- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg012.humanitext-grc2:93-100
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者向留在城中者与来自比雷埃夫斯者双方揭示三十人政权的暴行及他们所经历的苦难,呼吁全场为神庙、城邦与死者伸张正义、定罪被告,并以此结束全篇演说。
καὶ τοὺς ἰδίους οἴκους οὗτοι μὲν ἐκ τῶν πραγμάτων μεγάλους ἐκτήσαντο, ὑμεῖς δὲ διὰ τὸν πρὸς ἀλλήλους πόλεμον ἐλάττους ἔχετε· συνωφελεῖσθαι μὲν γὰρ ὑμᾶς οὐκ ἠξίουν, συνδιαβάλλεσθαι δʼ ἠνάγκαζον, εἰς τοσοῦτον ὑπεροψίας ἐλθόντες ὥστε οὐ τῶν ἀγαθῶν κοινούμενοι πιστοὺς ὑμᾶς ἐκτῶντο, ἀλλὰ τῶν ὀνειδῶν μεταδιδόντες εὔνους ᾤοντο εἶναι.
而且,他们借着这场动乱为自己购置了宏伟的私邸,而你们却因彼此相残的内战使家产缩水。因为他们不屑于让你们共享利益,却强迫你们分担恶名;他们傲慢到了如此地步,竟不是通过分享好处来争取你们的忠诚,反而以为只要让你们分担耻辱,就能使你们怀有善意。
ἀνθʼ ὧν ὑμεῖς νῦν ἐν τῷ θαρραλέῳ ὄντες,1 καθʼ ὅσον δύνασθε, καὶ ὑπὲρ ὑμῶν αὐτῶν καὶ ὑπὲρ τῶν ἐκ Πειραιῶς τιμωρήσασθε, ἐνθυμηθέντες μὲν ὅτι ὑπὸ τούτων πονηροτάτων ὄντων ἤρχεσθε, ἐνθυμηθέντες δὲ ὅτι μετʼ ἀνδρῶν νῦν ἀρίστων πολιτεύεσθε καὶ τοῖς πολεμίοις μάχεσθε καὶ περὶ τῆς πόλεως βουλεύεσθε, ἀναμνησθέντες δὲ τῶν ἐπικούρων, οὓς οὗτοι φύλακας τῆς σφετέρας ἀρχῆς καὶ τῆς ὑμετέρας δουλείας εἰς τὴν ἀκρόπολιν κατέστησαν.
因此,如今你们既然处于安全之地,就应当尽己所能,既为你们自己、也为来自比雷埃夫斯的人向他们复仇:要铭记你们曾被这群穷凶极恶之徒所统治,要铭记你们如今正与最优秀的人共同治理城邦、抗击敌人并为城邦谋划,还要想起他们派驻在卫城的那支雇佣军——那是作为巩固他们统治、施加于你们奴役的看守。
καὶ πρὸς ὑμᾶς μὲν ἔτι πολλῶν ὄντων εἰπεῖν τοσαῦτα λέγω. ὅσοι δʼ ἐκ Πειραιῶς ἐστε, πρῶτον μὲν τῶν ὅπλων ἀναμνήσθητε, ὅτι πολλὰς μάχας ἐν τῇ ἀλλοτρίᾳ μαχεσάμενοι οὐχ ὑπὸ τῶν πολεμίων ἀλλʼ ὑπὸ τούτων εἰρήνης οὔσης ἀφῃρέθητε τὰ ὅπλα, ἔπειθʼ ὅτι ἐξεκηρύχθητε μὲν ἐκ τῆς πόλεως, ἣν ὑμῖν οἱ πατέρες παρέδοσαν, φεύγοντας δὲ ὑμᾶς ἐκ τῶν πόλεων ἐξῃτοῦντο.
