- 底本
- Demades. Minor Attic Orators. Burtt, John Ormiston, editor. London: William Heinemann, Ltd., Cambridge, MA: Harvard University Press, 1954 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0535.tlg001.humanitext-grc2:16-41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者痛斥德摩斯梯尼与吕库古脱离实际的狂妄主战言论招致了忒拜的覆灭与全希腊的危机,并为自己在危急时势下与马其顿谋求媾和以保全祖国的务实抉择进行辩护。
καταχωρίσαντες οὖν τὰ συμβάντα διὰ τὰς ἔξωθεν αἰτίας, ψιλῶς ἐπὶ τῶν πραγμάτων γυμνὴν θεωρήσατέ μου τὴν πολιτείαν. μετὰ ταῦτα τοίνυν τῇ πόλει τρίτος ἐπήγετο κίνδυνος πάντων χαλεπώτατος, οὐκέτι πεμφθεὶς ὑπὸ τῆς τύχης, ἀλλʼ ὑπὸ τῶν τότε ῥητόρων ἐπαχθείς.
因此,诸位既已将所发生的事变归于外在原因,便请根据事态本身,如实考察我毫无粉饰的施政吧。在此之后,城邦迎来了第三场危难,亦是所有〔危难〕中最艰难的一场,它不再是由命运降下,而是由当时的演说家们招致的。
καί μοι τῶν πεπραγμένων ἀναμνήσθητε, ἡνίκα Δημοσθένης καὶ Λυκοῦργος τῷ μὲν λόγῳ παραταττόμενοι τοὺς Μακεδόνας ἐνίκων ἐν Τριβαλλοῖς, μόνον δʼ οὐχ1 ὁρατὸν ἐπὶ τοῦ βήματος νεκρὸν τὸν Ἀλέξανδρον προέθηκαν, ἐν τῷ δήμῳ δʼ ἀλείψαντες λόγοις εὐπρεπέσι Θηβαίων τοὺς παρόντας φυγάδων θυμοὺς ἐπʼ ἐλπίδι τῆς ἐλευθερίας ἠκόνησαν, ἐμὲ δὲ στυγνὸν καὶ περίλυπον ἔφασκον εἶναι, μὴ συνευδοκοῦντα ἔχει τι πικρὸν ὁ τῆς ἀληθείας λόγος, ἐπειδάν τις ἀκράτῳ παρρησίᾳ χρώμενος μεγάλων ἀγαθῶν προσδοκίαν ἀφαιρῆται· τὰ δὲ προσηνῆ κἂν ᾖ ψευδῆ πείθει τοὺς ἀκούοντας.
请与我一同回忆当时的作为吧:那时德摩斯梯尼与吕库古在言辞上排兵布阵,在特里巴洛伊人之地击溃马其顿人,只差没有把亚历山大的尸体活生生摆在讲坛之上;他们在公民大会上用动听的言辞煽风点火,借着对自由的期许激发在场的忒拜流亡者的怒火,反倒声称我不予赞同是神情阴沉且沮丧忧伤;真实的言辞确有某种苦涩之处,每当有人以毫不掩饰的坦率夺走人们对极大利益的期盼时便是如此;而悦耳的言辞哪怕虚假,也能令听众信服。
προσδόκιμος ἦν εἰς τὴν Ἀττικὴν ὁ κίνδυνος.
危难眼看就要降临阿提卡。
μετὰ βραχὺ δὲ καὶ αἱ τῶν Μακεδόνων ἐπιδορατίδες ἥπτοντʼ ἤδη τῆς Ἀττικῆς, καὶ γειτνιώσης τῆς συμφορᾶς καὶ τῆς Ἑλλάδος κατεπτηχυίας, ἔδει καταψᾶν καὶ τιθασεύειν τὴν ὀργὴν τοῦ βασιλέως ἠρεθισμένην κατὰ τοῦ δήμου.
不久之后,马其顿人的矛头已然触及阿提卡,灾祸近在咫尺,全希腊吓得蜷缩战栗,必须去安抚并驯化国王针对民众而被激起的怒火。
οὐχ ἡ δόσις τῶν χρημάτων λυπεῖ, ἀλλʼ ἡ πρᾶξις τοῦ λαμβάνοντος, ἐὰν ᾖ κατὰ τοῦ συμφέροντος.
