- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg012.humanitext-grc2:41-51
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者通过证人证明埃拉托色尼早在四百人统治时期便阴谋推翻民主制,并曾作为五名监察官之一策划寡头政变,揭露了他声称曾反对三十僭主的虚伪性。
πολλάκις οὖν ἐθαύμασα τῆς τόλμης τῶν λεγόντων ὑπὲρ αὐτοῦ, πλὴν ὅταν ἐνθυμηθῶ ὅτι τῶν αὐτῶν ἐστιν1 αὐτούς τε πάντα τὰ κακὰ ἐργάζεσθαι καὶ τοὺς τοιούτους ἐπαινεῖν.
因此,我常常对那些为他辩护的人的厚颜无耻感到惊诧,除非当我想到,自己干尽所有恶行与赞美这样的人,本就出自同一帮人之手。
οὐ γὰρ νῦν πρῶτον τῷ ὑμετέρῳ πλήθει τὰ ἐναντία ἔπραξεν, ἀλλὰ καὶ ἐπὶ τῶν τετρακοσίων ἐν τῷ στρατοπέδῳ ὀλιγαρχίαν καθιστὰς ἔφευγεν ἐξ Ἑλλησπόντου τριήραρχος καταλιπὼν τὴν ναῦν, μετὰ Ἰατροκλέους καὶ ἑτέρων, ὧν τὰ ὀνόματα οὐδὲν δέομαι λέγειν. ἀφικόμενος δὲ δεῦρο τἀναντία τοῖς βουλομένοις δημοκρατίαν εἶναι ἔπραττε. καὶ τούτων μάρτυρας ὑμῖν παρέξομαι.
因为这并非他第一次与你们民众为敌;甚至早在四百人统治时期,他就在军营中企图建立寡头政治,身为三列桨座战船指挥官却弃船不顾,同雅特罗克勒斯以及其他一些我无须点名的人一起逃离了赫勒斯滂。抵埠之后,他又与那些希望保留民主制度的人背道而驰。关于这些,我将为你们提供证人。
Μάρτυρες τὸν μὲν τοίνυν μεταξὺ βίον αὐτοῦ παρήσω· ἐπειδὴ δὲ ἡ ναυμαχία καὶ ἡ συμφορὰ τῇ πόλει ἐγένετο, δημοκρατίας ἔτι οὔσης, ὅθεν τῆς στάσεως ἦρξαν, πέντε ἄνδρες ἔφοροι κατέστησαν ὑπὸ τῶν καλουμένων ἑταίρων, συναγωγεῖς μὲν τῶν πολιτῶν ἄρχοντες δὲ τῶν συνωμοτῶν, ἐναντία δὲ τῷ ὑμετέρῳ πλήθει πράττοντες· ὧν Ἐρατοσθένης καὶ Κριτίας ἦσαν.
证人 至于他在那中间一段时期的生平,我就略过不提了。但是,当海战爆发、灾祸降临城邦时,在民主制仍然存续之际——这正是他们发动叛乱的开端——所谓的党社任命了五人担任监察官,他们充当召集公民的人以及阴谋者的头目,行事处处与你们民众对立;埃拉托色尼和克里提阿斯便在其列。
οὗτοι δὲ φυλάρχους τε ἐπὶ τὰς φυλὰς κατέστησαν, καὶ ὅ τι δέοι χειροτονεῖσθαι καὶ οὕστινας χρείη ἄρχειν παρήγγελλον, καὶ εἴ τι ἄλλο πράττειν βούλοιντο, κύριοι ἦσαν· οὕτως οὐχ ὑπὸ τῶν πολεμίων μόνον ἀλλὰ καὶ ὑπὸ τούτων πολιτῶν ὄντων ἐπεβουλεύεσθε ὅπως μήτʼ ἀγαθὸν μηδὲν ψηφιεῖσθε πολλῶν τε ἐνδεεῖς ἔσεσθε.
