- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg012.humanitext-grc2:1-11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者陈述了三十僭主罪行的极其深重,追述了自己家族作为外邦人和平生活的过往,并讲述了佩松等人如何侵吞其财产并将其拘押的经过。
οὐκ ἄρξασθαί μοι δοκεῖ ἄπορον εἶναι, ὦ ἄνδρες δικασταί, τῆς κατηγορίας, ἀλλὰ παύσασθαι λέγοντι·1 τοιαῦτα αὐτοῖς τὸ μέγεθος καὶ τοσαῦτα τὸ πλῆθος εἴργασται, ὥστε μήτʼ ἂν ψευδόμενον δεινότερα τῶν ὑπαρχόντων κατηγορῆσαι, μήτε τἀληθῆ βουλόμενον εἰπεῖν ἅπαντα δύνασθαι,2 ἀλλʼ ἀνάγκη ἢ τὸν κατήγορον ἀπειπεῖν ἢ τὸν χρόνον ἐπιλιπεῖν.
审判官诸公,在我看来,困难不在于开始起诉,而在于停止发言。因为他们所犯下的罪行无论从规模还是数量来看都如此之大,以至于一个人即便捏造谎言,也无法指控出比既定事实更可怖的罪行;即便想陈述真相,也无法全数讲完,结果必然要么是指控者精疲力竭,要么是时间耗尽。
τοὐναντίον δέ μοι δοκοῦμεν πείσεσθαι ἢ ἐν τῷ πρὸ τοῦ χρόνῳ. πρότερον μὲν γὰρ ἔδει τὴν ἔχθραν τοὺς κατηγοροῦντας ἐπιδεῖξαι, ἥτις εἴη πρὸς τοὺς φεύγοντας· νυνὶ δὲ παρὰ τῶν φευγόντων χρὴ πυνθάνεσθαι ἥτις ἦν αὐτοῖς πρὸς τὴν πόλιν ἔχθρα, ἀνθʼ ὅτου τοιαῦτα ἐτόλμησαν εἰς αὐτὴν ἐξαμαρτάνειν. οὐ μέντοι ὡς οὐκ ἔχων οἰκείας ἔχθρας καὶ συμφορὰς τοὺς λόγους ποιοῦμαι, ἀλλʼ ὡς ἅπασι πολλῆς ἀφθονίας οὔσης ὑπὲρ τῶν ἰδίων ἢ ὑπὲρ τῶν δημοσίων ὀργίζεσθαι.
在我看来,我们将要经历的境况与以往的时代完全相反。因为在从前,指控者必须指明自己与被告之间有何种仇怨;而如今,却必须向被告探问他们对城邦怀有何种仇怨,竟敢对城邦犯下如此恶行。然而,我发表这些言论,并非因为我自己没有个人的仇怨和不幸,而是因为每个人无论为了私利还是为了公益,都有极其充沛的理由发怒。
ἐγὼ μὲν οὖν, ὦ ἄνδρες δικασταί, οὔτʼ ἐμαυτοῦ πώποτε οὔτε ἀλλότρια πράγματα πράξας νῦν ἠνάγκασμαι ὑπὸ τῶν γεγενημένων τούτου κατηγορεῖν, ὥστε πολλάκις εἰς πολλὴν ἀθυμίαν κατέστην, μὴ διὰ τὴν ἀπειρίαν ἀναξίως καὶ ἀδυνάτως ὑπὲρ τοῦ ἀδελφοῦ καὶ ἐμαυτοῦ τὴν κατηγορίαν ποιήσομαι. ὅμως δὲ πειράσομαι ὑμᾶς ἐξ ἀρχῆς ὡς ἂν δύνωμαι διʼ ἐλαχίστων διδάξαι.
