- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:8.9.1-8.9.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
祭司以尖锐幽默的辞锋反唇相讥,揭露塞耳桑德罗斯年轻时的放荡与伪善,痛斥其无视司法程序私自拘禁的非法行径,并以被杀的留西珀依然健在这一事实断言塞耳桑德罗斯才是真正的谋杀者。
Ὁ μὲν δὴ ταῦτα εἰπὼν ἐπαύσατο· παρελθὼν δὲ ὁ ἱερεὺς ʽἦν δὲ εἰπεῖν οὐκ ἀδύνατος,1 μάλιστα δὲ τὴν Ἀριστοφάνους ἐζηλωκὼς κωμῳδίαν’ ἤρξατο αὐτὸς λέγειν, πάνυ ἀστείως καὶ κωμῳδικῶς εἰς πορνείαν αὐτοῦ καθαπτόμενος “παρὰ τὴν θεὸν” λέγων “λοιδορεῖσθαι μὲν οὕτως ἀκόσμως τοῖς εὖ βεβιωκόσι στόματος ἐστὶν οὐ καθαροῦ.
他言毕便停了下来。祭司随即走上前去——他本非不善辞令之人,且尤为推崇模仿阿里斯托芬的喜剧——他自己开始发言,以极为风趣幽默的喜剧笔调抨击塞耳桑德罗斯的男娼行径,说道:“在女神面前,对品行端正之辈进行如此粗鄙的辱骂,实非洁净之口所当为。
Οὗτος δὲ οὐκ ἐνταῦθα μόνον ἀλλὰ καὶ πανταχοῦ τὴν γλῶτταν μεστὴν ὕβρεως ἔχει. Καίτοιγε νέος ὢν συνεγίνετο πολλοῖς αἰδοίοις ἀνδράσι καὶ τὴν ὥραν ἅπασαν εἰς τοῦτο δεδαπάνηκε. Σεμνότητα δεδόρκει καὶ σωφροσύνην ὑπεκρίνετο, παιδείας προσποιούμενος ἐρᾶν καὶ τοῖς εἰς ταύτην αὐτῷ χρωμένοις πάντα ὑποκύπτων καὶ ὑποκατακλινόμενος ἀεί.
然而此人不仅在此处,在任何地方都口含傲慢。不过他年轻时曾与众多可敬的男子相交,将全部青春韶华虚耗于此。他曾面露庄严,伪装克制,假称热爱学问,而对凡因求学之名利用他的人,他一概曲意迎合、顺从侍卧。
Καταλιπὼν γὰρ τὴν πατρῴαν οἰκίαν, ὀλίγον ἑαυτῷ μισθωσάμενος στενωπεῖον, εἶχεν ἐνταῦθα τὸ οἴκημα, ὁμηρίζων μὲν τὰ πολλά, πάντας δὲ τοὺς χρησίμους πρὸς ἅπερ ἤθελε προσεταιριζόμενος. Καὶ οὕτω μὲν ἀσκεῖν τὴν ψυχὴν ἐνομίζετο· ἦν δ’ ἄρα τοῦτο κακουργίας ὑπόκρισις.
因为他离弃父家,为自己租下一间小巷陋室,在那里安顿住处,表面上多半时间在研习荷马,暗地里却将凡是对其欲望有用之徒尽数拉拢为朋党。人们原以为他是在陶冶心性,殊不知这不过是作恶的伪装。
Ἔπειτα κἀν τοῖς γυμνασίοις ἑωρῶμεν πῶς τὸ σῶμα ὑπηλείφετο καὶ πῶς πλέκτρον περιέβαινε καὶ τοὺς μὲν νεανίσκους, οἷς προσεπάλαιε, πρὸς τοὺς ἀνδρειοτέρους μάλιστα συμπλεκόμενος· οὕτως αὑτοῦ κέχρηται τῷ σώματι.
随后在体育馆里,我们也曾见他是如何给身体涂油,如何灵巧周旋,在他与之角力的年轻男子中,他尤喜与体魄最为健硕者缠抱在一起;他便是这般糟践自己的肉体。
Ταῦτα μὲν οὖν ὡραῖος ὤν· ἐπεὶ δὲ εἰς ἄνδρας ἧκε, πάντα ἀπεκάλυψεν, ἃ τότε ἀπέκρυπτε. Καὶ τοῦ μὲν ἄλλου σώματος ἔξωρος γενόμενος ἠμέλησε, μόνην δὲ τὴν γλῶτταν εἰς ἀσέλγειαν ἀκονᾷ καὶ τῷ στόματι χρῆται πρὸς ἀναισχυντίαν, ὑβρίζων πάντας, ἐπὶ τῶν προσώπων φέρων τὴν ἀναίδειαν, ὃς οὐκ ᾐδέσθη τὸν ὑφ’ ὑμῶν ἱερωσύνῃ τετιμημένον οὕτως ἀπαιδεύτως βλασφημῶν ὑμῶν ἐναντίον.