令人痛心的并非金钱的施舍,而是接受者的行径——倘若这行径违背了共同利益的话。
ταῦτα λέγων τὸν τοῦ πολέμου πυρσὸν αἴρει, καὶ ὁ πολέμιος ἐπὶ τῶν πυλῶν στρατοπεδεύει.
他一边说着这些话,一边点燃了战火的烽燧,而敌人已在城门前安营扎寨。
αἵματι τὸν πόλεμον διέκρινεν.
他用鲜血断决了战争。
οὐ γὰρ ἵνα λάβω χρυσίον, ὡς αὐτοὶ πλαττόμενοι λέγουσιν, ἀλλʼ ἵνα τόδε.
因为绝非如他们凭空捏造所说的那样,是为了让我收受黄金,而是为了这个目的。
σύμμαχον εἶχεν ὑποψίαν.
他将猜忌视作盟友。
ὄφελον καὶ Θηβαίους ἔχειν Δημάδην·2 ἔτι γὰρ ἂν ἦσαν αἱ Θῆβαι πόλις· νῦν δʼ εἰσιν οἰκόπεδον πόλεως καὶ λείψανα κακῶν ταῖς τῶν ἐχθρῶν χερσὶν εἰς ἔδαφος ἀχθεῖσαι.
但愿忒拜人也曾拥有一个德玛德斯!若是那样,忒拜至今仍是一座城邦;可如今它只是一座城邦的废墟地基与惨祸的残迹,在敌手之下被夷为平地。
πολέμιον αἷμα καὶ Μακεδονικὸν πῦρ εἰς τὴν Ἀττικὴν ὑποδέχεσθαι ἦν οὐ καλόν, οὐδὲ σιωπᾶν καὶ καρτερεῖν ὁρῶντα καταδυομένην ὥσπερ ναῦν τὴν πόλιν.
将敌人的鲜血与马其顿的烈火引接入阿提卡绝非美事,眼见城邦如船只沉没而默不作声、强忍硬撑亦非美德。
ἀλλʼ οἱ δείλαιοι σύμβουλοι ἐξαγαγόντες εἰς τὴν Βοιωτίαν τὴν ἀκμὴν τῆς πόλεως εἰσήγαγον εἰς πολυάνδριον.
然而可悲的谋士们将城邦的精英带往波奥提亚,竟将他们引入了合葬墓穴。
εἰρήνην δεῖ καὶ οὐ λόγον ἀντιτάττειν τῇ τῶν Μακεδόνων φάλαγγι· ἄπρακτος γὰρ ἡ σπουδὴ τοῦ λόγου τῶν ἐλάττονα τῆς βουλήσεως ἐχόντων τὴν δύναμιν.
应当用来与马其顿方阵对抗的是和平,而非空谈;因为对于力量不及意愿之人而言,言辞的激切是无济于事的。
πραύνεται γὰρ ὁ τῶν ἠδικημένων θυμός, ἐπειδὰν ὁ τὴν αἰτίαν ἔχων μὴ φιλονικῇ, κριτὴν δὲ ποιῇ τῆς εἰς αὑτὸν φιλανθρωπίας τὸν ἀδικούμενον.
受侵害者的怒火自会平息,只要承担罪责之人不固执相争,而是让受害者成为裁量施恩于己的法官。
τοὺς πρέσβεις εἰς φρέαρ κατέχωσαν, εὐγενῶς μὲν τοῖς θυμοῖς παραστάντες, οὐκ εὐσεβῶς δὲ τῇ τιμωρίᾳ χρησάμενοι.
他们把使节埋入井中,虽在义愤上表现得刚烈高尚,在施行惩罚上却不够虔敬。
ἐπόνει τοῖς κακοῖς ἡ Σπάρτη.
斯巴达正承受着灾难的重压。
ὁ Δημοσθένης ὁ πικρὸς συκοφάντης διαστρέφων τὸ πρᾶγμα τῇ δεινότητι τῶν ῥημάτων διέβαλεν.
