- 底本
- Demades. Minor Attic Orators. Burtt, John Ormiston, editor. London: William Heinemann, Ltd., Cambridge, MA: Harvard University Press, 1954 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0535.tlg001.humanitext-grc2:8-15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者为自己的微贱出身和讲坛直言辩护,回顾了喀罗尼亚战役后促成和约、换回俘虏等功绩,并概述了其后希腊各邦的严峻军事局势,以此论证自己主张媾和的决策的正当性。
ἡ πενία δʼ ἴσως δύσχρηστον μὲν ἔχει τι καὶ χαλεπόν, κεχώρισται δʼ αἰσχύνης, ὡς ἄν, οἶμαι, τῆς ἀπορίας ἐπὶ πολλῶν οὐ τρόπου κακίαν ἀλλὰ τύχης ἀγνωμοσύνην ἐλεγχούσης.1 προσελθὼν δὲ τοῖς κοινοῖς, οὐκ εἰς δίκας καὶ τὴν ἀπὸ τῆς λογογραφίας ἐργασίαν ἔθηκα τὸν πόνον, ἀλλʼ εἰς τὴν ἀπὸ τοῦ βήματος παρρησίαν ἣ τοῖς μὲν λέγουσιν ἐπισφαλῆ παρέχεται τὸν βίον, τοῖς δʼ εὐλαβουμένοις μεγίστην δίδωσιν ἀφορμὴν πρὸς κατόρθωσιν· οὐ γὰρ ἐν τῇ τοῦ λέγοντος χάριτι δεῖ συνεκπίπτειν τὴν τῆς πατρίδος σωτηρίαν.2
贫困固然或许带有某种困厄与艰难,却与羞耻无涉;因为依我之见,生计的窘迫在许多人身上所证明的并非品格的败坏,而是命运的不公。投身于公共事务之后,我并未将精力倾注于诉讼与代作演说之业,而是致力于讲坛之上的直言不讳——这固然使发言者的生活危难重重,却给谨慎自律者提供了取得成就的最大契机;因为祖国的安危绝不可随着演说者迎合取悦的心思一同崩塌。
χιλίων ταφὴ Ἀθηναίων μαρτυρεῖ μοι, κηδευθεῖσα ταῖς τῶν ἐναντίων χερσίν, ἃς ἀντὶ πολεμίων φιλίας ἐποίησα τοῖς ἀποθανοῦσιν. ἐνταῦθα ἐπιστὰς τοῖς πράγμασιν ἔγραψα τὴν εἰρήνην· ὁμολογῶ. ἔγραψα καὶ Φιλίππῳ τιμάς· οὐκ ἀρνοῦμαι. δισχιλίους γὰρ αἰχμαλώτους ἄνευ λύτρων καὶ χίλια πολιτῶν σώματα χωρὶς κήρυκος καὶ τὸν Ὠρωπὸν ἄνευ πρεσβείας λαβὼν ὑμῖν ταῦτʼ ἔγραψα.
一千名雅典人的葬礼便为我作证,那是由我们敌手之手所操持的安葬,而我使这双手对死者而言化敌意为友好。当时主持大局,我拟定了和约;我承认。我也为腓力拟定了荣誉;我不否认。因为在未付赎金的情况下为你们带回了两千名俘虏,在毋须传令官的情况下带回了一千具公民遗体,且在毋须派遣使节的情况下收回了奥罗波斯,我才草拟了这些决议。
ἐπείληπτο δὲ τῆς γραφούσης χειρὸς οὐχ ἡ δωροδοκία τῶν Μακεδόνων,3 ὡς οὗτοι πλαττόμενοι λέγουσιν, ἀλλʼ ὁ καιρὸς καὶ ἡ χρεία καὶ τὸ τῆς πατρίδος συμφέρον καὶ ἡ τοῦ βασιλέως φιλανθρωπία. ἐλθὼν γὰρ ἐπὶ τὸν κίνδυνον ἐχθρὸς τῶν ἀγώνων φίλος ἐχωρίσθη, τὸ τῶν νενικηκότων ἆθλον τοῖς σφαλεῖσι προσθείς.
