- 底本
- Demades. Minor Attic Orators. Burtt, John Ormiston, editor. London: William Heinemann, Ltd., Cambridge, MA: Harvard University Press, 1954 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0535.tlg001.humanitext-grc2:42-65
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者为自己当年凭借理性言辞安抚亚历山大、化解战祸的施政进行申辩,驳斥煽动家们脱离战时危急情境而在和平时期对自己发起的无端控诉。
βίᾳ μὲν οὐδὲ τῶν ἐλαχίστων δύναται κρατεῖν ἄνθρωπος, ἐπινοίᾳ δὲ καὶ μεθόδῳ ὑπέζευξε μὲν ἀρότρῳ βοῦν πρὸς τὴν ἐργασίαν τῆς χώρας, ἐχαλίνωσε δὲ τὸν ἵππον, ἐλέφαντι δὲ παρέστησεν ἐπιβάτην καὶ ξύλῳ τὴν ἀμέτρητον θάλασσαν διεπέρασεν. τούτων δὲ πάντων ἀρχιτέκτων καὶ δημιουργός ἐστιν ὁ νοῦς, ᾧ δεῖ καθηγεμόνι χρωμένους μὴ πάντα ζητεῖν1 πρὸς τὰς ἰδίας ὀξύτητας, ἀλλὰ πρὸς τὰς τῶν πραγμάτων φύσεις καὶ μεταπτώσεις. οὕτω κἀγὼ καθάπερ τι φοβερὸν θηρίον κεχαρισμένοις λόγοις τιθασεύσας τὸν Ἀλέξανδρον ἐποίησα χειροήθη πρὸς τὸ μέλλον.
单凭暴力,人甚至连最微小之物也无法掌控;然而凭借智谋与方法,人将耕牛套上犁具以耕耘土地,为马匹戴上嚼子,给大象配上骑手,并凭借木舟横渡了无垠的沧海。这一切的建筑师与造物主便是理性,人当以其为向导,不可凭一己的急躁谋求一切,而应顺应事物的本性与变迁。如此,我也如同驯服某头可怕的野兽一般,用悦耳的言辞驯服了亚历山大,使他为了将来而变得温顺服从。
ἄρρενα λόγον καὶ τοῦ τῶν Ἀθηναίων ὀνόματος ἀξίαν παρρησίαν.
刚健的言辞,以及配得上雅典人名号的畅所欲言。
μισῶ τοὺς δημαγωγούς, ὅτι ταράττουσι τὸν δῆμον καὶ τὸ κτῆμα τῆς ἐμῆς πολιτείας τὴν εἰρήνην ψηφίσματι πολέμου παραθραύουσιν.
我痛恨那些煽动民众者,因为他们扰乱民众,并用开战的法令摧毁了我执政的珍贵财富——和平。
οἱ πρόγονοι τὴν πόλιν ἐκλιπόντες πόλιν ἔσχον τὴν θάλατταν· ἡ δʼ ἀπὸ τῆς ναυμαχίας ἧττα καὶ τὴν πεζὴν δύναμιν συνέτριψεν.
先祖们弃城离去,便以大海为城邦;然而海战的溃败甚至粉碎了陆上兵力。
ἐλευθερία ὠτακουστὴν οὐκ εὐλαβεῖται.
自由无惧于偷听之徒。
ὀλισθηραὶ δὲ καὶ συνεχεῖς αἱ παρὰ τῶν πραγμάτων γινόμεναι μεταβολαί.
事态所产生的变迁,是变幻莫测且绵延不绝的。
ψηφίσματι γὰρ εὐνοίας ὁ τῆς ἀθανασίας ἀφίδρυται βωμός.
因着善意的决议,不朽的祭坛得以奠定。
ἐπιστήσεις αὐτοῖς κήρυκα τὸν χρόνον φθεγγόμενον.
你将派时间作为发声的传令官降临他们身上。
Ἀλέξανδρος ὁ τὰς ἐλπίδας συνάπτων πρὸς τὴν τῆς οἰκουμένης ἡγεμονίαν.
亚历山大,是将自己的希冀与整个已知世界的霸权相连之人。
ὁ Δημοσθένης ἀνθρωπάριον ἐκ συλλαβῶν καὶ γλώσσης συγκείμενον.