德摩斯梯尼这个刻毒的诬陷者,用狡黠的字句歪曲事实,对我大肆毁谤。
ἐγίνωσκον ἀκριβῶς τὸν μὲν τῶν πολιτευομένων βίον εὐκίνητον ὄντα, τὸ δὲ μέλλον ἀόρατον, ποικίλας δὲ τὰς τῆς τύχης μεταβολάς, ἀκρίτους δὲ τοὺς τὴν Ἑλλάδα κατέχοντας καιρούς· ὃν οὖν καθʼ ἑτέρων ἤμελλον τίθεσθαι νόμον. οὐκ ἐγὼ ταῦτα συνεβούλευον, ἀλλʼ ἡ πατρίς, ὁ καιρός, τὰ πράγματα διὰ τῆς ἐμῆς φωνῆς ἠξίου ταῦτα πράττειν· οὐ δίκαιον οὖν τὸν σύμβουλον καιρῶν εὐθύνας ὑπέχειν καὶ ὧν ἐν τῇ τύχῃ τὸ τέλος.3
我确切知晓,从政者的生涯动荡难定,未来不可洞见,命运的变幻繁复多端,笼罩希腊的时局难测高深;因此我本打算针对他人订立的律法…… 并非是我在谏言这些,而是祖国、时局以及事态本身借我的声音要求去行这些事;因此,让谏言者为时局承担审查,为那些结局全系于命运之事承担罪责,是不公正的。
αὐτοχειρὶ σφαγεὶς τὸν βίον ἐξέλιπεν.
他亲手自刎,离开了人世。
αἱ θυγατέρες Ἐρεχθέως τῷ καλῷ τῆς ἀρετῆς τὸ θῆλυ τῆς ψυχῆς ἐνίκησαν, καὶ τὸ τῆς φύσεως ἀσθενὲς ἔπανδρον ἐποίησεν ἡ πρὸς τὸ θρέψαν ἔδαφος φιλοστοργία.
厄瑞克透斯的女儿们以美德的高尚克服了灵魂的阴柔,对哺育自身土地的挚爱使天性的柔弱化为了男子的刚烈。
πρεσβῦται φιλοψυχοῦσιν ἐπὶ δυσμαῖς τοῦ βίου.
老人们在生命的暮年依然贪恋苟活。
πολεμίῳ πυρὶ τὴν Ἑλλάδα περιέλαμψεν.
他用敌意的战火照亮了全希腊。
λόγος κενῶς μὲν ἐξενεχθεὶς θήγει τὰ ξίφη, δεξιῶς δὲ τεθεὶς καὶ τὰς ἠκονημένας λόγχας ἀπαμβλύνει· οἰκονομία δʼ ἀνύει πλέον ἢ βία.
空洞发出的言辞会磨利剑刃,巧妙陈述的言辞连锋利的矛尖亦能磨钝;筹谋调遣远比蛮力更能成事。
ἐπίστευσεν ὁ βάρβαρος τὸν λόγον, οὐ τὸν νοῦν ἠρεύνησεν· ἔκρινε γὰρ τοῖς ὠσὶ πρὸς ἡδονὴν τὴν ἐπαγγελίαν, οὐ πρὸς ἀλήθειαν. τὰ δʼ οὐκ ἦν λόγος, ἀλλʼ ἔργα εὐθέως ἠκολούθει.
蛮族之人轻信了这番言辞,并未深究其用心;因为他用耳朵迎合欢心而非探求真理来评断承诺。但这并非只是空话,行动随即紧紧跟上。
- 17μόνον δʼ οὐχ
成语性副词短语,意为“几乎”、“差一点没有”(tantum non)。否定词 οὐχ 否定限制副词 μόνον,修饰其后的形容词 ὁρατόν,极度生动地强调亚历山大几乎就像一具肉眼可见的尸体一样被摆在公众面前。
- 26ὄφελον καὶ Θηβαίους ἔχειν Δημάδην
表达过去未实现的愿望的句式:ὄφελον 搭配宾格加不定式结构(Θηβαίους 作不定式的逻辑主语,ἔχειν 为不定式,Δημάδην 为宾语),意为“但愿忒拜人也曾拥有一个德玛德斯(而事实并非如此)”。后文的虚拟条件句归结从句 ἔτι γὰρ ἂν ἦσαν 印证了这一非真实假设。
- 35ὧν ἐν τῇ τύχῃ τὸ τέλος
关系代词 ὧν 包含其被省略的先行词 τούτων,与前文的 καιρῶν 并列,共同作动词短语 εὐθύνας ὑπέχειν(承担审查/罪责)所支配的属格补足语。关系从句中省略了系动词 ἐστί(ἐν τῇ τύχῃ [ἐστὶ] τὸ τέλος),结构为“其结局全在命运之中的那些事物”。
