- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg012.humanitext-grc2:52-62
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者揭露了埃拉托色尼和斐冬在萨拉米斯与埃勒夫西斯屠杀公民,并在三十僭主倒台后执掌十人委员会、勾结斯巴达人加剧内战的罪行,随后开始驳斥埃拉托色尼企图以塞拉麦涅斯为庇护的辩解。
εἰ γὰρ ὑπὲρ τῶν ἀδικουμένων ἐστασίαζον, ποῦ κάλλιον ἦν ἀνδρὶ ἄρχοντι, ἢ Θρασυβούλου Φυλὴν κατειληφότος, τότε ἐπιδείξασθαι τὴν αὑτοῦ εὔνοιαν;1 ὁ δʼ ἀντὶ τοῦ ἐπαγγείλασθαί τι ἢ πρᾶξαι ἀγαθὸν πρὸς τοὺς ἐπὶ Φυλῇ, ἐλθὼν μετὰ τῶν συναρχόντων εἰς Σαλαμῖνα καὶ Ἐλευσῖνάδε τριακοσίους τῶν πολιτῶν ἀπήγαγεν εἰς τὸ δεσμωτήριον, καὶ μιᾷ ψήφῳ αὐτῶν ἁπάντων θάνατον κατεψηφίσατο.
假若他们真是为了受冤屈的人而发动内讧,那么对一个执政者而言,何处能比在色拉叙布洛斯占领菲勒之时,更能展现其善意呢?然而,他非但没有对菲勒的人作出任何许诺或善举,反而与同僚一同前往萨拉米斯和埃勒夫西斯,将三百名公民押往监狱,并凭一次投票便将他们全员判处死刑。
ἐπειδὴ δὲ εἰς τὸν Πειραιᾶ ἤλθομεν καὶ αἱ ταραχαὶ γεγενημέναι ἦσαν καὶ περὶ τῶν διαλλαγῶν οἱ λόγοι ἐγίγνοντο, πολλὰς ἑκάτεροι ἐλπίδας εἴχομεν πρὸς ἀλλήλους ἔσεσθαι,2 ὡς ἀμφότεροι ἔδειξαν. οἱ μὲν γὰρ ἐκ Πειραιῶς κρείττους ὄντες εἴασαν αὐτοὺς ἀπελθεῖν· οἱ δὲ εἰς τὸ ἄστυ ἐλθόντες τοὺς μὲν τριάκοντα ἐξέβαλον πλὴν Φείδωνος καὶ Ἐρατοσθένους, ἄρχοντας δὲ τοὺς ἐκείνοις ἐχθίστους εἵλοντο, ἡγούμενοι δικαίως ἂν ὑπὸ τῶν αὐτῶν τούς τε τριάκοντα μισεῖσθαι καὶ τοὺς ἐν Πειραιεῖ φιλεῖσθαι.
及至我们进军比雷埃夫斯、动乱爆发且关于和解的谈判正在展开时,我们双方都满怀重归于好的期望,正如双方所表现出来的那样。因为比雷埃夫斯的人虽然势力更强,却任凭他们离去;而进城的人除了斐冬和埃拉托色尼之外驱逐了三十僭主,并选出那些与他们最为敌对的人出任官职,认为按理同一批人理应对三十僭主怀恨,对比雷埃夫斯的人心存友善。
τούτων τοίνυν Φείδων γενόμενος καὶ Ἱπποκλῆς καὶ Ἐπιχάρης ὁ Λαμπτρεὺς καὶ ἕτεροι οἱ δοκοῦντες εἶναι ἐναντιώτατοι Χαρικλεῖ καὶ Κριτίᾳ καὶ τῇ ἐκείνων ἑταιρείᾳ, ἐπειδὴ αὐτοὶ εἰς τὴν ἀρχὴν κατέστησαν, πολὺ μείζω στάσιν καὶ πόλεμον ἐπὶ τοὺς ἐν Πειραιεῖ τοῖς ἐξ ἄστεως ἐποίησαν.
然而,斐冬成为这些官员之一,还有希波克勒斯、兰普特赖的埃皮卡雷斯,以及其他看似与查里克勒斯、克里提阿斯及其党社最为势不两立的人,他们一旦自身执掌了大权,便在城里的人当中激起了针对比雷埃夫斯的人的大得多的内讧与战争。
ᾧ καὶ φανερῶς ἐπεδείξαντο ὅτι οὐχ ὑπὲρ τῶν ἐν Πειραιεῖ οὐδʼ ὑπὲρ τῶν ἀδίκως ἀπολλυμένων ἐστασίαζον, οὐδʼ οἱ τεθνεῶτες αὐτοὺς ἐλύπουν οὐδʼ οἱ μέλλοντες ἀποθανεῖσθαι, ἀλλʼ οἱ μεῖζον δυνάμενοι καὶ θᾶττον πλουτοῦντες.