德摩斯梯尼,不过是由音节与舌头拼凑而成的小人。
ἐκεῖνοι γὰρ οἱ λόγοι τὴν ὀργὴν τοῦ βασιλέως ὥσπερ ὕπνῳ κατεκοίμησαν.
因为正是那些言辞,宛如用沉睡一般安抚了国王的狂怒。
ἔτι γὰρ ἤκμαζον αἱ δυνάμεις τῆς πόλεως καὶ τῆς Ἑλλάδος τὸ φρόνημα, καὶ συνέρρει ἡ τύχη τῷ δήμῳ· νῦν δʼ ἐξωστράκισται μὲν πᾶν τὸ χρήσιμον ἐκ τῶν πραγμάτων, ἐξῄρηται δὲ τὰ νεῦρα τῶν πόλεων, εἰς ἄνεσιν δὲ καὶ τρυφὴν νενεύκασιν οἱ βίοι, τὰ δὲ τῆς ὁμονοίας οὐκέτι μένει, νόθαι δὲ γεγόνασιν αἱ τῶν φίλων ἐλπίδες.
因为那时城邦的力量与希腊的气魄尚处全盛,命运亦与民众同流;可如今,一切有益之物皆已从政事中被放逐,诸城邦的筋骨已被抽离,人们的生活趋向颓靡与奢靡,同心同德的纽带荡然无存,盟友的期盼已然化作虚幻。
ὁ δὲ πόλεμος ὥσπερ νέφος ἐκ παντὸς τόπου τῆς Εὐρώπης ἐπήρτητο, καὶ συνέκλειέ μου τὴν ἐπὶ τῆς ἐκκλησίας παρρησίαν, καὶ τὴν μετʼ ἐλευθερίας καὶ δόξης φωνὴν ἀφῄρει.
而战争犹如阴云般自欧洲的四面八方笼罩而来,压制着我在公民大会上的畅所欲言,剥夺了我兼具自由与荣耀的声音。
ἐκ τῶν πραγμάτων σκοπεῖτε τὴν ἀλήθειαν, καὶ μὴ ψευδεῖς αἰτίας ὁμολογουμένων ἔργων προκρίνητε.
请从事实中探求真理,切勿在无可争辩的作为面前偏信虚妄的动机。
διὰ τῶν πραγμάτων πολέμιον πῦρ προαγορεύει. αὕτη ἡ Ἀλεξάνδρου ἐπιστολὴ συνέτριβέ μου τὴν διάνοιαν· αὕτη πόλεμον ἐν τύπῳ γραμμάτων περιέχουσα μονονοὺκ ἐπιλαβομένη μου τῆς χειρὸς ἐξήγειρεν· αὕτη πορευομένη διὰ τῶν λογισμῶν τὴν ἡσυχίαν ἄγειν οὐκ ἐπέτρεψεν· ἐν πύλαις γὰρ ὁ κίνδυνος.
他正借着事态宣告敌人的烈火。正是亚历山大的这封书信击碎了我的心神;它在字里行间蕴含着战火,几乎是在抓住我的手将我拽醒;它在我的思绪中翻腾,使我无法安坐;因为危险已临近城门。
ἡ δʼ ἐμὴ πολιτεία καὶ ὁ τότε θόρυβος συνεπέστησε τὴν πόλιν, καὶ διεκώλυσεν ὥσπερ κῦμα πανταχόθεν ἐπικλύσαι τὴν Ἀττικήν, καὶ τὴν ἐν Βοιωτίᾳ παρασκευὴν ἔτρεψεν εἰς Πέρσας.
然而我当年的执政与当时的骚乱唤醒了城邦,阻遏了灾祸如波涛般从四方淹没阿提卡,并把在波奥提亚的战备力量引向了波斯人。
οὐ τὴν αὐτὴν ἔχει φαντασίαν ἐφεστηκὼς καὶ διαλλαγεὶς ὁ τοῦ πολέμου φόβος ὥσπερ γνόφος.
战火的恐惧宛如浓云,在其迫在眉睫之时与消散离去之后,所呈现的景象绝不相同。
διὸ καί πάντων δοκεῖ χαλεπώτατον, ἐν εἰρήνῃ λόγον ὑποσχεῖν τῶν ἐν πολέμῳ πεπολιτευμένων·2 κρίνει γὰρ ἕκαστος πρὸς τὴν παροῦσαν ἡσυχίαν, οὐ πρὸς τὸν παρελθόντα κίνδυνον. ὅταν δέ τις ἀνέλῃ τῶν πραγμάτων τὸν καιρόν, ἀνταναιρεῖται καὶ τὸ δίκαιον τῆς πράξεως.
