← 吕西亚斯

控诉埃拉托斯提尼

§74-82

民众大会上强立三十人政权与严惩的请求

演说者揭露塞拉麦涅斯与吕珊德罗斯在民众大会上强行建立三十人政权的经过以及塞拉麦涅斯自证其罪的辩护,结束对塞拉麦涅斯的声讨,并敦促陪审员依法严惩埃拉托斯提尼等人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§74

θηραμένης δέ, ὦ ἄνδρες δικασταί, (καὶ τούτων ὑμᾶς αὐτοὺς μάρτυρας παρέξομαι) εἶπεν ὅτι οὐδὲν αὐτῷ μέλοι τοῦ ὑμετέρου θορύβου, ἐπειδὴ πολλοὺς μὲν Ἀθηναίων εἰδείη τοὺς τὰ ὅμοια πράττοντας αὑτῷ, δοκοῦντα δὲ Λυσάνδρῳ καὶ Λακεδαιμονίοις λέγοι. μετʼ ἐκεῖνον δὲ Λύσανδρος ἀναστὰς ἄλλα τε πολλὰ εἶπε καὶ ὅτι παρασπόνδους ὑμᾶς ἔχοι,1 καὶ ὅτι οὐ περὶ πολιτείας ὑμῖν ἔσται ἀλλὰ περὶ σωτηρίας, εἰ μὴ ποιήσεθʼ ἃ Θηραμένης κελεύει.

然而陪审员诸位先生,塞拉麦涅斯(就这些事,我将请你们自己作证)却说,他根本不在乎你们的喧嚷,因为他知道有许多雅典人的所作所为与他一致,而且他所说的是吕珊德罗斯和拉刻代蒙人中意的事。在他之后,吕珊德罗斯站起来,除了说了许多别的话之外,还声称他认定你们是违约背盟之人,若你们不按照塞拉麦涅斯的命令去做,你们所面临的将不是政体问题,而是生死存亡之争。

§75

τῶν δʼ ἐν τῇ ἐκκλησίᾳ ὅσοι ἄνδρες ἀγαθοὶ ἦσαν, γνόντες τὴν παρασκευὴν καὶ τὴν ἀνάγκην, οἱ μὲν αὐτοῦ μένοντες ἡσυχίαν ἦγον, οἱ δὲ ᾤχοντο ἀπιόντες, τοῦτο γοῦν σφίσιν αὐτοῖς συνειδότες, ὅτι οὐδὲν κακὸν τῇ πόλει ἐψηφίσαντο· ὀλίγοι δέ τινες καὶ πονηροὶ καὶ κακῶς βουλευόμενοι τὰ προσταχθέντα ἐχειροτόνησαν.

会场中的众人里,凡是正派之士,认清了这番布置与不可避免的强迫,要么留在原地保持缄默,要么径自离去,至少问心无愧于自知未曾投票给城邦带来任何灾祸;但有少数卑劣糊涂之徒,举手通过了那些受命之策。

§76

παρήγγελτο γὰρ αὐτοῖς δέκα μὲν οὓς Θηραμένης ἀπέδειξε χειροτονῆσαι, δέκα δὲ οὓς οἱ καθεστηκότες ἔφοροι κελεύοιεν, δέκα δʼ ἐκ τῶν παρόντων· οὕτω γὰρ τὴν ὑμετέραν ἀσθένειαν ἑώρων καὶ τὴν αὑτῶν δύναμιν ἠπίσταντο, ὥστε πρότερον ᾔδεσαν τὰ μέλλοντα ἐν τῇ ἐκκλησίᾳ πραχθήσεσθαι.

因为他们事先接到指示,要举手表决塞拉麦涅斯指定的十人、现任监察官命令的十人,以及在场者中的十人;他们是如此看透了你们的软弱并深知自己的力量,以致于预先就知道民众大会上将要发生的一切。

§77

ταῦτα δὲ οὐκ ἐμοὶ δεῖ πιστεῦσαι, ἀλλὰ ἐκείνῳ· πάντα γὰρ τὰ ὑπʼ ἐμοῦ εἰρημένα ἐν τῇ βουλῇ ἀπολογούμενος ἔλεγεν, ὀνειδίζων μὲν τοῖς φεύγουσιν, ὅτι διʼ αὑτὸν κατέλθοιεν, οὐδὲν φροντιζόντων Λακεδαιμονίων, ὀνειδίζων δὲ τοῖς τῆς πολιτείας μετέχουσιν, ὅτι πάντων τῶν πεπραγμένων τοῖς εἰρημένοις τρόποις ὑπʼ ἐμοῦ αὐτὸς αἴτιος γεγενημένος τοιούτων τυγχάνοι, πολλὰς πίστεις αὐτοῖς ἔργῳ δεδωκὼς καὶ παρʼ ἐκείνων ὅρκους εἰληφώς.