审判官诸公,我平生从未经手过自己或他人的诉讼事务,如今却因所发生的一切被迫起诉此人,以至于我屡屡陷入极大的沮丧,深恐因缺乏经验,为我兄弟和自己所作的起诉会不得体且无力。尽管如此,我仍将尽我所能,从头开始,以最简短的话语向诸位陈述。
οὑμὸς πατὴρ Κέφαλος ἐπείσθη μὲν ὑπὸ Περικλέους εἰς ταύτην τὴν γῆν ἀφικέσθαι, ἔτη δὲ τριάκοντα ᾤκησε, καὶ οὐδενὶ πώποτε οὔτε ἡμεῖς οὔτε ἐκεῖνος δίκην οὔτε ἐδικασάμεθα οὔτε ἐφύγομεν, ἀλλʼ οὕτως ᾠκοῦμεν δημοκρατούμενοι ὥστε μήτε εἰς τοὺς ἄλλους ἐξαμαρτάνειν μήτε ὑπὸ τῶν ἄλλων ἀδικεῖσθαι.
我的父亲刻法洛斯受伯里克利劝说来到这片土地,并在这里居住了三十年;无论是我们还是他,从未与任何人打过官司,也从未被任何人控告过,我们在民主政体下生活,既不对他人犯下罪过,也不受他人不法侵害。
ἐπειδὴ δʼ οἱ τριάκοντα πονηροὶ καὶ συκοφάνται ὄντες εἰς τὴν ἀρχὴν κατέστησαν, φάσκοντες χρῆναι τῶν ἀδίκων καθαρὰν ποιῆσαι τὴν πόλιν καὶ τοὺς λοιποὺς πολίτας ἐπʼ ἀρετὴν καὶ δικαιοσύνην τραπέσθαι, τοιαῦτα λέγοντες οὐ τοιαῦτα ποιεῖν ἐτόλμων, ὡς ἐγὼ περὶ τῶν ἐμαυτοῦ πρῶτον εἰπὼν καὶ περὶ τῶν ὑμετέρων ἀναμνῆσαι πειράσομαι.
然而,当三十僭主——这群恶棍和诬告者——掌权执政时,他们声称必须清除城邦中的不义之人,且其余公民应当转向美德与正义,他们口中如此宣称,手上却敢行全然相反之恶事;我将先讲述我自己的遭遇,继而尽力提醒诸位回忆你们自身的遭遇。
Θέογνις γὰρ καὶ Πείσων ἔλεγον ἐν τοῖς τριάκοντα περὶ τῶν μετοίκων, ὡς εἶέν τινες τῇ πολιτείᾳ ἀχθόμενοι· καλλίστην οὖν εἶναι πρόφασιν τιμωρεῖσθαι μὲν δοκεῖν, τῷ δʼ ἔργῳ χρηματίζεσθαι· πάντως δὲ τὴν μὲν πόλιν πένεσθαι τὴν δʼ ἀρχὴν δεῖσθαι χρημάτων.
因为塞奥格尼斯和佩松在三十僭主中间谈及外邦居留民,说其中有些人对政体心怀不满;因此这是一个极好的借口,表面上看似惩罚不法,实则以此谋取私利;无论如何城邦贫困,而政权急需钱财。
καὶ τοὺς ἀκούοντας οὐ χαλεπῶς ἔπειθον· ἀποκτιννύναι μὲν γὰρ ἀνθρώπους περὶ οὐδενὸς ἡγοῦντο, λαμβάνειν δὲ χρήματα περὶ πολλοῦ ἐποιοῦντο. ἔδοξεν οὖν αὐτοῖς δέκα συλλαβεῖν, τούτων δὲ δύο πένητας, ἵνα αὐτοῖς ᾖ πρὸς τοὺς ἄλλους ἀπολογία, ὡς οὐ χρημάτων ἕνεκα ταῦτα πέπρακται, ἀλλὰ συμφέροντα τῇ πολιτείᾳ γεγένηται, ὥσπερ τι τῶν ἄλλων εὐλόγως πεποιηκότες.3
他们轻而易举地劝服了听众。因为他们视杀人为无物,却把掠夺钱财看得极重。于是他们决定逮捕十个人,其中两人是穷人,以便向其他人辩解,声称此举并非为了钱财,而是对政体有利,就好像他们在其他事情上有什么是合情合理地做过的一样。
διαλαβόντες δὲ τὰς οἰκίας ἐβάδιζον· καὶ ἐμὲ μὲν ξένους ἑστιῶντα κατέλαβον, οὓς ἐξελάσαντες Πείσωνί με παραδιδόασιν· οἱ δὲ ἄλλοι εἰς τὸ ἐργαστήριον ἐλθόντες τὰ ἀνδράποδα ἀπεγράφοντο.
