← 吕西亚斯

控诉埃拉托斯提尼

§63-73

塞拉麦涅斯的背叛与三十僭主统治的建立

演说者揭露了埃拉托色尼所依凭的塞拉麦涅斯的叛卖罪行,历数其建立四百人寡头政权、出卖友人,并通过欺骗性媾和最终导致拆除城墙与确立三十僭主统治的行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§63

καίτοι σφόδρʼ ἂν αὐτὸν οἶμαι μετὰ Θεμιστοκλέους πολιτευόμενον προσποιεῖσθαι πράττειν1 ὅπως οἰκοδομηθήσεται τὰ τείχη, ὁπότε καὶ μετὰ Θηραμένους ὅπως καθαιρεθήσεται. οὐ γάρ μοι δοκοῦσιν ἴσου ἄξιοι γεγενῆσθαι· ὁ μὲν γὰρ Λακεδαιμονίων ἀκόντων ᾠκοδόμησεν αὐτά, οὗτος δὲ τοὺς πολίτας ἐξαπατήσας καθεῖλε.

然而我认为,设若他与地米斯托克利一同从政,他也必定会极力假装致力于修建城墙,既然他与塞拉麦涅斯共事时竟致力于拆毁城墙。因为在我看来,这两人绝非具有同等价值:前者是在拉刻代蒙人不情愿的情况下筑起城墙,而后者则是欺骗了公民们将其拆毁。

§64

περιέστηκεν οὖν τῇ πόλει τοὐναντίον ἢ ὡς εἰκὸς ἦν.2 ἄξιον μὲν γὰρ ἦν καὶ τοὺς φίλους τοὺς Θηραμένους προσαπολωλέναι, πλὴν εἴ τις ἐτύγχανεν ἐκείνῳ τἀναντία πράττων· νῦν δὲ ὁρῶ τάς τε ἀπολογίας εἰς ἐκεῖνον ἀναφερομένας, τούς τʼ ἐκείνῳ συνόντας τιμᾶσθαι πειρωμένους, ὥσπερ πολλῶν ἀγαθῶν αἰτίου ἀλλʼ οὐ μεγάλων κακῶν γεγενημένου.

因此,城邦所面临的结局,与理应发生的事情恰好相反。因为塞拉麦涅斯的同党本该一同灭亡才算公道,除非有人碰巧正与他背道而驰;然而现在,我却看到种种辩解都被推诿到那个人身上,与他交往的人正力图获得尊崇,仿佛他是许多善行的开创者,而非巨大灾祸的根源。

§65

ὃς πρῶτον μὲν τῆς προτέρας ὀλιγαρχίας αἰτιώτατος ἐγένετο, πείσας ὑμᾶς τὴν ἐπὶ τῶν τετρακοσίων πολιτείαν ἑλέσθαι. καὶ ὁ μὲν πατὴρ αὐτοῦ τῶν προβούλων ὢν ταὔτʼ ἔπραττεν, αὐτὸς δὲ δοκῶν εὐνούστατος εἶναι τοῖς πράγμασι στρατηγὸς ὑπʼ αὐτῶν ᾑρέθη.

他首先便是上一届寡头政治的首要罪魁祸首,说服你们选择了四百人政制。他的父亲身为特派政务官之一策划了同样的事,而他本人由于看似对那政局最为忠顺,被他们推选为将军。

§66

καὶ ἕως μὲν ἐτιμᾶτο, πιστὸν ἑαυτὸν παρεῖχεν· ἐπειδὴ δὲ Πείσανδρον μὲν καὶ Κάλλαισχρον καὶ ἑτέρους ἑώρα προτέρους αὑτοῦ γιγνομένους, τὸ δὲ ὑμέτερον πλῆθος οὐκέτι βουλόμενον τούτων ἀκροᾶσθαι, τότʼ ἤδη διά τε τὸν πρὸς ἐκείνους φθόνον καὶ τὸ παρʼ ὑμῶν δέος μετέσχε τῶν Ἀριστοκράτους ἔργων.

只要他享有崇敬,他便表现得十分忠诚;然而,当他看到佩桑德罗斯、卡莱斯克罗斯等人越过他位居前列,而你们的平民大众不再愿意倾听他们的话时,就在那时,出于对那些人的嫉妒以及对你们的畏惧,他参与了阿里斯托克拉特斯的行径。

§67

βουλόμενος δὲ τῷ ὑμετέρῳ πλήθει δοκεῖν πιστὸς εἶναι Ἀντιφῶντα καὶ Ἀρχεπτόλεμον φιλτάτους ὄντας αὑτῷ κατηγορῶν ἀπέκτεινεν, εἰς τοσοῦτον δὲ κακίας ἦλθεν, ὥστε ἅμα μὲν διὰ τὴν πρὸς ἐκείνους πίστιν ὑμᾶς κατεδουλώσατο, διὰ δὲ τὴν πρὸς ὑμᾶς τοὺς φίλους ἀπώλεσε.