在这些事上,你们不应当相信我,而应当相信他本人;因为我所说的这一切,正是他自己在议事会为自己辩护时所说的——他斥责流亡归来者说,在拉刻代蒙人根本不予过问的情况下,是因他之故他们才得以回国;他又斥责参与政权者说,他在以我所说的方式造成了这一切后果之后,竟然遭到如此对待,尽管他以实际行动给予了他们诸多保证,并从他们那里接受了誓言。

§78

καὶ τοσούτων καὶ ἑτέρων κακῶν καὶ αἰσχρῶν καὶ πάλαι καὶ νεωστὶ καὶ μικρῶν καὶ μεγάλων αἰτίου γεγενημένου2 τολμήσουσιν αὑτοὺς φίλους ὄντας ἀποφαίνειν, οὐχ ὑπὲρ ὑμῶν ἀποθανόντος Θηραμένους ἀλλʼ ὑπὲρ τῆς αὑτοῦ πονηρίας, καὶ δικαίως μὲν ἐν ὀλιγαρχίᾳ δίκην δόντος (ἤδη γὰρ αὐτὴν κατέλυσε), δικαίως δʼ ἂν ἐν δημοκρατίᾳ·3 δὶς γὰρ ὑμᾶς κατεδουλώσατο, τῶν μὲν παρόντων καταφρονῶν, τῶν δὲ ἀπόντων ἐπιθυμῶν, καὶ τῷ καλλίστῳ ὀνόματι χρώμενος δεινοτάτων ἔργων διδάσκαλος καταστάς.

当他造成了如此众多以及其他的灾祸与丑行,无论过去还是最近,无论微小还是重大,他们竟敢宣称自己是他的朋友吗?塞拉麦涅斯之死绝非为了你们,而是为了他自己的邪恶;他在寡头政体中受罚是罪有应得(因为他已颠覆了它),而在民主政体中也本会罪有应得地受罚;因为他两次奴役了你们,藐视眼前的一切,觊觎未得之物,假借最美妙的名义,却充当了最可怕恶行的导师。

§79

περὶ μὲν τοίνυν Θηραμένους ἱκανά μοί ἐστι τὰ κατηγορημένα· ἥκει δʼ ὑμῖν ἐκεῖνος ὁ καιρός, ἐν ᾧ δεῖ συγγνώμην καὶ ἔλεον μὴ εἶναι ἐν ταῖς ὑμετέραις γνώμαις, ἀλλὰ παρὰ Ἐρατοσθένους καὶ τῶν τούτου συναρχόντων δίκην λαβεῖν, μηδὲ μαχομένους μὲν κρείττους εἶναι τῶν πολεμίων, ψηφιζομένους δὲ ἥττους τῶν ἐχθρῶν.

那么,关于塞拉麦涅斯,我的控告已经足够了;属于你们的那个时刻已经到来——在此时刻,你们的决意中绝不能存有宽恕与怜悯,而必须向埃拉托斯提尼及其同僚官员讨回公道;切不可在作战时胜过外敌,却在投票时屈服于仇敌。

§80

μηδʼ ὧν φασι μέλλειν πράξειν πλείω χάριν αὐτοῖς ἴστε,4 ἢ ὧν ἐποίησαν ὀργίζεσθε· μηδʼ ἀποῦσι μὲν τοῖς τριάκοντα ἐπιβουλεύετε, παρόντας δʼ ἀφῆτε· μηδὲ τῆς τύχης, ἣ τούτους παρέδωκε τῇ πόλει, κάκιον ὑμῖν αὐτοῖς βοηθήσητε.

