← 德马德斯

关于十二年

§1-7

请求公正审判与为自身履历辩护

德玛德斯在受审之际呼吁陪审员排除偏见、审慎听取申辩,并开始就针对自己的指控及一生的从政履历展开辩驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

τῆς μὲν τῶν κινδυνευόντων σωτηρίας, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τῆς τιμωρίας ὑμεῖς παρὰ τῶν νόμων τὴν ἐξουσίαν εἰλήφατε· οὔτε δʼ ἰατρὸς ἐμπείρως δύναται θεραπεῦσαι τοὺς κάμνοντας, ἂν μὴ τὴν αἰτίαν τοῦ νοσήματος κατανοήσῃ, οὔτε δικαστὴς ὁσίαν θεῖναι τὴν ψῆφον, ἐὰν μὴ τοῖς τῆς κρίσεως δικαίοις σαφῶς ᾖ παρηκολουθηκώς.

雅典的公民们,你们依照法律获得了对受审者的拯救与惩罚之权。正如医生若不查明病因便无法熟练医治病患,审判官若不切实明察案件中的诸般公正原则,亦无法投下虔敬正当之票。

§2

ἐμπεσὼν δʼ αὐτὸς εἰς μέσην τὴν τῶν ῥητόρων δυσμένειαν, ὥσπερ τῆς παρὰ θεῶν, οὕτω τῆς παρʼ ὑμῶν δέομαι τυχεῖν βοηθείας. διαβάλλουσι γάρ μου τὸν βίον, οἰόμενοι τὸν λόγον ἄπιστον καταστήσειν. ἐγὼ δʼ ἀποθανὼν μὲν ἢ ζῶν οὐδέν εἰμι· τί γὰρ Ἀθηναίοις, εἰ παρανάλωμα Δημάδης;1 δακρύσει δέ μου τὴν ἀπώλειαν οὐχ ὁ στρατιώτης — πῶς γὰρ; ὃν αὔξει μὲν πόλεμος, εἰρήνη δʼ οὐ τρέφει — ἀλλʼ ὁ τὴν χώραν γεωργῶν καὶ ὁ τὴν θάλατταν πλέων καὶ πᾶς ὁ τὸν ἡσύχιον βίον ἠγαπηκώς, ᾧ τὴν Ἀττικὴν ἐτείχισα,2 τοὺς ὅρους τῆς χώρας περιβαλὼν οὐ λίθοις ἀλλὰ τῇ τῆς πόλεως ἀσφαλείᾳ.

我自己如今深陷演说家们的敌意之中,恳求获得你们的援助,正如恳求神明的庇护一般。因为他们诽谤我的一生,妄图以此使我的言辞不足采信。对我而言,无论生或死我都不足挂齿;因为就算德玛德斯成了附属的牺牲品,对雅典人而言又有何干?为我的覆亡流泪的决不是士兵——怎么会是他呢?因为战争令他得势,和平却无法滋养他——而是耕种土地的人、泛舟航海的人,以及一切热爱安宁生活的人;正是为了他们,我构筑了阿提卡的防御,不是用石头,而是用城邦的安全环卫了这片国土的边界。

§3

δεινὸν δέ τι συμβαίνει πολλοῖς τῶν κρινόντων, ὦ ἄνδρες δικασταί. ὥσπερ γὰρ ἡ τῶν ὀφθαλμῶν νόσος τὴν ὅρασιν συγχέασα κωλύει τὰ ἐμποδὼν κείμενα θεωρεῖν, οὕτως ἄδικος παρεισδύνων λόγος εἰς τὰς τῶν δικαστῶν γνώμας οὐκ ἐᾷ διʼ ὀργὴν συνορᾶν τὴν ἀλήθειαν. διὸ καὶ δεῖ συνορᾶν ὑμᾶς εὐλαβῶς ἐπὶ τῶν κινδυνευόντων μᾶλλον ἢ τῶν ἐγκαλούντων· οἱ μὲν γὰρ αὐτόθεν ἔχουσιν ἐκ τῆς πρωτολογίας ὁποῖον αὐτοὶ βούλονται τὸν δικαστήν, οἱ δʼ ἀναγκάζονται πρὸς ὠργισμένους κριτὰς τὴν διάνοιαν ἀντιτάσσεσθαι.