对于你们,虽然尚有许多话可说,但我只说这么多。至于你们当中凡是来自比雷埃夫斯的人,首先请想起你们的武器:你们曾在异乡浴血奋战,却不是被敌人、而是被这些人在和平时期解除了武装;其次,请想起你们被驱逐出父辈交托给你们的城邦,而当你们逃难时,他们还向各城邦要求将你们引渡。
ἀνθʼ ὧν ὀργίσθητε μὲν ὥσπερ ὅτʼ ἐφεύγετε, ἀναμνήσθητε δὲ καὶ τῶν ἄλλων κακῶν ἃ πεπόνθατε ὑπʼ αὐτῶν, οἳ τοὺς μὲν ἐκ τῆς ἀγορᾶς τοὺς δʼ ἐκ τῶν ἱερῶν συναρπάζοντες βιαίως ἀπέκτειναν, τοὺς δὲ ἀπὸ τέκνων καὶ γονέων καὶ γυναικῶν ἀφέλκοντες φονέας αὑτῶν ἠνάγκασαν γενέσθαι καὶ οὐδὲ ταφῆς τῆς νομιζομένης εἴασαν τυχεῖν, ἡγούμενοι τὴν αὑτῶν ἀρχὴν βεβαιοτέραν εἶναι τῆς παρὰ τῶν θεῶν τιμωρίας. ὅσοι δὲ τὸν θάνατον διέφυγον, πολλαχοῦ κινδυνεύσαντες καὶ εἰς πολλὰς πόλεις πλανηθέντες καὶ πανταχόθεν ἐκκηρυττόμενοι, ἐνδεεῖς ὄντες τῶν ἐπιτηδείων, οἱ μὲν ἐν πολεμίᾳ τῇ πατρίδι τοὺς παῖδας καταλιπόντες, οἱ δʼ ἐν ξένῃ γῇ, πολλῶν ἐναντιουμένων ἤλθετε εἰς τὸν Πειραιᾶ.2 πολλῶν δὲ καὶ μεγάλων κινδύνων ὑπαρξάντων ἄνδρες ἀγαθοὶ γενόμενοι τοὺς μὲν ἠλευθερώσατε, τοὺς δʼ εἰς τὴν πατρίδα κατηγάγετε.
为此,请像当年流亡时那样燃起义愤,也请回想你们从他们手中所遭受的其他祸事:他们把一些人从广场、另一些人从神庙强行掳走并残暴杀害;他们将另一些人从孩子、父母和妻子身边拖走,强迫他们自尽,甚至不允许他们得到合乎规矩的安葬,自以为他们的统治比神明的惩罚还要稳固。至于那些逃脱死劫的人,历经各处的险境,辗转漂泊于多座城邦,到处被下令驱逐,缺乏日用所需,有的人把子女留在已成敌国的祖国,有的人则留在异邦,克服重重阻挠来到了比雷埃夫斯。在面临许多重大危险之际,你们展现出勇士的本色,解放了一部分人,又将另一部分人带回了祖国。
εἰ δὲ ἐδυστυχήσατε καὶ τούτων ἡμάρτετε, αὐτοὶ μὲν ἂν δείσαντες ἐφεύγετε μὴ πάθητε τοιαῦτα οἷα καὶ πρότερον, καὶ οὔτʼ ἂν ἱερὰ οὔτε βωμοὶ ὑμᾶς ἀδικουμένους διὰ τοὺς τούτων τρόπους ὠφέλησαν, ἃ καὶ τοῖς ἀδικοῦσι σωτήρια γίγνεται· οἱ δὲ παῖδες ὑμῶν, ὅσοι μὲν ἐνθάδε ἦσαν, ὑπὸ τούτων ἂν ὑβρίζοντο, οἱ δʼ ἐπὶ ξένης μικρῶν ἂν ἕνεκα συμβολαίων ἐδούλευον ἐρημίᾳ τῶν ἐπικουρησόντων.