他们借此明白地表明:他们既不是为了比雷埃夫斯的人,也不是为了无辜惨遭杀害的人而争斗,令他们痛心的既非死者,亦非濒死者,而是那些权势更大、暴富更快的人。
λαβόντες γὰρ τὰς ἀρχὰς καὶ τὴν πόλιν ἀμφοτέροις ἐπολέμουν, τοῖς τε τριάκοντα πάντα κακὰ εἰργασμένοις καὶ ὑμῖν πάντα κακὰ πεπονθόσι. καίτοι τοῦτο πᾶσι δῆλον ἦν, ὅτι εἰ μὲν ἐκεῖνοι δικαίως ἔφευγον, ὑμεῖς ἀδίκως, εἰ δʼ ὑμεῖς δικαίως, οἱ τριάκοντα ἀδίκως· οὐ γὰρ δὴ ἑτέρων ἔργων αἰτίαν λαβόντες ἐκ τῆς πόλεως ἐξέπεσον, ἀλλὰ τούτων. ὥστε σφόδρα χρὴ ὀργίζεσθαι, ὅτι Φείδων αἱρεθεὶς ὑμᾶς διαλλάξαι καὶ καταγαγεῖν τῶν αὐτῶν ἔργων Ἐρατοσθένει μετεῖχε καὶ τῇ αὐτῇ γνώμῃ τοὺς μὲν κρείττους αὑτῶν διʼ ὑμᾶς κακῶς ποιεῖν ἕτοιμος ἦν, ὑμῖν δὲ ἀδίκως φεύγουσιν οὐκ ἠθέλησεν ἀποδοῦναι τὴν πόλιν, ἀλλʼ ἐλθὼν εἰς Λακεδαίμονα ἔπειθεν αὐτοὺς στρατεύεσθαι, διαβάλλων ὅτι Βοιωτῶν ἡ πόλις ἔσται, καὶ ἄλλα λέγων οἷ ᾤετο πείσειν μάλιστα.
因为他们夺取了官职和城邦之后,便对双方同时开战——既针对作恶多端的三十僭主,也针对饱受摧残的你们。然而对所有人来说,有一点是显而易见的:若那些人的流亡是正当的,你们的流亡便是不义的;若你们的流亡是正当的,三十僭主的流亡便是不义的;因为他们被逐出城邦,绝非因其他行径遭到指控,而正是因这些罪行。 因此理当极度愤怒:斐冬被选来是为了让你们和解并返乡,却与埃拉托色尼共谋同类恶行,本着同一种意图,一方面准备因你们的缘故加害于那些比他们更强者,另一方面却不愿将城邦归还给蒙冤流亡的你们,反而前往拉刻代蒙,劝诱他们出兵进犯,诬蔑说城邦将落入维奥蒂亚人之手,并进献他认为最能说服对方的种种言辞。
οὐ δυνάμενος δὲ τούτων τυχεῖν, εἴτε καὶ τῶν ἱερῶν ἐμποδὼν ὄντων εἴτε καὶ αὐτῶν οὐ βουλομένων, ἑκατὸν τάλαντα ἐδανείσατο, ἵνα ἔχοι ἐπικούρους μισθοῦσθαι, καὶ Λύσανδρον ἄρχοντα ᾐτήσατο, εὐνούστατον μὲν ὄντα τῇ ὀλιγαρχίᾳ, κακονούστατον δὲ τῇ πόλει, μισοῦντα δὲ μάλιστα τοὺς ἐν Πειραιεῖ.
在未能得逞之后——不知是因为祭牲预兆阻碍,还是因为他们自身不愿——他借贷了一百塔兰同以雇佣雇佣军,并请求派吕珊德罗斯担任统帅,此人对寡头派最为忠诚,对城邦怀有极深恶意,且最痛恨比雷埃夫斯的人。
μισθωσάμενοι δὲ πάντας ἀνθρώπους ἐπʼ ὀλέθρῳ τῆς πόλεως, καὶ πόλεις ἐπάγοντες, καὶ τελευτῶντες Λακεδαιμονίους καὶ τῶν συμμάχων ὁπόσους ἐδύναντο πεῖσαι, οὐ διαλλάξαι ἀλλʼ ἀπολέσαι παρεσκευάζοντο τὴν πόλιν εἰ μὴ διʼ ἄνδρας ἀγαθούς,3 οἷς ὑμεῖς δηλώσατε παρὰ τῶν ἐχθρῶν δίκην λαβόντες, ὅτι καὶ ἐκείνοις χάριν ἀποδώσετε.