然而,审判官先生们,许多裁判者身上都会发生一件可怕的事。正如眼疾昏乱了视力,妨碍人审视眼前之物,潜入审判官心智的不公言论,也会因怒气而使他们无法洞察真相。因此,你们更应当审慎留心处于险境之人,而非控告之人;因为后者凭着先发之词,立即便能按照自己的意愿掌握审判官的心思,而前者却不得不迫使自己的心意去抵御已经愤怒的裁判者。

§4

ἐὰν μὲν οὖν φαίνωμαι τοῖς ἐγκαλουμένοις ἔνοχος, καταψηφίσασθε, μὴ φείσησθε· οὐ παραιτοῦμαι· ἂν δʼ εὑρίσκωμαι τῶν ἐγκεκλημένων κεχωρισμένος τῷ δικαίῳ, τοῖς νόμοις, τῷ συμφέροντι, μὴ πρόησθέ με τῇ τῶν κατηγόρων ὠμότητι. εἰ δὲ πάντως ἀποθανὼν συμβαλοῦμαί τι πρὸς τὴν κοινὴν σωτηρίαν, ὡς οὗτοι λέγουσιν, ἑτοίμως ἔχω τελευτᾶν· κτήσασθαι γὰρ ἰδίῳ θανάτῳ δημοσίαν εὔνοιαν καλόν, ἐὰν ἡ χρεία τῆς πατρίδος, ἀλλὰ μὴ ὁ τούτων λόγος τὸ ζῆν ἀφαιρήσηται.

因此,若我被查明确有控告中所称的罪责,你们就投票定罪,毋须宽恕;我绝不祈求免罪。但若按照正义、法律与城邦的利益,查明我与这些罪名无涉,就请不要将我弃绝于控告者的残忍之中。如果真如他们所言,只要我死去便能为共同的安危作出哪怕一丝贡献,我也做好了赴死的准备;因为只要夺去我生命的乃是祖国的需要,而非他们的言辞,以私人的死亡换取公众的善意本是一件美事。

§5

δότε δή μοι πρὸς θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δότε διαλεχθῆναι ὡς προαιροῦμαι πρὸς ὑμᾶς περὶ τῶν δικαίων. δοκῶ μὲν γὰρ δύναμιν εἶναί μοι καὶ τοῖς ἄλλοις βοηθεῖν· ἐν δὲ τούτοις ἐμποδίζει μου τὸν λόγον ὁ φόβος. ἄλλως δʼ οὐ τὸν ἔλεγχον τοῦ πράγματος δέδοικα, ἀλλὰ τὴν τῶν ἀντιδίκων διαβολὴν μόνον, ἥτις οὐ κρίνει τοὺς ἀδικοῦντας, ἀλλὰ φύεται τοῖς δοκοῦσι λέγειν ἢ πράττειν.3

雅典的公民们,看在诸神的份上,请准许我按照我的意愿,向你们就公义之事进行申辩。因为我自信亦有能力援助他人,但在当下的境况中,恐惧却阻碍了我的言说。除此以外,我并不惧怕对事实的审验,而唯独惧怕对手的诽谤;这种诽谤并不评判真正作恶之人,却滋生于那些被认为在言语或行动上卓有声望之人身上。

§6

ἡ παρʼ ὑμῖν ἐλπὶς δὲ δικαία· οὐ μικρὰ γάρ ἐστι τῷ κινδυνεύοντι ῥοπὴ πρὸς σωτηρίαν ἡ τῶν ἀκουόντων βούλησις ταττομένη μετὰ τοῦ δικαίου. ἐὰν ταύτης κατατύχω, πάσας ἀπολύσομαι τὰς διαβολάς· ἄνευ δὲ ταύτης οὔθʼ ὁ λόγος οὔθʼ οἱ νόμοι οὔθʼ ἡ τῶν πραγμάτων ἀλήθεια σῶσαι δύνανται τὸν ἀδίκως κρινόμενον. οὐκ ἀγνοεῖτε δὲ ὅτι πολλοὶ πολλάκις ἤδη τῶν ἐγκαλούντων ἀπὸ μὲν τῆς κατηγορίας ἔδοξαν δίκαια λέγειν, παρατεθείσης δὲ τῆς ἀπολογίας εὑρέθησαν αὐτοὶ συκοφαντοῦντες· ὃ δὴ καὶ νῦν πέπεισμαι τούτοις παρακολουθήσειν ὑμῶν ἀκούειν προαιρουμένων μετʼ εὐνοίας.

