστα εἰς ὑμᾶς ἐξημάρτηκεν, οὐκ οἴονται χρῆναι αὐτὸν ἀπολέσθαι; ὑμεῖς δὲ δείξατε ἥντινα γνώμην ἔχετε περὶ τῶν πραγμάτων. εἰ μὲν γὰρ τούτου καταψηφιεῖσθε, δῆλοι ἔσεσθε ὡς ὀργιζόμενοι τοῖς πεπραγμένοις· εἰ δὲ ἀποψηφιεῖσθε, ὀφθήσεσθε τῶν αὐτῶν ἔργων ἐπιθυμηταὶ τούτοις ὄντες, καὶ οὐχ ἕξετε λέγειν ὅτι τὰ ὑπὸ τῶν τριάκοντα προσταχθέντα ἐποιεῖτε· νυνὶ μὲν γὰρ οὐδεὶς ὑμᾶς ἀναγκάζει παρὰ τὴν ὑμετέραν γνώμην ψηφίζεσθαι. ὥστε συμβουλεύω μὴ τούτων ἀποψηφισαμένους ὑμῶν αὐτῶν καταψηφίσασθαι.2 μηδʼ οἴεσθε κρύβδην τὴν ψῆφον εἶναι φανερὰν γὰρ τῇ πόλει τὴν ὑμετέραν γνώμην ποιήσετε.
我实在认为,替你们所遭受的苦难进行反驳,要比替他们所犯下的罪行进行辩护容易得多。然而他们却说,埃拉托斯提尼在三十人中所作的恶事最少,并以此为由认为他应当获救;但他对你们所犯的罪过甚于其余所有的希腊人,难道他们不认为他应当被处死吗?你们应当表明对这些事务持何种态度。因为如果你们投票定他的罪,你们显然是在对已发生的事施以义愤;但如果你们投票赦免他,你们将被看作与这些人同样渴望那些恶行,而且你们再也无法声称自己是在执行三十人的命令了——因为眼下没有任何人强迫你们违背自己的意志投票。因此我劝告你们,切莫因赦免他们而实际上定罪于你们自己。也切莫以为投票是隐秘的,因为你们将使自己的意图昭示于全邦。
βούλομαι δὲ ὀλίγα ἑκατέρους ἀναμνήσας καταβαίνειν, τούς τε ἐξ ἄστεως καὶ τοὺς ἐκ Πειραιῶς, ἵνα τὰς ὑμῖν τούτων γεγενημένας συμφορὰς παραδείγματα ἔχοντες τὴν ψῆφον φέρητε. καὶ πρῶτον μὲν ὅσοι ἐξ ἄστεώς ἐστε, σκέψασθε ὅτι ὑπὸ τούτων οὕτω σφόδρα ἤρχεσθε, ὥστε ἀδελφοῖς καὶ ὑέσι καὶ πολίταις ἠναγκάζεσθε πολεμεῖν τοιοῦτον πόλεμον, ἐν ᾧ ἡττηθέντες μὲν τοῖς νικήσασι τὸ ἴσον ἔχετε, νικήσαντες δʼ ἄν τούτοις ἐδουλεύετε.3
在走下讲坛之前,我想提醒两方的人各一些事情——无论是留在城中的人,还是来自比雷埃夫斯的人——以便你们以这些人带给你们的灾祸为鉴来投下选票。首先,凡是属于城中一方的人,请想一想:你们曾受到这些人何等严苛的统治,以至于被迫向兄弟、儿子和同胞公民发起这样一场战争;在这场战争中,你们虽被打败,却能与胜者享有平等的权利,但若是你们得胜了,反倒会沦为这些人的奴隶。
- 84πᾶν δʼ ἄν μοι δοκεῖ τολμῆσαι
此处采用人称句式(personal construction),其后的关系分句 ὅστις ... ἥκει 充当主要动词 δοκεῖ 的主语。不定式 τολμῆσαι 带有 ἄν,表达潜在或假设语气,意为“来到这里的人……在我看来似乎什么都胆敢做得出来”。
- 91μὴ τούτων ἀποψηφισαμένους ὑμῶν αὐτῶν καταψηφίσασθαι
运用了具有相反意义且支配属格的两个复合动词 ἀποψηφίζομαι(意为“投票赦免”)与 καταψηφίζομαι(意为“投票定罪”)的修辞对照。副词性分词 ἀποψηφισαμένους 表示方式或条件,构成了一种悖论式的劝说:“切莫因赦免他们,而实际上投票定罪你们自己”。
- 92ἐν ᾧ ἡττηθέντες μὲν τοῖς νικήσασι τὸ ἴσον ἔχετε, νικήσαντες δʼ ἂν τούτοις ἐδουλεύετε
两个对称分词构成了非对称的条件/时间对比:前半部分的 ἡττηθέντες 对应于已发生的历史事实,与现在直陈式 ἔχετε 连用(“被打败后,你们享有……”);而后半部分的 νικήσαντες 与 ἄν 及未完成过去直陈式 ἐδουλεύετε 配合,充当与事实相反的假设条件从句(相当于 εἰ ἐνικήσατε),意为“而若你们得胜了,反倒会沦为他们的奴隶”。