他为了想在你们大众面前显得忠心耿耿,便控告并处死了安提丰和阿刻普托勒摩斯,尽管他们曾是他最亲密的挚友;他堕落至如此卑劣的地步,以致于一方面因对那些人的信义而奴役了你们,另一方面又因对你们的信义而葬送了友人。

§68

τιμώμενος δὲ καὶ τῶν μεγίστων ἀξιούμενος, αὐτὸς ἐπαγγειλάμενος σώσειν τὴν πόλιν αὐτὸς ἀπώλεσε, φάσκων πρᾶγμα ηὑρηκέναι μέγα καὶ πολλοῦ ἄξιον. ὑπέσχετο δὲ εἰρήνην ποιήσειν μήτε ὅμηρα δοὺς μήτε τὰ τείχη καθελὼν μήτε τὰς ναῦς παραδούς· ταῦτα δὲ εἰπεῖν μὲν οὐδενὶ ἠθέλησεν, ἐκέλευσε δὲ αὑτῷ πιστεύειν.

他在备受尊崇、享有一切崇高待遇之时,亲自许诺要拯救城邦,却亲自毁灭了它,声称自己找到了一桩重大而极有价值的门路。他许诺达成和平,既不必交付人质,也不必拆毁城墙,更无须交出战舰;但他不愿把这些秘密告诉任何人,反而要求大家信任他。

§69

ὑμεῖς δέ, ὦ ἄνδρες Ἀθηναῖοι, πραττούσης μὲν τῆς ἐν Ἀρείπάγῳ βουλῆς σωτήρια, ἀντιλεγόντων δὲ πολλῶν Θηραμένει, εἰδότες δὲ ὅτι οἱ μὲν ἄλλοι ἄνθρωποι τῶν πολεμίων ἕνεκα τἀπόρρητα ποιοῦνται, ἐκεῖνος δʼ ἐν τοῖς αὑτοῦ πολίταις οὐκ ἠθέλησεν εἰπεῖν ταῦθʼ ἃ πρὸς τοὺς πολεμίους ἔμελλεν ἐρεῖν, ὅμως ἐπετρέψατε αὐτῷ πατρίδα καὶ παῖδας καὶ γυναῖκας καὶ ὑμᾶς αὐτούς. ὁ δὲ ὧν μὲν ὑπέσχετο οὐδὲν ἔπραξεν, οὕτως δὲ ἐνετεθύμητο ὡς χρὴ μικρὰν καὶ ἀσθενῆ γενέσθαι τὴν πόλιν, ὥστε περὶ ὧν οὐδεὶς πώποτε οὔτε τῶν πολεμίων ἐμνήσθη οὔτε τῶν πολιτῶν ἤλπισε, ταῦθʼ ὑμᾶς ἔπεισε πρᾶξαι, οὐχ ὑπὸ Λακεδαιμονίων ἀναγκαζόμενος, ἀλλʼ αὐτὸς ἐκείνοις ἐπαγγελλόμενος, τοῦ τε Πειραιῶς τὰ τείχη περιελεῖν καὶ τὴν ὑπάρχουσαν πολιτείαν καταλῦσαι, εὖ εἰδὼς ὅτι, εἰ μὴ πασῶν τῶν ἐλπίδων ἀποστερηθήσεσθε, ταχεῖαν παρʼ αὐτοῦ τὴν τιμωρίαν κομιεῖσθε.

然而雅典的男人们,尽管战神山议事会正在谋求救国之策,许多人出面反对塞拉麦涅斯,且你们心知其他人都是为了防备敌人才保守机密,而他却不愿对本国公民吐露将向敌人道出的话,你们却依然将祖国、子女、妻子以及你们自身全托付给了他。但他对所许诺之事一件也没有实行;他满心盘算着城邦必须变得弱小无力,以致于说服你们去做甚至连敌人都从未提及、公民中也无人预料的事——不是受拉刻代蒙人的强迫,而是他自己向对方许诺:拆除比雷埃夫斯的城墙并瓦解现有的政体;因为他深知,除非你们被剥夺了一切希望,否则必将迅速从他身上讨还血债。

§71

καὶ τὸ τελευταῖον, ὦ ἄνδρες δικασταί, οὐ πρότερον εἴασε τὴν ἐκκλησίαν γενέσθαι, ἕως ὁ λεγόμενος ὑπʼ ἐκείνων καιρὸς ἐπιμελῶς ὑπʼ αὐτοῦ ἐτηρήθη,3 καὶ μετεπέμψατο μὲν τὰς μετὰ Λυσάνδρου ναῦς ἐκ Σάμου, ἐπεδήμησε δὲ τὸ τῶν πολεμίων στρατόπεδον.