然而,如果你们当初遭遇不幸而未能成事,你们自己便会因恐惧而逃亡,以免遭受与往昔同样的厄运;而神庙与祭坛由于这些人的乖戾性情,也绝不会庇护蒙冤的你们——哪怕这些地方对行不义之人亦能成为庇护所;你们的孩子中,留在此地的会受他们凌辱,流落异乡的则会因微不足道的债务在孤立无援中沦为奴隶。
ἀλλὰ γὰρ οὐ τὰ μέλλοντα ἔσεσθαι βούλομαι λέγειν, τὰ πραχθέντα ὑπὸ τούτων οὐ δυνάμενος εἰπεῖν. οὐδὲ γὰρ ἑνὸς κατηγόρου οὐδὲ δυοῖν ἔργον ἐστίν, ἀλλὰ πολλῶν. ὅμως δὲ τῆς ἐμῆς προθυμίας οὐδὲν ἐλλέλειπται, ὑπέρ τε τῶν ἱερῶν, ἃ οὗτοι τὰ μὲν ἀπέδοντο τὰ δʼ εἰσιόντες ἐμίαινον, ὑπέρ τε τῆς πόλεως, ἣν μικρὰν ἐποίουν, ὑπέρ τε τῶν νεωρίων, ἃ καθεῖλον, καὶ ὑπὲρ τῶν τεθνεώτων, οἷς ὑμεῖς, ἐπειδὴ ζῶσιν ἐπαμῦναι οὐκ ἐδύνασθε, ἀποθανοῦσι βοηθήσατε.
然而,我并不想谈论未曾发生的事,因为就连这些人实际犯下的勾当,我都无法一一尽述。这绝非一两个、而是许多控告者才能完成的任务。尽管如此,我的热忱已毫无保留:为了这些神庙——其中一些被他们变卖,另一些被他们擅入而玷污;为了这座城邦——他们曾使其缩水削弱;为了那些船坞——已被他们拆毁;为了那些死者——既然你们未能在他们生前予以援救,就请在他们死后为之伸张公道。
οἶμαι δʼ αὐτοὺς ἡμῶν τε ἀκροᾶσθαι3 καὶ ὑμᾶς εἴσεσθαι τὴν ψῆφον φέροντας, ἡγουμένους, ὅσοι μὲν ἂν τούτων ἀποψηφίσησθε, αὐτῶν θάνατον κατεψηφισμένους ἔσεσθαι, ὅσοι δʼ ἂν παρὰ τούτων δίκην λάβωσιν, ὑπὲρ αὐτῶν τιμωρίας πεποιημένους. παύσομαι κατηγορῶν. ἀκηκόατε, ἑωράκατε, πεπόνθατε, ἔχετε· δικάζετε.4
我认为,他们此刻正倾听着我们的陈词,并将知晓你们投下的选票;他们确信,凡是投票赦免这些人的人,便是宣判了他们死者自己的死刑;而凡是惩处这些人的人,便是为他们死者雪耻复仇。 我将结束控告。你们已听见,你们已看见,你们已承受,事实已在你们掌握之中。请作出判决吧。
- 94ἐν τῷ θαρραλέῳ ὄντες
带定冠词的中性单数形容词充当抽象名词,意为“处于安全/无所畏惧的境地”。与分词 ὄντες 连用,构成表伴随或原因的状语:“既然你们如今身处安全之中”。
- 96ὅσοι δὲ τὸν θάνατον διέφυγον, ... ἤλθετε εἰς τὸν Πειραιᾶ
句首以第三人称关系从句(ὅσοι δὲ τὸν θάνατον διέφυγον)引入主语,但在插入了一长串分词分句之后,主要动词 ἤλθετε 却转换为了第二人称复数。这是一种修辞上的构文转换(依义构文/呼告),使其与直接对来自比雷埃夫斯者的呼吁保持一致。
- 100οἶμαι δʼ αὐτοὺς ἡμῶν τε ἀκροᾶσθαι
不定式(ἀκροᾶσθαι 与 εἴσεσθαι)在带宾格的不定式结构中的逻辑主语 αὐτούς,在此语境中指代前一句中提到的死者(τῶν τεθνεώτων)。这是一种修辞手法,将受害死者的亡灵描绘为正在倾听辩论并监视陪审员投票。
- 100ἀκηκόατε, ἑωράκατε, πεπόνθατε, ἔχετε· δικάζετε.
著名篇结,由一连串无连词并列(asyndeton)的现在完成时动词引导至最终的命令式。动词 ἔχετε 的宾语被省略,意为“你们已经掌握了事实/裁决权在你们手中”,从而将听众的切身体验直接收束为最后的判决要求(δικάζετε)。