他们分派好要查抄的房屋便前去行动。他们撞见我正在宴请宾客,把宾客驱逐出去后,将我交给了佩松;其他人则前往作坊,登记那里的奴隶。
ἐγὼ δὲ Πείσωνα μὲν ἠρώτων εἰ βούλοιτό με σῶσαι χρήματα λαβών. ὁ δʼ ἔφασκεν, εἰ πολλὰ εἴη. εἶπον ὅτι τάλαντον ἀργυρίου ἕτοιμος εἴην δοῦναι· ὁ δʼ ὡμολόγησε ταῦτα ποιήσειν. ἠπιστάμην μὲν οὖν ὅτι οὔτε θεοὺς οὔτʼ ἀνθρώπους νομίζει, ὅμως δʼ ἐκ τῶν παρόντων ἐδόκει μοι ἀναγκαιότατον εἶναι πίστιν παρʼ αὐτοῦ λαβεῖν.
我问佩松,如果拿了钱,是否愿意救我一命。他说如果钱多的话就可以。我说我准备给出一塔兰同的白银;他答应照此办理。我固然知道他既不敬神也不顾人道,但就眼下的处境而言,从他那里取得誓言似乎最为迫切必要。
ἐπειδὴ δὲ ὤμοσεν, ἐξώλειαν ἑαυτῷ καὶ τοῖς παισὶν ἐπαρώμενος, λαβὼν τὸ τάλαντόν με σώσειν, εἰσελθὼν εἰς τὸ δωμάτιον τὴν κιβωτὸν ἀνοίγνυμι. Πείσων δʼ αἰσθόμενος εἰσέρχεται, καὶ ἰδὼν τὰ ἐνόντα καλεῖ τῶν ὑπηρετῶν δύο, καὶ τὰ ἐν τῇ κιβωτῷ λαβεῖν ἐκέλευσεν.
当他以自身和子女的灭亡发咒起誓,承诺收到一塔兰同就保全我之后,我走进卧室打开了箱子。佩松察觉后也走了进来,看见箱里的财物,便召来两个随从,命令他们拿走箱中的一切。
ἐπεὶ δὲ οὐχ ὅσον ὡμολόγητο εἶχεν, ὦ ἄνδρες δικασταί, ἀλλὰ τρία τάλαντα ἀργυρίου καὶ τετρακοσίους κυζικηνοὺς καὶ ἑκατὸν δαρεικοὺς καὶ φιάλας ἀργυρᾶς τέτταρας, ἐδεόμην αὐτοῦ ἐφόδιά μοι δοῦναι,
审判官诸公,由于他拿到的不是说定好的数额,而是三塔兰同白银、四百枚基齐库斯金币、一百枚大流克金币以及四只银碗,我便央求他给我盘缠,
- 1παύσασθαι λέγοντι
与格分词 λέγοντι 附属于非人称结构 δοκεῖ ἄπορον εἶναι,充当不定式 παύσασθαι 的逻辑主语(“对于发言者而言难以停止”)。它既可在格上与句首的 μοι 呼应,亦可作泛指,指任何就此事发言之人。
- 1ὥστε μήτʼ ἂν ψευδόμενον δεινότερα τῶν ὑπαρχόντων κατηγορῆσαι, μήτε τἀληθῆ βουλόμενον εἰπεῖν ἅπαντα δύνασθαι
在由 ὥστε 引导的结果从句中,前半句由 ἄν 搭配不定式 κατηγορῆσαι 构成,相当于潜能希求法(ἂν κατηγορήσειε,“将无法指控”);后半句 μήτε ... δύνασθαι 则未带 ἄν,作普通的结果不定式,表示客观上无法做到的事实,两者在语气上形成了微妙的对比。
- 7ὥσπερ τι τῶν ἄλλων εὐλόγως πεποιηκότες
主格分词 πεποιηκότες 指代三十僭主(即主句 ἔδοξεν αὐτοῖς 及目的从句 ἵνα αὐτοῖς ᾖ... 的逻辑主语)。与 ὥσπερ 结合,构成表示假托理由的附带情况分词,意为“宛如他们在其他事情上有什么是出于合情合理的缘由而为之一样”。
