← 吕西亚斯

控诉埃拉托斯提尼

§21-31

痛斥三十僭主暴行与当庭讯问埃拉托色尼

演说者痛斥三十僭主的暴行,并当庭对埃拉托色尼进行讯问,揭露了他声称仅是奉命行事的自相矛盾与虚伪欺瞒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21

οὗτοι γὰρ πολλοὺς μὲν τῶν πολιτῶν εἰς τοὺς πολεμίους ἐξήλασαν, πολλοὺς δʼ ἀδίκως ἀποκτείναντες ἀτάφους ἐποίησαν, πολλοὺς δʼ ἐπιτίμους ὄντας ἀτίμους κατέστησαν, πολλῶν δὲ θυγατέρας μελλούσας ἐκδίδοσθαι ἐκώλυσαν.

因为这些人把许多公民驱逐到敌人那里,不公正地杀害了许多人并让他们不得安葬,剥夺了许多享有公民权者的身份,还阻挠了许多人的待嫁女儿出嫁。

§22

καὶ εἰς τοσοῦτόν εἰσι τόλμης ἀφιγμένοι ὥσθʼ ἥκουσιν ἀπολογησόμενοι, καὶ λέγουσιν ὡς οὐδὲν κακὸν οὐδʼ αἰσχρὸν εἰργασμένοι εἰσίν. ἐγὼ δʼ ἐβουλόμην ἂν αὐτοὺς ἀληθῆ λέγειν· μετῆν γὰρ ἂν καὶ ἐμοὶ τούτου τἀγαθοῦ οὐκ ἐλάχιστον μέρος.1

他们竟猖狂到如此地步,竟敢出庭自我辩护,宣称自己未曾做过任何罪恶或可耻之事。就我而言,我倒宁愿他们说的是真话;因为若真如此,我也能从那份福祉中分得不小的一份。

§23

νῦν δὲ οὔτε πρὸς τὴν πόλιν αὐτοῖς τοιαῦτα ὑπάρχει οὔτε πρὸς ἐμέ· τὸν ἀδελφὸν γὰρ μου, ὥσπερ καὶ πρότερον εἶπον, Ἐρατοσθένης ἀπέκτεινεν, οὔτε αὐτὸς ἰδίᾳ ἀδικούμενος οὔτε εἰς τὴν πόλιν ὁρῶν ἐξαμαρτάνοντα, ἀλλὰ τῇ ἑαυτοῦ παρανομίᾳ προθύμως ἐξυπηρετῶν.

然而事实并非如此,无论对城邦还是对我,他们都不占理:正如我之前所说,埃拉托色尼杀害了我的兄弟,既不是因为他个人受了什么侵害,也不是因为看见我兄弟危害城邦,而纯粹是极力效劳于他自己的不法行径。

§24

ἀναβιβασάμενος δʼ αὐτὸν βούλομαι ἐρέσθαι, ὦ ἄνδρες δικασταί. τοιαύτην γὰρ γνώμην ἔχω· ἐπὶ μὲν τῇ τούτου ὠφελείᾳ καὶ πρὸς ἕτερον περὶ τούτου διαλέγεσθαι ἀσεβὲς εἶναι νομίζω, ἐπὶ δὲ τῇ τούτου βλάβῃ καὶ πρὸς αὐτὸν τοῦτον ὅσιον καὶ εὐσεβές. ἀνάβηθι οὖν μοι καὶ ἀπόκριναι, ὅ τι ἄν σε ἐρωτῶ.

各位陪审官,我想叫他上台并讯问他。因为我有这样的想法:为了这人的利益,哪怕是与他人谈论他,我认为也是不敬之举;但为了惩处这人,哪怕是与他本人当面对质,则是合乎神法与正道的。那么,站上来,回答我所问你的问题。

§25

ἀπήγαγες Πολέμαρχον ἢ οὔ; τὰ ὑπὸ τῶν ἀρχόντων προσταχθέντα δεδιὼς ἐποίουν. ἦσθα δʼ ἐν τῷ βουλευτηρίῳ, ὅτε οἱ λόγοι ἐγίγνοντο περὶ ἡμῶν; ἦ. πότερον συνηγόρευες τοῖς κελεύουσιν ἀποκτεῖναι ἢ ἀντέλεγες; ἀντέλεγον. ἵνα μὴ ἀποθάνωμεν; ἵνα μὴ ἀποθάνητε. ἡγούμενος ἡμᾶς ἄδικα πάσχειν ἢ δίκαια; ἄδικα.