切不可因他们声称将要做的事而对他们怀有比因他们已做之事所感愤怒更大的感激;切不可在三十人缺席时谋划惩治他们,而在他们当面时却予以放走;切不可在帮助你们自己时,比将他们交托给城邦的命运所给予的相助更为拙劣。

§81

κατηγόρηται δὴ Ἐρατοσθένους καὶ τῶν τούτου φίλων, οἷς τὰς ἀπολογίας ἀνοίσει καὶ μεθʼ ὧν αὐτῷ ταῦτα πέπρακται. ὁ μέντοι ἀγὼν οὐκ ἐξ ἴσου τῇ πόλει καὶ Ἐρατοσθένει· οὗτος μὲν γὰρ κατήγορος καὶ δικαστὴς αὑτὸς ἦν τῶν κρινομένων, ἡμεῖς δὲ νυνὶ εἰς κατηγορίαν καὶ ἀπολογίαν καθέσταμεν.

指控已经向埃拉托斯提尼以及他的朋友们提出——他将把辩护推诿给那些人,也正是同那些人一起犯下了这些罪行。然而,这场诉讼对城邦和对埃拉托斯提尼而言并非对等:因为他自己对待受审者既是控告者又是法官,而我们如今则是依照控告与辩护的正当程序行事。

§82

καὶ οὗτοι μὲν τοὺς οὐδὲν ἀδικοῦντας ἀκρίτους ἀπέκτειναν, ὑμεῖς δὲ τοὺς ἀπολέσαντας τὴν πόλιν κατὰ τὸν νόμον ἀξιοῦτε κρίνειν, παρʼ ὧν οὐδʼ ἂν παρανόμως βουλόμενοι δίκην λαμβάνειν ἀξίαν τῶν ἀδικημάτων ὧν τὴν πόλιν ἠδικήκασι λάβοιτε. τί γὰρ ἂν παθόντες δίκην τὴν ἀξίαν εἴησαν τῶν ἔργων δεδωκότες;5

那些人毫无审讯地处死了未犯任何过错的人,而你们却认为应当依照法律来审判毁灭了城邦的人;从这些人身上,即使你们企图以违法的方式讨还公道,也无法获得与他们对城邦所犯下的罪行相称的惩罚。因为他们究竟要遭受何种惩罚,才算偿清了与其罪行相称的代价呢?

语法注5 条
  1. 74παρασπόνδους ὑμᾶς ἔχοι

    间接引语中的斜格希求法(optativus obliquus)。动词 ἔχω 带双宾格(宾语补足语形容词 παρασπόνδους),意为“认定你们为背约者/破坏和约之人”。

  2. 78καὶ τοσούτων καὶ ἑτέρων κακῶν καὶ αἰσχρῶν καὶ πάλαι καὶ νεωστὶ καὶ μικρῶν καὶ μεγάλων αἰτίου γεγενημένου

    置于句首的长大属格绝对结构,其逻辑主语名词 Θηραμένους 直到后文 οὐχ ὑπὲρ ὑμῶν ἀποθανόντος Θηραμένους 处才出现。这种语序倒置(hyperbaton)先声夺人地突出了塞拉麦涅斯的劣迹背景,然后引出主句主语(埃拉托斯提尼及其辩护同党)。

  3. 78δικαίως δʼ ἂν ἐν δημοκρατίᾳ

    承接前文的 δικαίως μὲν ἐν ὀλιγαρχίᾳ δίκην δόντος,此处的 ἄν 与省略的过去反事实动词(如 δίκην ἔδωκεν ἄν)或补出的分词构成与过去事实相反的虚拟表达,意为“即便在民主政体下,他也理应受到公正惩罚”。

  4. 80μηδʼ ὧν φασι μέλλειν πράξειν πλείω χάριν αὐτοῖς ἴστε

    ἴστε 是 οἶδα 的现在时第二人称复数祈使语气,与 χάριν 连用构成固定短语 χάριν εἰδέναι(“感恩、心存感激”)。关系代词 ὧν 被吸引至其省略的先行词 τούτων 的属格中(关系词吸引)。全句意为“不可因他们声称将要做的事而对他们怀有更大的感激”。

  5. 82τί γὰρ ἂν παθόντες δίκην τὴν ἀξίαν εἴησαν τῶν ἔργων δεδωκότες;

    εἴησαν δεδωκότες 是迂回式完成时能动希求法,与 ἄν 连用构成潜在或反事实的修辞反问。分词 παθόντες 隐含条件含义(“若是遭受了什么……”),整体意为:“他们究竟要遭受何种惩处,才算偿清了与其罪行相称的代价呢?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0540.tlg012.humanitext-grc2:74-82