我对你们抱有的期望是正当的;因为听众的心愿若与正义站在一边,对受审者而言便是倒向获救的巨大砝码。若能获得这一点,我便能洗清一切诽谤;若无这一点,言辞、法律以及事物的真相都无法拯救横遭不义审判的人。你们并非不知,以往屡有许多控告者仅凭起诉之词看似言之成理,但在抗辩提出之后,却被发现自身实为诬告;我深信,若你们愿意怀抱善意倾听,如今同样的事情也必将降临在这些人身上。

§7

ἐπεὶ δὲ καὶ τῆς ἄλλης μου πολιτείας κατηγορεῖν ἐπεχείρησαν, βραχέα βούλομαι περὶ αὐτῆς εἰπεῖν, ἔπειθʼ οὕτως ἐπὶ τὴν λοιπὴν δικαιολογίαν ἀπελθεῖν, ἵνα μὴ λάθωσιν ὑμᾶς παρακρουσάμενοι. γεγονὼς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, Δημέου πατρός,4 ὡς καὶ ὑμῶν οἱ πρεσβύτεροι γινώσκουσι, τὸν μὲν ἄλλον χρόνον οὕτως ἔζων ὡς ἐδυνάμην, οὔτε κοινῇ τὸν δῆμον ἀδικῶν οὔτʼ ἰδίᾳ λυπῶν οὐδένα τῶν ἐν τῇ πόλει, πειρώμενος δʼ ἀεὶ τοῖς ἰδίοις πόνοις τὴν ἀσθένειαν τοῦ βίου διορθοῦσθαι.

既然他们还企图指控我其余的政治生涯,我便打算就此简短陈述数语,然后再以此展开其余的法庭申辩,免得他们暗中欺蒙你们。雅典的公民们,正如你们之中的长者所知,我的生父是德梅阿斯,在其余的岁月里,我都尽可能竭力生活,既未在公事上损害民众,也未在私下使城邦中的任何人忧伤,而是始终致力于凭借自身的辛劳去弥补门第生计的微贱弱势。

语法注4 条
  1. 2τί γὰρ Ἀθηναίοις, εἰ παρανάλωμα Δημάδης;

    此处省略了谓语动词(可补出 ἐστί 或 μέλει / διαφέρει),为惯用修辞句式,意为“对雅典人来说算得了什么?”名词 παρανάλωμα 指“附带的消耗品”或“顺带的牺牲品”,以反讽的口吻极言自身生死的微不足道。

  2. 2ᾧ τὴν Ἀττικὴν ἐτείχισα

    关系代词 ᾧ 为阳性单数与格,作“利益与格”(dativus commodi),其先行词为前文的 πᾶς ὁ τὸν ἡσύχιον βίον ἠγαπηκώς(或指代前述享受和平的所有平民)。意指他并非用砖石,而是用和平政策“为了他们”修筑了阿提卡的防御屏障。

  3. 5τοῖς δοκοῦσι λέγειν ἢ πράττειν

    短语 λέγειν ἢ πράττειν 是雅典民主政治中指涉公共政治活动的惯用表述(“言说或行动”)。此处的分词 δοκοῦσι 不仅表“似乎”,更含有“享有声望、有影响力、举足轻重”之意,整体指“那些在言行国政上被视为显要或卓越的人物”。

  4. 7Δημέου πατρός

    此处的 Δημέου πατρός 依附于完成时分词 γεγονώς,为表示出身/血统的属格(genitivus originis),意为“由父亲德梅阿斯所生”。演说家常以此攻击德玛德斯出身微贱,故他在展开政治生涯辩护前首先明确交代门第。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0535.tlg001.humanitext-grc2:1-7