然而,抓住这只执笔之手的绝非马其顿人的贿赂,如这些人凭空捏造所说的那样,而是时局、需要、祖国的利益以及国王的仁厚。因为他是作为敌人步入这场危机,却在脱离纷争时成为朋友,将胜利者的奖赏赐予了失败者。
πάλιν τοίνυν ἧκε τῇ πόλει καιρὸς ἕτερος, ἵνα τοὺς μεταξὺ κινδύνους ἑκὼν ἐπιλάθωμαι· καὶ πάντες μὲν οἱ τὴν Ἑλλάδα κατοικοῦντες τὸν Ἀλέξανδρον ἐπὶ τὴν ἡγεμονίαν ἀνεβίβαζον, καὶ τοῖς ψηφίσμασιν ἀναπλάττοντες φρόνημα μεῖζον τοῦ δέοντος ἀνδρὶ νέῳ καὶ φιλοδόξῳ περιέθηκαν· λοιποὶ δʼ ἦμεν ἡμεῖς καὶ Λακεδαιμόνιοι, πρόβλημα τῆς σωτηρίας ἔχοντες, οὐ χρημάτων πλῆθος, οὐχ ὅπλων παρασκευάς, οὐχὶ πεζῶν σύνταξιν, ἀλλʼ ἐπιθυμίαν μεγάλην, δύναμιν δʼ ἀσθενῆ καὶ ταπεινήν.
后来,即使我自愿略过其间的重重危险,城邦又迎来了另一个危急关头。希腊的所有居民都将亚历山大推向霸权地位,并用各项法令给一个年轻且雄心勃勃之人塑造并赋予了逾越分寸的骄横;只剩下我们与拉刻代蒙人,所拥有的救亡屏障既不是充足的钱财,也不是武器的储备,更不是步兵的整肃队列,而是巨大的愿望,以及微弱低微的力量。
ὧν μὲν γὰρ ἐσύλησε τὴν ἰσχὺν ὁ περὶ Λεῦκτρα κίνδυνος, ὁ δὲ πρότερον ἀπείρατος ὢν πολεμίας σάλπιγγος Εὐρώτας4 Βοιωτοὺς ἐν τῇ Λακωνικῇ στρατοπεδεύοντας εἶδεν ἀπέκειρε γὰρ τὴν ἀκμὴν τῆς Σπάρτης ὁ Θηβαῖος, καὶ τοὺς ὅρους τῆς Λακωνικῆς τεθειμένους, τὴν ἀκμὴν τῶν νέων, συνέκλεισε ταῖς τέφραις. τὰς δʼ ἡμετέρας παρασκευὰς ἀνάλωσεν ὁ πόλεμος, καὶ τὴν ἐλπίδα τῶν ζώντων συνέτριψεν ἡ συμφορὰ τῶν ἀποθανόντων.
因为留克特拉的危难掠夺了后者的实力,而此前未曾体验过敌军号角声的欧罗塔斯河,见到了波奥提亚人在拉科尼亚扎营;因为忒拜人刈除了斯巴达的菁华,并将拉科尼亚既定的边界——即青年的精锐——封锁在灰烬之中。而战争耗尽了我们的物资储备,死者的厄运摧毁了生者的希望。
Θηβαῖοι δὲ μέγιστον εἶχον δεσμὸν τὴν τῶν Μακεδόνων φρουράν, ὑφʼ ἧς οὐ μόνον τὰς χεῖρας συνεδέθησαν, ἀλλὰ καὶ τὴν παρρησίαν ἀφῄρηντο· τῷ γὰρ Ἐπαμινώνδου σώματι συνέθαψε τὴν δύναμιν τῶν Θηβαίων ὁ καιρός. ἤκμαζον δὲ τοῖς σύμπασιν οἱ Μακεδόνες, οὓς ἤδη ταῖς ἐλπίσιν ἐπὶ τὰ σκῆπτρα καὶ τοὺς Περσῶν θησαυροὺς ἡ τύχη διεβίβαζεν.
忒拜人则承受着马其顿驻军这一最大的枷锁,不仅双手因此被束缚,连直言进谏的自由亦被剥夺;因为时局将忒拜人的力量同伊巴密浓达的遗体一同埋葬了。但马其顿人在各方面都处于鼎盛,命运已然在他们的期许中将他们引向波斯人的王权与宝藏。
ἐνταῦθʼ ὁμοίως Δημοσθένης μὲν ἐκύρωσε πόλεμον, καλὴν μὲν τοῖς ὀνόμασιν, οὐ σωτήριον δὲ τοῖς ἔργοις συμβουλίαν εἰσηγησάμενος τοῖς πολίταις· ὡς δὲ πλησίον ἔστη τῆς Ἀττικῆς ὁ πολέμιος, ἡ χώρα δὲ εἰς τὴν πόλιν κατεκλείετο, καὶ τὸ περιμάχητον καὶ θαυμαζόμενον ὑπὸ πάντων ἄστυ βοῶν καὶ προβάτων ὥσπερ ἔπαυλις καὶ τῶν βοσκημάτων ἐπληροῦτο, βοηθείας δʼ οὐδαμόθεν ἦν ἐλπίς, ἔγραψα τὴν εἰρήνην.