最后,陪审员诸位先生,他一直不准召开民众大会,直到那些人所说的时机被他悉心守候成熟,既从萨摩斯调来了吕珊德罗斯率领的舰队,敌军又已进逼入城。

§72

τότε δὲ τούτων ὑπαρχόντων, καὶ παρόντος Λυσάνδρου καὶ Φιλοχάρους καὶ Μιλτιάδου, περὶ τῆς πολιτείας τὴν ἐκκλησίαν ἐποίουν, ἵνα μήτε ῥήτωρ αὐτοῖς μηδεὶς ἐναντιοῖτο μηδὲ διαπειλοῖτο ὑμεῖς τε μὴ τὰ τῇ πόλει συμφέροντα ἕλοισθε, ἀλλὰ τἀκείνοις δοκοῦντα ψηφίσαισθε.

当时,在这些条件完备、且有吕珊德罗斯、菲罗卡里斯以及米尔提阿德斯在场的情况下,他们就政体问题召开了民众大会,目的是使任何演说家都不能反抗他们或出言威吓,使你们不能选择对城邦有利的方案,而是投票赞成他们中意的事项。

§73

ἀναστὰς δὲ Θηραμένης ἐκέλευσεν ὑμᾶς τριάκοντα ἀνδράσιν ἐπιτρέψαι τὴν πόλιν καὶ τῇ πολιτείᾳ χρῆσθαι ἣν Δρακοντίδης ἀπέφαινεν. ὑμεῖς δʼ ὅμως καὶ οὕτω διακείμενοι ἐθορυβεῖτε ὡς οὐ ποιήσοντες ταῦτα·4 ἐγιγνώσκετε γὰρ ὅτι περὶ δουλείας καὶ ἐλευθερίας ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἠκκλησιάζετε.

塞拉麦涅斯站起来,命令你们将城邦托付给三十人,并采用德拉孔提得斯所拟定的宪制。然而,你们即便处在如此境地,依然喧嚷抗议绝不从命;因为你们深知,在这一天,你们是围绕奴役与自由而集会商讨。

语法注4 条
  1. 63σφόδρʼ ἂν αὐτὸν οἶμαι μετὰ Θεμιστοκλέους πολιτευόμενον προσποιεῖσθαι πράττειν

    虚词 ἄν 并非修饰 οἶμαι,而是修饰不定式 προσποιεῖσθαι,与充当条件从句的分词短语 μετὰ Θεμιστοκλέους πολιτευόμενον(“设若他曾与地米斯托克利共事从政”)共同构成非真实条件句的间接引语归结分句。此处以此讽刺埃拉托色尼追随塞拉麦涅斯拆毁城墙之举,反衬其若身处地米斯托克利时代也必会虚伪表态建墙。

  2. 64περιέστηκεν οὖν τῇ πόλει τοὐναντίον ἢ ὡς εἰκὸς ἦν

    不及物完成体 περιέστηκεν(“转变成……结局/结果发生”)带关系与格 τῇ πόλει。τοὐναντίον 作为主语,与后接的比较连接词 ἢ 及从句 ὡς εἰκὸς ἦν(“与理应发生者相比”)相搭配,表达“城邦最终落得与理应合乎情理的结局截然相反的境地”这一荒谬逆转。

  3. 71οὐ πρότερον εἴασε τὴν ἐκκλησίαν γενέσθαι, ἕως ὁ λεγόμενος ὑπʼ ἐκείνων καιρὸς ἐπιμελῶς ὑπʼ αὐτοῦ ἐτηρήθη

    否定结构 οὐ πρότερον ... ἕως(“在……之前不……/直到……才……”)统领直陈语气不定过去时被动体 ἐτηρήθη,表明该时间从句描述的是确凿发生的历史事实,而非悬搁的假设:即直到那个被指定的时机被他确实恪守、舰队与敌军真正进抵之前,他绝不允许召开公民大会。

  4. 73ἐθορυβεῖτε ὡς οὐ ποιήσοντες ταῦτα

    连词 ὡς 与未来时分词 ποιήσοντες 及否定词 οὐ 连用,用于表达主语(民众)的主观意图或公开坚决的态度(“鼓噪抗议,表示决不顺从行事”)。使用 οὐ 而非 μή,直接保留了民众当时内心主张或当场呼喊的否定言辞。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0540.tlg012.humanitext-grc2:63-73