- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg012.humanitext-grc2:12-20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕西亚斯讲述了他如何摆脱佩松与塞奥格尼斯的看守并逃亡墨伽拉的经过,控诉其弟波勒马耳科斯未经审判即遭处决的悲惨遭遇,以及三十僭主对他们家产的残酷洗劫。
ὁ δʼ ἀγαπήσειν με ἔφασκεν, εἰ τὸ σῶμα σώσω. ἐξιοῦσι δʼ ἐμοὶ καὶ Πείσωνι ἐπιτυγχάνει Μηλόβιός τε καὶ Μνησιθείδης1 ἐκ τοῦ ἐργαστηρίου ἀπιόντες, καὶ καταλαμβάνουσι πρὸς αὐταῖς ταῖς θύραις, καὶ ἐρωτῶσιν ὅποι βαδίζοιμεν· ὁ δʼ ἔφασκεν εἰς τὰ τοῦ ἀδελφοῦ τοῦ ἐμοῦ, ἵνα καὶ τὰ ἐν ἐκείνῃ τῇ οἰκίᾳ σκέψηται. ἐκεῖνον μὲν οὖν ἐκέλευον βαδίζειν, ἐμὲ δὲ μεθʼ αὑτῶν ἀκολουθεῖν εἰς Δαμνίππου.
但他却说,如果我能保全性命,就该心满意足了。我和佩松正要出门时,梅洛比奥斯和姆涅西泰得斯刚从作坊出来碰上了我们,并在门阶处拦住了我们,询问我们去哪里。佩松说去我兄弟家里,以便把那栋屋子里的东西也清点一下。于是他们让佩松继续前行,却命令我跟着他们去达姆尼普斯的家。
πείσων δὲ προσελθὼν σιγᾶν μοι παρεκελεύετο καὶ θαρρεῖν, ὡς ἥξων ἐκεῖσε. καταλαμβάνομεν δὲ αὐτόθι Θέογνιν ἑτέρους φυλάττοντα· ᾧ παραδόντες ἐμὲ πάλιν ᾤχοντο. ἐν τοιούτῳ δʼ ὄντι μοι κινδυνεύειν ἐδόκει, ὡς τοῦ γε ἀποθανεῖν ὑπάρχοντος ἤδη.2
佩松走上前来,嘱咐我保持沉默并放心,说他随后就到那里。我们到达那里时,发现塞奥格尼斯正在看守其他人;他们把我交给他后便又离开了。处在如此境地之中,我觉得应当冒险一搏,因为横竖都是一死,死已成既定之局。
καλέσας δὲ Δάμνιππον λέγω πρὸς αὐτὸν τάδε, ἐπιτήδειος μέν μοι τυγχάνεις ὤν, ἥκω δʼ εἰς τὴν σὴν οἰκίαν, ἀδικῶ δʼ οὐδέν, χρημάτων δʼ ἕνεκα ἀπόλλυμαι. σὺ οὖν ταῦτα πάσχοντί μοι πρόθυμον παράσχου τὴν σεαυτοῦ δύναμιν εἰς τὴν ἐμὴν σωτηρίαν. ὁ δʼ ὑπέσχετο ταῦτα ποιήσειν. ἐδόκει δʼ αὐτῷ βέλτιον εἶναι πρὸς Θέογνιν μνησθῆναι· ἡγεῖτο γὰρ ἅπαν ποιήσειν αὐτόν, εἴ τις ἀργύριον διδοίη. ἐκείνου δὲ διαλεγομένου Θεόγνιδι (ἔμπειρος γὰρ ὢν ἐτύγχανον τῆς οἰκίας, καὶ ᾔδη ὅτι ἀμφίθυρος εἴη) ἐδόκει μοι ταύτῃ πειρᾶσθαι σωθῆναι, ἐνθυμουμένῳ ὅτι, ἐὰν μὲν λάθω, σωθήσομαι, ἐὰν δὲ ληφθῶ, ἡγούμην μέν, εἰ Θέογνις εἴη πεπεισμένος ὑπὸ τοῦ Δαμνίππου χρήματα λαβεῖν, οὐδὲν ἧττον ἀφεθήσεσθαι, εἰ δὲ μή, ὁμοίως ἀποθανεῖσθαι.3 ταῦτα διανοηθεὶς ἔφευγον, ἐκείνων ἐπὶ τῇ αὐλείῳ θύρᾳ τὴν φυλακὴν ποιουμένων· τριῶν δὲ θυρῶν οὐσῶν, ἃς ἔδει με διελθεῖν, ἅπασαι ἀνεῳγμέναι ἔτυχον. ἀφικόμενος δὲ εἰς Ἀρχένεω τοῦ ναυκλήρου ἐκεῖνον πέμπω εἰς ἄστυ, πευσόμενον περὶ τοῦ ἀδελφοῦ· ἥκων δὲ ἔλεγεν ὅτι Ἐρατοσθένης αὐτὸν ἐν τῇ ὁδῷ λαβὼν εἰς τὸ δεσμωτήριον ἀπαγάγοι.