因此,在和平时期为战时的施政承担清算,实乃一切事情中最难者;因为人人都根据眼下的安宁,而非昔日的危难来评判。可一旦有人从事件中剥离了当时的时局,行为的正当性便随之一并被抹杀。
ἕκαστον τῶν ἀδικημάτων ἰδίας ἔχει τὰς οἰκονομίας· ἃ μὲν γάρ ἐστι δεόμενα τῆς ἐξ Ἀρείου πάγου βουλῆς, ἃ δὲ τῶν ἐλαττόνων δικαστηρίων, ἃ δὲ τῆς ἡλιαίας· πάντα δὲ ταῦτα διώρισται τοῖς ὀνόμασι, τοῖς πράγμασι, τοῖς χρόνοις, τοῖς ἐπιτιμίοις, ταῖς ἀγωγαῖς καὶ τῷ πλήθει τῶν δικαζόντων.
每种过犯皆有其特有的审理机制:有些需要阿雷奥帕古斯议事会审理,有些归于次级法庭,有些则归于民众法庭;所有这些,都已按名称、案由、时限、刑罚、诉讼程序以及审判官的人数作了严格区分。
ἀδίκους οἱ συκοφάνται μου ποιοῦνται τὰς διώξεις· οὐ γὰρ βουλεύσεως ἐγκαλοῦσιν, οἷς ἀνώμοτος ἡ κακία· τοῖς δὲ δικασταῖς ἔνορκος ἡ κρίσις.
诬告我的人正进行着不义的起诉;因为他们并非指控谋害罪,对于他们而言恶意无需宣誓,而法官们的审判却是有誓约约束的。
ἄδικος κρίσις ἀδίκου τιμωρίας ὀνόματι μόνον διαφέρει.
不义的判决与不义的惩罚,所差者唯有名称而已。
ὑποβρύχιον ὤσειν μʼ ὑπολαμβάνουσιν.
他们以为能将我彻底推入渊底淹没。
οὐ δίκαιόν ἐστι τὴν τοῦ κινδυνεύοντος σωτηρίαν ἐφόδιον γενέσθαι συκοφαντίας τοῖς πάντα τολμᾶν προῃρημένοις, οὐδὲ τὴν ἐκ τῶν λόγων κατηγορίαν ἰσχυροτέραν ἡγεῖσθαι τῆς ἐκ τῶν πραγμάτων ἀπολογίας.
让濒危者的获救成为那些妄图肆意妄为之人的诬告资粮,是不公义的;将言辞捏造的指控视为强于基于事实的申辩,同样是不公义的。
ἑτερόφθαλμος γέγονεν ἡ Ἑλλὰς τῆς τῶν Θηβαίων ἀναιρεθείσης πόλεως.3
随着忒拜城邦的毁灭,全希腊已然成了独眼。
- 42ᾧ δεῖ καθηγεμόνι χρωμένους μὴ πάντα ζητεῖν
关系代词 ᾧ 由支配与格的分词 χρωμένους 所统辖,先行词为前文的 ὁ νοῦς,καθηγεμόνι 作补足语(“作为向导”)。在无人称动词 δεῖ 引导的不定式(ζητεῖν)结构中,分词 χρωμένους 以宾格充当逻辑主语,意为“人们应当以其为引路者,不可……谋求”。
- 59ἐν εἰρήνῃ λόγον ὑποσχεῖν τῶν ἐν πολέμῳ πεπολιτευμένων
短语 λόγον ὑπέχειν 为法律与行政常用习语,意为“提交账目/答辩,接受审查”。中性复数完成时被动分词属格 τῶν ... πεπολιτευμένων 作宾格性属格,表示接受清算或交代的对象事由(“对战时所行施政”)。
- 65ἑτερόφθαλμος γέγονεν ἡ Ἑλλὰς τῆς τῶν Θηβαίων ἀναιρεθείσης πόλεως
短语 τῆς τῶν Θηβαίων ἀναιρεθείσης πόλεως 为属格独立结构,表原因或时间背景(“随着忒拜城邦被消灭”)。此句运用了著名的隐喻,将雅典与忒拜比作希腊的双眼,忒拜陷落即意味着希腊成了“独眼”(ἑτερόφθαλμος)。