在此情形下,德摩斯梯尼同样促成了战争,向公民们提出了字面上动听、事态上却毫无助益的建议;然而当敌人兵临阿提卡近郊,乡村人口退缩困守于城内,那座受万人争夺与赞叹的城镇如牲畜棚圈一般挤满了牛、羊和各色牲口,四方皆无外援之望时,我拟定了和约。
ὁμολογῶ, καί φημι καλῶς καὶ συμφερόντως πεπραχέναι τοῦτο· κρεῖττον γὰρ ἐπερχόμενον ἐκκλῖναι τὸ νέφος ἢ φερομένῳ συναπενεχθῆναι τῷ ῥεύματι. ἀξιῶ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἐκ τῶν πραγμάτων λύπην ἐμοὶ παρʼ ὑμῶν μηδεμίαν ἀπογεννῆσαι δυσμένειαν. οὐ γὰρ ἐγὼ κρατῶ τῆς τύχης, ἀλλʼ ἡ τύχη τοῦ βίου, διʼ ἣν κινδυνεύει. δεῖ δὲ τὸν σύμβουλον, καθάπερ τὸν ἰατρόν, οὐ τῆς νόσου τὴν αἰτίαν ἔχειν, ἀλλὰ τῆς θεραπείας τὴν χάριν ἀπολαμβάνειν.
我承认这一点,并坚称我此举做得既妥善又有益;因为避开即将来临的阴云,胜过随狂奔的洪流一同被冲走。雅典的公民们,我请求诸位,因事态而生的痛苦切莫在你们心中转变为对我的丝毫敌意。因为不是我掌控命运,而是命运主宰生命,生命亦因命运而陷于险境。顾问应当同医生一样,不该承担疾病的罪责,而应因施行救治而收获感激。
- 8ὡς ἄν, οἶμαι, τῆς ἀπορίας ἐπὶ πολλῶν οὐ τρόπου κακίαν ἀλλὰ τύχης ἀγνωμοσύνην ἐλεγχούσης
连词 ὡς 与 ἄν 连用,引出属格独立结构(τῆς ἀπορίας... ἐλεγχούσης)。小辞 ἄν 表达潜在假设或主观推测(“正如人们所想的那样”),与紧随其后的插入语 οἶμαι(“依我之见”)呼应,弱化了该普遍因果陈述的武断性。
- 8οὐ γὰρ ἐν τῇ τοῦ λέγοντος χάριτι δεῖ συνεκπίπτειν τὴν τῆς πατρίδος σωτηρίαν
介词短语 ἐν τῇ τοῦ λέγοντος χάριτι 意为“在演说者博取好感(迎合听众)之中”。它与动词 συνεκπίπτω(“一同倾覆、共归于尽”)配合,说明祖国的拯救这一公共利益绝不可与演说者个人讨好公众的言行绑定在一起而蒙受损失。
- 10ἐπείληπτο δὲ τῆς γραφούσης χειρὸς οὐχ ἡ δωροδοκία τῶν Μακεδόνων
动词 ἐπείληπτο 是 ἐπιλαμβάνω 的中被动态过去完成时第三人称单数直陈式,此处作中动态用,意为“紧抓、握住”,支配属格宾语(τῆς γραφούσης χειρός)。主语是主格名词短语 οὐχ ἡ δωροδοκία。
- 12ὧν μὲν γὰρ ἐσύλησε τὴν ἰσχὺν ὁ περὶ Λεῦκτρα κίνδυνος, ὁ δὲ πρότερον ἀπείρατος ὢν πολεμίας σάλπιγγος Εὐρώτας
关系代词 ὧν 是领属性属格,特指前文提到的“拉刻代蒙人”。在句式上它构成了 ὧν μὲν ... ὁ δὲ ... Εὐρώτας(“留克特拉之难掠夺了他们的实力,而欧罗塔斯河则……”)的对称分承结构。