我唤来达姆尼普斯,对他说: “你恰好是我的朋友,而我来到了你的府上;我未犯任何过错,却因钱财而遭灭顶之灾。因此,面对陷于此等境地的我,请倾你所能,为救我性命出一份力。” 他答应照此办理。但他认为最好向塞奥格尼斯提及此事;因为他以为,只要有人给钱,塞奥格尼斯什么事都肯做。当他与塞奥格尼斯交谈之际(我恰巧熟悉那栋屋子,知道它前后通门),我认为应当尝试从这条路逃生,心里盘算着:如果我能不被察觉,就能获救;而如果被抓获,我想,若塞奥格尼斯已被达姆尼普斯说服收受钱财,我仍会被释放,反之,下场也同样不过是一死而已。作此决定后,我便逃跑了,当时他们正在前院大门处看守;而我必须穿过的三道门,恰巧全部开着。我逃到船主阿尔克涅奥斯家中,打发他进城去打听我兄弟的消息;他回来告诉我,埃拉托色尼在街上抓获了他,并押往了监狱。
καὶ ἐγὼ τοιαῦτα πεπυσμένος τῆς ἐπιούσης νυκτὸς διέπλευσα Μέγαράδε. πολεμάρχῳ δὲ παρήγγειλαν οἱ τριάκοντα τοὐπʼ ἐκείνων εἰθισμένον παράγγελμα, πίνειν κώνειον, πρὶν τὴν αἰτίαν εἰπεῖν διʼ ἥντινα ἔμελλεν ἀποθανεῖσθαι· οὕτω πολλοῦ ἐδέησε κριθῆναι καὶ ἀπολογήσασθαι.4
得知这一消息后,我在次日夜里乘船渡往墨伽拉。而三十僭主向波勒马耳科斯发出了他们惯用的指令,即饮下毒鸩,甚至在他得知自己为何将被处死之前;他是如此绝无可能获得审讯和辩白的机会。
καὶ ἐπειδὴ ἀπεφέρετο ἐκ τοῦ δεσμωτηρίου τεθνεώς, τριῶν ἡμῖν οἰκιῶν οὐσῶν ἐξ οὐδεμιᾶς εἴασαν ἐξενεχθῆναι, ἀλλὰ κλεισίον μισθωσάμενοι προὔθεντο αὐτόν. καὶ πολλῶν ὄντων ἱματίων αἰτοῦσιν οὐδὲν ἔδοσαν εἰς τὴν ταφήν, ἀλλὰ τῶν φίλων ὁ μὲν ἱμάτιον, ὁ δὲ προσκεφάλαιον, ὁ δὲ ὅ τι ἕκαστος ἔτυχεν ἔδωκεν εἰς τὴν ἐκείνου ταφήν.
当他的尸体被运出监狱时,尽管我们拥有三处住宅,他们却不准从其中任何一处出殡,而是租了一间茅屋将他陈尸其中。尽管家里有许多衣物,他们却未给前来为葬礼索取衣物的人分毫,只得由朋友们一人拿出一件外衣,一人拿出一个枕头,一人拿出各自手头所有的东西来为他入葬。
καὶ ἔχοντες μὲν ἑπτακοσίας ἀσπίδας τῶν ἡμετέρων, ἔχοντες δὲ ἀργύριον καὶ χρυσίον τοσοῦτον, χαλκὸν δὲ καὶ κόσμον καὶ ἔπιπλα καὶ ἱμάτια γυναικεῖα ὅσα οὐδεπώποτε ᾤοντο κτήσεσθαι, καὶ ἀνδράποδα εἴκοσι καὶ ἑκατόν, ὧν τὰ μὲν βέλτιστα ἔλαβον, τὰ δὲ λοιπὰ εἰς τὸ δημόσιον ἀπέδοσαν, εἰς τοσαύτην ἀπληστίαν καὶ αἰσχροκέρδειαν ἀφίκοντο καὶ τοῦ τρόπου τοῦ αὑτῶν ἀπόδειξιν ἐποιήσαντο· τῆς γὰρ Πολεμάρχου γυναικὸς χρυσοῦς ἑλικτῆρας, οὓς ἔχουσα ἐτύγχανεν, ὅτε τὸ πρῶτον ἦλθεν εἰς τὴν οἰκίαν Μηλόβιος ἐκ τῶν ὤτων ἐξείλετο. καὶ οὐδὲ κατὰ τὸ ἐλάχιστον μέρος τῆς οὐσίας ἐλέου παρʼ αὐτῶν ἐτυγχάνομεν. ἀλλʼ οὕτως εἰς