← 吕西亚斯

控诉埃拉托斯提尼

§32-40

驳斥埃拉托色尼的辩解与要求严惩

吕西亚斯指出埃拉托色尼的言行自相矛盾,驳斥了其辩解,并通过对比昔日海战将领被处死的先例,促请陪审官在希腊各邦众目睽睽之下对三十僭主的罪行施以极刑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32

χρῆν δέ σε, ὦ Ἐρατόσθενες, εἴπερ ἦσθα χρηστός, πολὺ μᾶλλον τοῖς μέλλουσιν ἀδίκως ἀποθανεῖσθαι μηνυτὴν γενέσθαι ἢ τοὺς ἀδίκως ἀπολουμένους συλλαμβάνειν. νῦν δέ σου τὰ ἔργα φανερὰ γεγένηται οὐχ ὡς ἀνιωμένου ἀλλʼ ὡς ἡδομένου τοῖς γιγνομένοις, ὥστε τούσδε ἐκ τῶν ἔργων χρὴ μᾶλλον ἢ ἐκ τῶν λόγων τὴν ψῆφον φέρειν, ἃ ἴσασι γεγενημένα τῶν τότε λεγομένων τεκμήρια λαμβάνοντας, ἐπειδὴ μάρτυρας περὶ αὐτῶν οὐχ οἷόν τε παρασχέσθαι. οὐ γὰρ μόνον ἡμῖν παρεῖναι οὐκ ἐξῆν, ἀλλʼ οὐδὲ παρʼ αὑτοῖς εἶναι,1 ὥστʼ ἐπὶ τούτοις ἐστὶ πάντα τὰ κακὰ εἰργασμένοις τὴν πόλιν πάντα τἀγαθὰ περὶ αὑτῶν λέγειν.

埃拉托色尼啊,如果你真是一个正直的人,你本应远远更有理由去向那些即将无辜受死的人通风报信,而不是去抓捕那些无端受害的人。然而事实上,你的所作所为已经表明,你对所发生的事非但没有感到痛苦,反而是乐在其中的。因此,这些陪审官理应根据实际行动而非言辞来投票,以他们确知所发生的事实作为当时言论的证据,因为对于那些事是不可能提供证人的。因为不仅我们无法在场,甚至连留在家中都不可能;所以,把所有恶行加于城邦的人,完全可以随心所欲地把自己吹嘘得十全十美。

§34

τοῦτο μέντοι οὐ φεύγω, ἀλλʼ ὁμολογῶ σοι, εἰ βούλει, ἀντειπεῖν. θαυμάζω δὲ τί ἄν ποτʼ ἐποίησας συνειπών, ὁπότε ἀντειπεῖν φάσκων ἀπέκτεινας Πολέμαρχον. φέρε δή, τί ἄν, εἰ καὶ ἀδελφοὶ ὄντες ἐτύχετε αὐτοῦ ἢ καὶ ὑεῖς; ἀπεψηφίσασθε;2 δεῖ γάρ, ὦ ἄνδρες δικασταί, Ἐρατοσθένην δυοῖν θάτερον ἀποδεῖξαι, ἢ ὡς οὐκ ἀπήγαγεν αὐτόν, ἢ ὡς δικαίως τοῦτʼ ἔπραξεν. οὗτος δὲ ὡμολόγηκεν ἀδίκως συλλαβεῖν, ὥστε ῥᾳδίαν ὑμῖν τὴν διαψήφισιν περὶ αὑτοῦ πεποίηκε.

然而,我并不回避这一说法,如果你愿意,我甚至承认你曾发言反对。但我倒想知道,当你声称反对过却依然杀害了波勒马耳科斯时,要是你当时发言赞成,你究竟又会做出什么事来呢? 且问,假若你们碰巧是他〔埃拉托色尼〕的兄弟或是他的儿子,难道你们会投票赦免他吗?因为各位陪审官,埃拉托色尼必须证明两件事中的一件:要么证明他没有押送他,要么证明他这样做是出于正义。但他已经承认是非法逮捕的,因此他已经使你们对他的裁决变得轻而易举。

§35

καὶ μὲν δὴ πολλοὶ καὶ τῶν ἀστῶν καὶ τῶν ξένων ἥκουσιν εἰσόμενοι τίνα γνώμην περὶ τούτων ἕξετε. ὧν οἱ μὲν ὑμέτεροι ὄντες πολῖται μαθόντες ἀπίασιν ὅτι ἢ δίκην δώσουσιν ὧν ἂν ἐξαμάρτωσιν, ἢ πράξαντες μὲν ὧν ἐφίενται τύραννοι τῆς πόλεως ἔσονται, δυστυχήσαντες δὲ τὸ ἴσον ὑμῖν ἕξουσιν· ὅσοι δὲ ξένοι ἐπιδημοῦσιν, εἴσονται πότερον ἀδίκως τοὺς τριάκοντα ἐκκηρύττουσιν ἐκ τῶν πόλεων ἢ δικαίως. εἰ γὰρ δὴ αὐτοὶ οἱ κακῶς πεπονθότες λαβόντες ἀφήσουσιν, ἦ που σφᾶς γʼ αὐτοὺς ἡγήσονται περιέργους ὑπὲρ ὑμῶν τηρουμένους.