这些人为各部落指派了部落长,下达指令应当表决通过什么议案、应当由谁出任官职,并且在他们企图推行其他任何事情时都拥有决断权。就这样,不仅敌人,连这些身为公民的人也对你们暗中图谋,企图使你们无法通过任何有益的决议,且陷于物资极度匮乏的境地。
τοῦτο γὰρ καλῶς ἠπίσταντο, ὅτι ἄλλως μὲν οὐχ οἷοί τε ἔσονται περιγενέσθαι, κακῶς δὲ πραττόντων δυνήσονται· καὶ ὑμᾶς ἡγοῦντο τῶν παρόντων κακῶν ἐπιθυμοῦντας ἀπαλλαγῆναι περὶ τῶν μελλόντων οὐκ ἐνθυμήσεσθαι.
因为他们深知,若非如此,他们绝无可能得势,唯有在你们处境艰难时才有可能;他们以为你们急于摆脱当下的灾难,便无暇顾及未来之事。
ὡς τοίνυν τῶν ἐφόρων ἐγένετο, μάρτυρας ὑμῖν παρέξομαι, οὐ τοὺς τότε συμπράττοντας (οὐ γὰρ ἂν δυναίμην), ἀλλὰ τοὺς αὐτοῦ Ἐρατοσθένους ἀκούσαντας.
至于他确实曾任监察官之一,我将为你们提供证人——并非当时与他共谋之人(因为我不可能找得到他们),而是亲耳听过埃拉托色尼本人讲述的人。
καίτοι εἰ ἐσωφρόνουν κατεμαρτύρουν ἂν αὐτῶν, καὶ τοὺς διδασκάλους τῶν σφετέρων ἁμαρτημάτων σφόδρʼ ἂν ἐκόλαζον, καὶ τοὺς ὅρκους, εἰ ἐσωφρόνουν, οὐκ ἂν ἐπὶ μὲν τοῖς τῶν πολιτῶν κακοῖς πιστοὺς ἐνόμιζον, ἐπὶ δὲ τοῖς τῆς πόλεως ἀγαθοῖς ῥᾳδίως παρέβαινον· πρὸς μὲν οὖν τούτους τοσαῦτα λέγω, τοὺς δὲ μάρτυράς μοι κάλει. καὶ ὑμεῖς ἀνάβητε.
然而,如果他们还有一点理智,本该站出来指证他们,严厉惩罚诱导他们犯下自身罪行的师傅;如果他们还有一点理智,就不该把誓言在危害公民时视为必须恪守,而在有益城邦时却轻易违背。对于这些人,我只说这么多;请传唤我的证人。请你们走上台来。
Μάρτυρες τῶν μὲν μαρτύρων ἀκηκόατε. τὸ δὲ τελευταῖον εἰς τὴν ἀρχὴν καταστὰς ἀγαθοῦ μὲν οὐδενὸς μετέσχεν, ἄλλων δὲ πολλῶν. καίτοι εἴπερ ἦν ἀνὴρ ἀγαθός, ἐχρῆν αὐτὸν πρῶτον μὲν μὴ παρανόμως ἄρχειν, ἔπειτα τῇ βουλῇ μηνυτὴν γίγνεσθαι περὶ τῶν εἰσαγγελιῶν ἁπασῶν, ὅτι ψευδεῖς εἶεν, καὶ Βάτραχος καὶ Αἰσχυλίδης οὐ τἀληθῆ μηνύουσιν, ἀλλὰ τὰ ὑπὸ τῶν τριάκοντα πλασθέντα εἰσαγγέλλουσι, συγκείμενα ἐπὶ τῇ τῶν πολιτῶν βλάβῃ.
证人 你们已经听过了证人的证词。最后,在他就职执政之后,未曾参与任何善举,却参与了许多其他勾当。然而,假若他真是一个正直的人,他首先就不应非法行使统治权;其次,他本应向议事会揭发所有的弹劾案,指出这些全属诬告,巴特拉科斯和埃斯库利德斯告发的内容并非实情,而是三十僭主所捏造的指控,蓄意用于谋害公民。
καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, ὅσοι κακόνοι ἦσαν τῷ ὑμετέρῳ πλήθει, οὐδὲν ἔλαττον εἶχον σιωπῶντες· ἕτεροι γὰρ ἦσαν οἱ λέγοντες καὶ πράττοντες ὧν οὐχ οἷόν τʼ ἦν μείζω κακὰ γενέσθαι τῇ πόλει. ὁπόσοι δʼ εὖνοί φασιν εἶναι, πῶς οὐκ ἐνταῦθα ἔδειξαν, αὐτοί τε τὰ βέλτιστα λέγοντες καὶ τοὺς ἐξαμαρτάνοντας ἀποτρέποντες;
况且,各位陪审官,所有对你们民众怀有恶意的人,即使保持沉默也丝毫无损于其目的;因为另有一些人所说所行的事,对城邦而言不可能有比这更大的灾祸了。然而,那些声称对民众心怀善意的人,为何当时不表现出来,既亲自直言最明智之策,又制止那些作恶之人呢?