ἡμᾶς διὰ τὰ χρήματα ἐξημάρτανον, ὥσπερ ἂν ἕτεροι μεγάλων ἀδικημάτων ὀργὴν ἔχοντες, οὐ τούτων ἀξίους γε ὄντας τῇ πόλει, ἀλλὰ πάσας μὲν τὰς χορηγίας χορηγήσαντας, πολλὰς δʼ εἰσφορὰς εἰσενεγκόντας, κοσμίους δʼ ἡμᾶς αὐτοὺς παρέχοντας καὶ πᾶν τὸ προσταττόμενον ποιοῦντας, ἐχθρὸν δʼ οὐδένα κεκτημένους, πολλοὺς δʼ Ἀθηναίων ἐκ τῶν πολεμίων λυσαμένους· τοιούτων ἠξίωσαν οὐχ ὁμοίως μετοικοῦντας ὥσπερ αὐτοὶ ἐπολιτεύοντο.5
他们掠夺了属于我们的七百面盾牌,夺走了如此巨额的金银,以及他们从未想过能拥有的青铜、饰品、家具和妇女衣物,还有一百二十名奴隶——其中最健壮的他们据为己有,其余的则没收充公——他们竟达到了如此贪婪和卑劣的地步,充分显露了他们的本性:当梅洛比奥斯初进房门时,波勒马耳科斯的妻子耳朵上恰好戴着金耳环,他竟直接从她的耳上拽了下来。我们甚至未能从他们那里得到哪怕对应于我们财产微末部分的丝毫怜悯。相反,他们为了钱财对我们犯下罪行,犹如其他人因滔天大罪而心怀怒火施加报复一样;我们在城邦中绝不配受此待遇,我们承担了所有合唱祭仪的开支,缴纳了多次特别财产税,行为端正,服从一切号令,未与任何人结怨,并出资赎回了许多被敌方俘虏的雅典人;我们作为外邦居留民的表现与他们执政的行径迥然不同,他们却认为我们理应遭受这般对待。
- 12ἐξιοῦσι δʼ ἐμοὶ καὶ Πείσωνι ἐπιτυγχάνει Μηλόβιός τε καὶ Μνησιθείδης
ἐξιοῦσι ... ἐμοὶ καὶ Πείσωνι 是动词 ἐπιτυγχάνει(接与格,“碰上、撞见”)所要求的与格补足成分。后面的分词 ἀπιόντες 为主格阳性复数,与主语 Μηλόβιός τε καὶ Μνησιθείδης 保持一致。
- 13ὡς τοῦ γε ἀποθανεῖν ὑπάρχοντος ἤδη
由 ὡς 引导的属格绝对结构(genitive absolute),表示主观认识或行动理由:“鉴于死亡已成定局”。τοῦ ἀποθανεῖν 是带冠词不定词,充当分词 ὑπάρχοντος 的主语。
- 15ἡγούμην μέν, εἰ Θέογνις εἴη πεπεισμένος ὑπὸ τοῦ Δαμνίππου χρήματα λαβεῖν, οὐδὲν ἧττον ἀφεθήσεσθαι, εἰ δὲ μή, ὁμοίως ἀποθανεῖσθαι
由 ἡγούμην 统辖的间接引语结构。由于表达过去的思虑,条件从句使用了斜格祈愿语气完成时(εἴη πεπεισμένος),归结从句则采用将来不定词 ἀφεθήσεσθαι(将被释放)与 ἀποθανεῖσθαι(将同样受死)。εἰ δὲ μή 是习惯用法,意为“否则 / 如果没有被说服”。
- 17οὕτω πολλοῦ ἐδέησε κριθῆναι καὶ ἀπολογήσασθαι
非人称结构 πολλοῦ δεῖ 的过去时表达(ἐδέησε),直译为“距受审和申辩相差甚远”,即“他绝无可能受到正式审讯和进行辩护”。κριθῆναι 与 ἀπολογήσασθαι 是补充不定词。
- 20τοιούτων ἠξίωσαν οὐχ ὁμοίως μετοικοῦντας ὥσπερ αὐτοὶ ἐπολιτεύοντο
τοιούτων 是受 ἠξίωσαν(“认为配得上 / 以……相待”)支配的价值属格。οὐχ ὁμοίως ... ὥσπερ ... 构成对比结构:“生活方式全然不像他们执政行径那样的外邦居留民”。分词 μετοικοῦντας 修饰省略的宾格代词(ἡμᾶς)。