况且,许多公民和外邦人都赶来关注,看你们对这些事将持有怎样的态度。其中,你们的同胞公民在得知结果后离去时将会明白:要么他们犯罪后必须偿罪;要么一旦得逞便成为城邦的僭主,而即便失败也能享有与你们平等的地位。至于客居于此的所有外邦人,也将知晓他们把三十僭主逐出本国城邦究竟是不公正的还是正当的。因为如果受尽苦难的当事人抓住了他们却又予以释放,外邦人必定会认为自己替你们把守防线纯粹是多管闲事了。

§36

οὐκ οὖν δεινὸν εἰ3 τοὺς μὲν στρατηγούς, οἳ ἐνίκων ναυμαχοῦντες, ὅτε διὰ χειμῶνα οὐχ οἷοί τʼ ἔφασαν εἶναι τοὺς ἐκ τῆς θαλάττης ἀνελέσθαι, θανάτῳ ἐζημιώσατε, ἡγούμενοι χρῆναι τῇ τῶν τεθνεώτων ἀρετῇ παρʼ ἐκείνων δίκην λαβεῖν, τούτους δέ, οἳ ἰδιῶται μὲν ὄντες καθʼ ὅσον ἐδύναντο ἐποίησαν ἡττηθῆναι ναυμαχοῦντας, ἐπειδὴ δὲ εἰς τὴν ἀρχὴν κατέστησαν, ὁμολογοῦσιν ἑκόντες πολλοὺς τῶν πολιτῶν ἀκρίτους ἀποκτιννύναι, οὐκ ἄρα χρὴ αὐτοὺς καὶ τοὺς παῖδας ὑφʼ ὑμῶν ταῖς ἐσχάταις ζημίαις κολάζεσθαι;

那么,这难道不是很骇人听闻的事吗:当初海战获胜的将领们,因风暴宣称无法打捞海中落水者时,你们认为必须为了死难者的英勇而向他们问罪,判处了他们死刑;而这些人作为普通平民时,曾极尽所能使你们的海战遭到惨败,掌权之后又承认自己蓄意未经审判就杀害了众多公民,难道他们连同他们的子女反而不应当受到你们最严厉的惩罚吗?

§37

ἐγὼ τοίνυν, ὦ ἄνδρες δικασταί, ἠξίουν ἱκανὰ εἶναι τὰ κατηγορημένα· μέχρι γὰρ τούτου νομίζω χρῆναι κατηγορεῖν, ἕως ἂν θανάτου δόξῃ τῷ φεύγοντι ἄξια εἰργάσθαι. ταύτην γὰρ ἐσχάτην δίκην δυνάμεθα παρʼ αὐτῶν λαβεῖν. ὥστʼ οὐκ οἶδʼ ὅ τι δεῖ πολλὰ κατηγορεῖν τοιούτων ἀνδρῶν, οἳ οὐδʼ ὑπὲρ ἑνὸς ἑκάστου τῶν πεπραγμένων δὶς ἀποθανόντες δίκην δοῦναι δύναιντʼ ἂν ἀξίαν. οὐ γὰρ δὴ οὐδὲ τοῦτο αὐτῷ προσήκει ποιῆσαι, ὅπερ ἐν τῇδε τῇ πόλει εἰθισμένον ἐστί, πρὸς μὲν τὰ κατηγορημένα μηδὲν ἀπολογεῖσθαι, περὶ δὲ σφῶν αὐτῶν ἕτερα λέγοντες ἐνίοτε ἐξαπατῶσιν, ὑμῖν ἀποδεικνύντες ὡς στρατιῶται ἀγαθοί εἰσιν, ἢ ὡς πολλὰς τῶν πολεμίων ναῦς ἔλαβον τριηραρχήσαντες, ἢ πόλεις πολεμίας οὔσας φίλας ἐποίησαν· ἐπεὶ κελεύετε αὐτὸν ἀποδεῖξαι4 ὅπου τοσούτους τῶν πολεμίων ἀπέκτειναν ὅσους τῶν πολιτῶν, ἢ ναῦς ὅπου τοσαύτας ὅσας αὐτοὶ παρέδοσαν, ἢ πόλιν ἥντινα τοιαύτην προσεκτήσαντο οἵαν τὴν ὑμετέραν κατεδουλώσαντο.