ἴσως δʼ ἂν ἔχοι εἰπεῖν ὅτι ἐδεδοίκει, καὶ ὑμῶν τοῦτο ἐνίοις ἱκανὸν ἔσται. ὅπως τοίνυν μὴ φανήσεται2 ἐν τῷ λόγῳ τοῖς τριάκοντα ἐναντιούμενος· εἰ δὲ μή, ἐνταυθοῖ δῆλος ἔσται ὅτι ἐκεῖνά τε αὐτῷ ἤρεσκε, καὶ τοσοῦτον ἐδύνατο ὥστε ἐναντιούμενος μηδὲν κακὸν παθεῖν ὑπʼ αὐτῶν. χρῆν δʼ αὐτὸν ὑπὲρ τῆς ὑμετέρας σωτηρίας ταύτην τὴν προθυμίαν ἔχειν, ἀλλὰ μὴ ὑπὲρ Θηραμένους, ὃς εἰς ὑμᾶς πολλὰ ἐξήμαρτεν.
他或许可以说他是因为害怕,而在你们当中有些人听来这借口或许已经足够。那么,切莫让他在辩辞中显得曾与三十僭主相对抗;否则,在此地便昭然若揭:他不仅赞同他们的暴行,而且权势大到即使反对他们也不会遭受任何惩罚。而他本应为你们的安全展现出这种热忱,而非为了对你们犯下累累罪行的塞拉麦涅斯。
ἀλλʼ οὗτος τὴν μὲν πόλιν ἐχθρὰν ἐνόμιζεν εἶναι, τοὺς δʼ ὑμετέρους ἐχθροὺς φίλους, ὡς ἀμφότερα ταῦτα ἐγὼ πολλοῖς τεκμηρίοις παραστήσω, καὶ τὰς πρὸς ἀλλήλους διαφορὰς οὐχ ὑπὲρ ὑμῶν ἀλλʼ ὑπὲρ ἑαυτῶν γιγνομένας,3 ὁπότεροι τὰ πράγματα πράξουσι καὶ τῆς πόλεως ἄρξουσιν.
相反,此人视城邦为仇敌,视你们的仇敌为友人——这两点我都将用大量证据予以证实——而且他们彼此之间的内讧绝非为了你们,而是为了他们自己,争夺究竟哪一方将执掌大权并统治城邦。
- 41τῶν αὐτῶν ἐστιν
属格 τῶν αὐτῶν 为表特征的述语属性属格(领有属格),意为“属于同一帮人的特性”或“出自同一帮人之手”。不定式短语 αὐτούς τε πάντα τὰ κακὰ ἐργάζεσθαι καὶ τοὺς τοιούτους ἐπαινεῖν 作该句的实质主语。
- 50ὅπως τοίνυν μὴ φανήσεται
此句为 ὅπως μή 搭配直陈式将来时(φανήσεται)的独立从句结构,表示告诫、警告或要求(“切莫让他显得……”)。语法上被分析为省略了表示留心或注意的支配动词(如 ὅρα 或 σκοπεῖτε)的省略结构。
- 50καὶ τὰς πρὸς ἀλλήλους διαφορὰς... γιγνομένας
该结构在句法上由前一分句的动词 παραστήσω(如 ὡς ἀμφότερα ταῦτα ἐγὼ πολλοῖς τεκμηρίοις παραστήσω)所支配。通过连词 καί 形成并列,παραστήσω 带有“宾格+分词”(διαφορὰς... γιγνομένας)的宾语补足结构。