吕西亚斯:你逮捕了波勒马耳科斯,还是没有? 埃拉托色尼:我是出于恐惧,执行了执政官们下达的命令。 吕西亚斯:当我们众人的事在议事厅讨论时,你在场吗? 埃拉托色尼:在场。 吕西亚斯:你是支持那些主张处死我们的人,还是反对他们? 埃拉托色尼:我反对了。 吕西亚斯:是为了让我们免于一死吗? 埃拉托色尼:是为了让你们免于一死。 吕西亚斯:是因为你认为我们遭受的是不义之举,还是正义之举? 埃拉托色尼:是不义之举。

§26

εἶτʼ, ὦ σχετλιώτατε πάντων, ἀντέλεγες μὲν ἵνα σώσειας, συνελάμβανες δὲ ἵνα ἀποκτείνῃς; καὶ ὅτε μὲν τὸ πλῆθος ἦν ὑμῶν κύριον τῆς σωτηρίας τῆς ἡμετέρας, ἀντιλέγειν φῂς τοῖς βουλομένοις ἡμᾶς ἀπολέσαι, ἐπειδὴ δὲ ἐπὶ σοὶ μόνῳ ἐγένετο καὶ σῶσαι Πολέμαρχον καὶ μή, εἰς τὸ δεσμωτήριον ἀπήγαγες; εἶθʼ ὅ μέν, ὡς φῄς, ἀντειπὼν οὐδὲν ὠφέλησας, ἀξιοῖς χρηστὸς νομίζεσθαι, ὅτι δὲ συλλαβὼν ἀπέκτεινας, οὐκ ἐμοὶ καὶ τουτοισὶ δοῦναι δίκην;2

吕西亚斯:那么,你这个天下最可恶的家伙,你反对是为了救他,逮捕他却是为了杀他吗?当你们众人掌握我们生杀大权时,你声称反对那些企图毁灭我们的人;但当救或不救波勒马耳科斯全系于你一人之身时,你却将他押往了监狱?那么,按你所说,你仅仅反对却毫无成效,你就要求被视为善人;而你抓捕并杀害了他,难道还不该向我和在座的陪审官们偿罪吗?

§27

καὶ μὴν οὐδὲ τοῦτο εἰκὸς αὐτῷ πιστεύειν, εἴπερ ἀληθῆ λέγει φάσκων ἀντειπεῖν, ὡς αὐτῷ προσετάχθη. οὐ γὰρ δήπου ἐν τοῖς μετοίκοις πίστιν παρʼ αὐτοῦ ἐλάμβανον. ἔπειτα τῷ ἧττον εἰκὸς ἦν προσταχθῆναι ἢ ὅστις ἀντειπών γε ἐτύγχανε καὶ γνώμην ἀποδεδειγμένος; τίνα γὰρ εἰκὸς ἦν ἧττον ταῦτα ὑπηρετῆσαι ἢ τὸν ἀντειπόντα οἷς ἐκεῖνοι ἐβούλοντο πραχθῆναι;

再者,即便他声称反对过是句真话,也没有理由相信命令竟会指派给他。因为他们绝不可能拿外邦居留民来考验他对政权的忠诚。况且,对一个恰恰提出反对意见并公开表明过态度的人,命令落在其身上的可能性难道不是最小的吗?因为有谁比反对他们意图行事的人更不可能去执行这些任务呢?

§28

ἔτι δὲ τοῖς μὲν ἄλλοις Ἀθηναίοις ἱκανή μοι δοκεῖ πρόφασις εἶναι τῶν γεγενημένων εἰς τοὺς τριάκοντα ἀναφέρειν τὴν αἰτίαν· αὐτοὺς δὲ τοὺς τριάκοντα, ἐὰν εἰς σφᾶς αὐτοὺς ἀναφέρωσι, πῶς ὑμᾶς εἰκὸς ἀποδέχεσθαι;

此外,对于其他雅典人来说,将所发生之事的罪责推给三十僭主,在我看来尚算充分的借口;但三十僭主自己若把罪责推卸到他们自己身上,你们怎能予以采纳呢?

§29

εἰ μὲν γάρ τις ἦν ἐν τῇ πόλει ἀρχὴ ἰσχυροτέρα, ὑφʼ ἧς αὐτῷ προσετάττετο παρὰ τὸ δίκαιον ἀνθρώπους ἀπολλύναι, ἴσως ἂν εἰκότως αὐτῷ συγγνώμην εἴχετε· νῦν δὲ παρὰ τοῦ ποτε καὶ λήψεσθε δίκην, εἴπερ ἐξέσται τοῖς τριάκοντα λέγειν ὅτι τὰ ὑπὸ τῶν τριάκοντα προσταχθέντα ἐποίουν;

因为如果城邦中存在某种更有力的强权,命令他不顾正义去害人性命,你们宽恕他或许还有情可原;但如今,如果三十僭主中的人都可以宣称自己只是执行了三十僭主所命令的事,那么你们日后还能向谁讨回公道呢?