因此,各位陪审官,我认为已经提出的指控足够充分了;因为我认为控诉只需进行到能够证明被告人的所作所为罪该万死为止。因为死刑正是我们能向他们索取的最高惩罚。因此,我不知道对这样的人还有什么必要进行连篇累牍的控诉,即使让他们为所犯下的每一件罪行死上两次,他们也无法偿还应有的罪责。因为他根本不配采用这种做法:即城邦里习以为常的那种手段,对受到的指控不作任何正面辩护,却谈论自身的其他功绩,有时以此欺骗你们,向你们证明自己是优秀的士兵,或者担任三列桨座战船指挥官时俘获了敌方许多舰船,或是把敌对的城邦变成了友邦。既然如此,你们就命令他指出,他们在何处杀死的敌人有他们杀害的公民那么多,或者在何处俘获的战船有他们自己拱手交出的那么多,又或者他们夺取了哪一座城市能比得上被他们奴役的你们的城邦?

§40

ἀλλὰ γὰρ ὅπλα τῶν πολεμίων τοσαῦτα ἐσκύλευσαν ὅσα περ ὑμῶν ἀφείλοντο, ἀλλὰ τείχη τοιαῦτα εἷλον οἷα τῆς ἑαυτῶν πατρίδος κατέσκαψαν; οἵτινες καὶ τὰ περὶ τὴν Ἀττικὴν φρούρια καθεῖλον, καὶ ὑμῖν ἐδήλωσαν ὅτι οὐδὲ τὸν Πειραιᾶ Λακεδαιμονίων προσταττόντων περιεῖλον, ἀλλʼ ὅτι ἑαυτοῖς τὴν ἀρχὴν οὕτω βεβαιοτέραν ἐνόμιζον εἶναι.

难道他们从敌人那里缴获的武器,有从你们手中夺走的那么多吗?难道他们攻克过哪怕一座城墙,能比得上他们夷平自己祖国的城墙吗?正是这帮人拆毁了阿提卡周围的要塞,并且向你们表明,他们拆毁比雷埃夫斯的城墙绝非出于斯巴达人的命令,而是因为他们认为这样自己的统治才能更加稳固。

语法注4 条
  1. 33οὐ γὰρ μόνον ἡμῖν παρεῖναι οὐκ ἐξῆν, ἀλλʼ οὐδὲ παρʼ αὑτοῖς εἶναι

    短语 παρʼ αὑτοῖς 由介词 παρά 接反身代词复数与格构成,意为“在自己家中”(相当于法文 chez soi),与前半句的 παρεῖναι(出席三十僭主的密议)形成对照。虽然该习语有时可引申为“神志清醒”或“保持自主”,但在前文叙述三十僭主肆意闯入私宅搜捕的背景下,此处理解为字面意义上的“连待在自己家里都不可得”最为自然贴切。

  2. 34τί ἄν, εἰ καὶ ἀδελφοὶ ὄντες ἐτύχετε αὐτοῦ ἢ καὶ ὑεῖς; ἀπεψηφίσασθε;

    对于 τί ἄν,既可视为省略了谓语动词(如 ἐποιήσατε,“倘若……会怎样呢?”),亦可视为 τί ἄν 直接修饰后文带有非真实虚拟语气的不定过去时直陈式动词 ἀπεψηφίσασθε(“假若……难道你们会表决赦免他吗?”),而条件从句 εἰ καὶ... 则是中途插入的成分。无论何种分析,全句均为强烈的修辞性反问,强调即便作为亲属也绝不可能予以赦免。

  3. 36οὐκ οὖν δεινὸν εἰ

    句式 οὐκοῦν δεινὸν εἰ...(“若……难道不是骇人听闻的荒谬吗?”)引导了一个宏大的对比性修辞长句:前半部分以 τοὺς μὲν στρατηγούς 指向阿吉纽西海战中因风暴未及营救落水者而被处死的将领,后半部分以 τούτους δέ 引入暗中破坏海战并擅杀公民的三十僭主,并在句末以 οὐκ ἄρα χρὴ αὐτοὺς... κολάζεσθαι;(“难道他们反而不应受惩吗?”)相呼应收尾。

  4. 39ἐπεὶ κελεύετε αὐτὸν ἀποδεῖξαι

    连词 ἐπεί 本表原因,但在此处接祈使动词 κελεύετε(“去命令他!”),构成反驳与质询的转折用法:“既然如此,[若他敢作此辩解],你们就命令他证明……”。这一修辞性用法承接了上文对法庭上夸耀军功以转移视线这一惯用伎俩的揭露,转而逼迫被告人拿出真凭实据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0540.tlg012.humanitext-grc2:32-40