他们为了城邦的毁灭雇用了形形色色的人,引诱各城邦加入,最后引来了拉刻代蒙人以及所有他们能说服的盟友,若非由于义士们的阻拦,他们本已做好准备不是要使城邦和解,而是要彻底毁灭它。你们应当通过向仇敌施加惩罚,向那些义士表明你们亦将酬谢其恩德。
ταῦτα δὲ ἐπίστασθε μὲν καὶ αὐτοί, καὶ οὐκ οἶδʼ ὅ τι δεῖ μάρτυρας παρασχέσθαι· ὅμως δέ· ἐγώ τε γὰρ δέομαι ἀναπαύσασθαι, ὑμῶν τʼ ἐνίοις ἥδιον ὡς πλείστων τοὺς αὐτοὺς λόγους ἀκούειν.
这些事情你们自己也知晓,我不知为何还需传唤证人;然而我仍要传唤,因为我自己需要休息,而且对你们当中的某些人来说,听到尽可能多的人陈述同样的事实会更为快慰。
Μάρτυρες φέρε δὴ καὶ περὶ Θηραμένους ὡς ἂν δύνωμαι διὰ βραχυτάτων διδάξω. δέομαι δʼ ὑμῶν ἀκοῦσαι ὑπέρ τʼ ἐμαυτοῦ καὶ τῆς πόλεως, καὶ μηδενὶ τοῦτο παραστῇ, ὡς Ἐρατοσθένους κινδυνεύοντος Θηραμένους κατηγορῶ.4 πυνθάνομαι γὰρ ταῦτα ἀπολογήσεσθαι αὐτόν, ὅτι ἐκείνῳ φίλος ἦν καὶ τῶν αὐτῶν ἔργων μετεῖχε.
证人 那么,我也将尽可能简短地向你们说明关于塞拉麦涅斯的事。我请求你们为了我和城邦的缘故予以倾听,切莫让任何人以为,在埃拉托色尼受审之时我却在控告塞拉麦涅斯。因为我获悉他将以此为辩解:声称自己是那个人的朋友,并曾参与相同的行径。
- 52ποῦ κάλλιον ἦν ἀνδρὶ ἄρχοντι, ἢ Θρασυβούλου Φυλὴν κατειληφότος, τότε ἐπιδείξασθαι τὴν αὑτοῦ εὔνοιαν;
由比较级 κάλλιον 引出、经 ἤ 连接的比较结构。形式上,ἤ 之后紧接着独立属格 Θρασυβούλου Φυλὴν κατειληφότος,并由指示副词 τότε 承接,用以修饰不定式 ἐπιδείξασθαι。整句构成反问性质的比较句:“在色拉叙布洛斯占领菲勒之时,展现其善意,还能有比那时更合适的机会吗?”
- 53πολλὰς ἑκάτεροι ἐλπίδας εἴχομεν πρὸς ἀλλήλους ἔσεσθαι
将来时不定式 ἔσεσθαι 作无人称或省略主语用法,意指双方之间将达成(和解或协定),可补出如 διαλλαγάς 等主语,或将 ἔσεσθαι πρὸς ἀλλήλους 视为“达成协议/重归于好”的习惯表达。此外,主语 ἑκάτεροι(双方)与第一人称复数动词 εἴχομεν 在意义上相应。
- 60οὐ διαλλάξαι ἀλλʼ ἀπολέσαι παρεσκευάζοντο τὴν πόλιν εἰ μὴ διʼ ἄνδρας ἀγαθούς
未完成过去时 παρεσκευάζοντο 带有企图或未遂(conative)色彩,与紧随其后的省略条件短语 εἰ μὴ διʼ ἄνδρας ἀγαθούς(“若非由于义士们”)相呼应,表达一种差一点发生但被阻止的违背事实的结果。此处未完成过去时直陈式未加 ἄν,生动表现出灾祸迫在眉睫的情态。
- 62καὶ μηδενὶ τοῦτο παραστῇ, ὡς Ἐρατοσθένους κινδυνεύοντος Θηραμένους κατηγορῶ.
第三人称禁止虚拟式:μή(体现在 μηδενί 中)与不定过去时虚拟式 παραστῇ 连用(“切莫让任何人心中产生这种想法”)。指示代词 τοῦτο 的具体内容由同位语 ὡς 从句(ὡς ... κατηγορῶ)补足,而在该从句内部嵌有具让步或情状意义的独立属格 Ἐρατοσθένους κινδυνεύοντος(“埃拉托色尼处于险境之中/正在受审”)。