§30

καὶ μὲν δὴ οὐκ ἐν τῇ οἰκίᾳ ἀλλʼ ἐν τῇ ὁδῷ, σῴζειν τε αὐτὸν καὶ τὰ τούτοις ἐψηφισμένα παρόν,3 συλλαβὼν ἀπήγαγεν. ὑμεῖς δὲ πᾶσιν ὀργίζεσθε, ὅσοι εἰς τὰς οἰκίας ἦλθον τὰς ὑμετέρας ζήτησιν ποιούμενοι ἢ ὑμῶν ἢ τῶν ὑμετέρων τινός.

更何况,他逮捕并押送我兄弟不是在屋里,而是在路上,当时他本完全可以在保全我兄弟性命的同时,也维持那些人所通过的决议。然而,你们对所有那些闯入你们家中搜捕你们或你们亲属的人都感到无比愤怒。

§31

καίτοι εἰ χρὴ τοῖς διὰ τὴν ἑαυτῶν σωτηρίαν ἑτέρους ἀπολέσασι συγγνώμην ἔχειν, ἐκείνοις ἂν δικαιότερον ἔχοιτε· κίνδυνος γὰρ ἦν πεμφθεῖσι μὴ ἐλθεῖν καὶ καταλαβοῦσιν ἐξάρνοις γενέσθαι. τῷ δὲ Ἐρατοσθένει ἐξῆν εἰπεῖν ὅτι οὐκ ἀπήντησεν, ἔπειτα ὅτι οὐκ εἶδεν· ταῦτα γὰρ οὔτʼ ἔλεγχον οὔτε βάσανον εἶχεν, ὥστε μηδʼ ὑπὸ τῶν ἐχθρῶν βουλομένων οἷόν τʼ εἶναι ἐξελεγχθῆναι.

其实,如果必须宽恕那些为了自身安全而毁灭他人的人,你们本更应该宽恕那些奉命搜查的人;因为那些被派去的人如果不去,或者抓到了人却矢口否认,都会面临危险。但埃拉托色尼本来完全可以说没有遇上他,其次也可以说没见到他;因为这些说法既无可核查也无从查验,以至于即使怀有敌意的人想证明其撒谎也绝无可能。

语法注3 条
  1. 22μετῆν γὰρ ἂν καὶ ἐμοὶ τούτου τἀγαθοῦ οὐκ ἐλάχιστον μέρος

    由非人称动词 μέτεστι 的未完成过去时(μετῆν)加 ἄν 构成的与事实相反的虚拟语气主句:“因为我也本应从那件幸事中分得不小的一份。”其条件句“若他们所言属实”被省略,讽刺地指明如果对方真的清白无辜,演说者自己的兄弟就不会被害、家产也不会被夺。

  2. 26εἶθʼ ὅ μέν, ὡς φῄς, ἀντειπὼν οὐδὲν ὠφέλησας, ἀξιοῖς χρηστὸς νομίζεσθαι, ὅτι δὲ συλλαβὼν ἀπέκτεινας, οὐκ ἐμοὶ καὶ τουτοισὶ δοῦναι δίκην;

    对偶构成的对比句式。前半句的 ὅ μέν 作副词性对格(或内宾语对格),意为“就你声称的以反对发言却毫无成效这一点而言”,与后半句的 ὅτι δέ(“但由于你抓捕并杀害了他”)相呼应。后半句在 οὐκ 之后省略并顺承了前半句的谓语动词 ἀξιοῖς(“你竟要求/以为应当……”),支配不定式短语 δοῦναι δίκην。

  3. 30σῴζειν τε αὐτὸν καὶ τὰ τούτοις ἐψηφισμένα παρόν

    由非人称动词 ἔξεστι 的分词中性单数对格 παρόν 构成的独立对格结构(“在……本属可能的情况下”)。不定式 σῴζειν 支配了两个宾语:αὐτόν(“挽救他[波勒马耳科斯]的生命”)与 τὰ τούτοις ἐψηφισμένα(“维持/遵行他们所通过的决议”),带有轻微的拈连(zeugma)意味。作者强调,若在街头故意放过他并推说未曾遇见,便可在保全其性命的同时也不违背政权的命令表面形式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0540.tlg012.humanitext-grc2:21-31