凡此种种皆是他风华正茂之时所为;及至成年,他便将当年所隐匿的一切尽数暴露。他的身体其余部分因韶华已逝而荒废,唯独将舌头磨砺得愈发放纵,用这张嘴行无耻之事,凌辱众人,满面横生无耻之相;而面对受你们授予祭司荣衔的我,他竟敢在你们面前如此粗鄙地肆意诽谤而毫无羞耻之心。
Ἀλλ’ εἰ μὲν ἄλλῃ που βεβιωκὼς ἔτυχον καὶ μὴ παρ’ ὑμῖν, ἔδει μοι λόγων περὶ ἐμαυτοῦ καὶ τῶν ἐμοὶ βεβιωμένων· ἐπεὶ δὲ σύνιστέ μοι πόρρω τῶν τούτου βλασφημιῶν τὸν βίον ἔχοντι, φέρε εἴπω πρὸς ὑμᾶς περὶ ὧν ἐγκέκλημαι.
假使我恰好是在别处生活而非与你们朝夕相处,我尚需为自己及自己的生平多费口舌;但既然你们深知我的为人与此人的诽谤相去甚远,那么且让我针对我所遭受的控告向你们陈情。
“Ἔλυσας” φησὶ “τὸν θανάτου κατεγνωσμένον” καὶ ἐπὶ τούτῳ πάνυ δεινῶς ἐσχετλίασε, τύραννον ἀποκαλῶν με καὶ ὅσα δὴ κατετραγῴδησέ μου. Ἔστι δὲ οὐχ ὁ σώζων τοὺς συκοφαντηθέντας τύραννος, ἀλλ’ ὁ τοὺς μηδὲν ἀδικοῦντας μήτε βουλῆς μήτε δήμου κατεγνωκότος.2
他说:‘你释放了被判死刑之人’,并为此痛心疾首地大发怨言,称我为僭主,对我极尽悲剧腔调之能事。然而,搭救遭诬陷之人绝非僭主,在议事会和公民大会皆未定罪之时〔拘禁〕无辜之人才是不折不扣的僭主!
Ἢ κατὰ ποίους νόμους, εἰπέ, τοῦτον τὸν ξένον νεανίσκον κατέκλεισας πρῶτον εἰς τὸ δεσμωτήριον; Τίς προέδρων κατέγνω; Ποῖον δικαστήριον ἐκέλευσε δεθῆναι τὸν ἄνθρωπον; Ἔστω γὰρ πάντα ἀδικήσας, ὅσα ἂν εἴπῃς, ἀλλὰ κριθήτω πρῶτον, ἐλεγχθήτω λόγου μεταλαβών. Ὁ νόμος αὐτόν, ὁ καὶ σοῦ καὶ πάντων κύριος, δησάτω.
试问,你究竟依凭何种法律,先把这个外邦青年关进监牢?哪位议长宣判了他有罪?哪座法庭下令捆绑此人?就算他真如你所言犯下了所有罪行,也当先受审判,让他在获得申辩发言机会后被定罪。统领你及众人的法律,才应当对他施以捆绑!
Οὐδενὸς γὰρ οὐδείς ἐστιν ἄνευ κρίσεως δυνατώτερος. Κλεῖσον οὖν τὰ δικαστήρια, κάθελε τὰ βουλευτήρια, ἔκβαλε τοὺς στρατηγούς. Πάντα γὰρ ὅσα σὺ πρὸς τὸν πρόεδρον εἴρηκας ἔοικα δικαιότερον ἐρεῖν κατὰ σοῦ ἀληθῶς. Ὑπανάστηθι Θερσάνδρῳ, πρόεδρε. Μέχρι μόνων ὀνομάτων πρόεδρος εἶ.
因为未经审判,任何人对他人都不享有凌驾之权。既然如此,关闭法庭吧,拆毁议事厅吧,罢免将军吧!因为你针对议长所说的一切,我看更应当名正言顺、切切实实地用于抨击你自身。议长,给塞耳桑德罗斯让座吧!你不过徒有议长之名而已。
Οὗτος τὰ σὰ ποιεῖ, μᾶλλον δὲ ὅσα οὐδὲ σύ. Σὺ μὲν γὰρ συμβούλους ἔχεις, καὶ οὐδὲν ἄνευ τούτων ἔξεστί σοι· ἀλλ’ οὔτε τι τῆς ἐξουσίας δράσειας πρὶν ἐλθεῖν ἐπὶ τοῦτον τὸν θρόνον, οὔτε ἐπὶ τῆς σῆς οἰκίας ποτὲ δεσμὸν ἀνθρώπου κατέγνως. Ὁ δὲ γενναῖος οὗτος πάντα ἑαυτῷ γίνεται, δῆμος, βουλή, πρόεδρος, στρατηγός. Οἴκοι κολάζει καὶ δικάζει καὶ δεθῆναι κελεύει, καὶ ὁ τῆς δίκης καιρὸς ἑσπέρα ἐστί. Καλός γε καὶ ὁ νυκτερινὸς δικαστής. Καὶ νῦν πολλάκις βοᾷ “κατάδικον ἔλυσας θανάτῳ παραδοθέντα.” Ποίῳ θανάτῳ; ποῖον κατάδικον;
此人行使了你的职权,或者不如说干出了连你都未曾做过的事。因为你尚有顾问,未经他们同意你无权做任何事;你在登上这把坐席之前不得行使丝毫职权,你也从未在自己府邸中将任何人定罪收押。而这位堂堂君子却一人兼任一切:公民大会、议事会、议长、将军!他在私邸中施刑、审判、下令捆绑,而他审判的时辰乃是黄昏。好一位夜巡审判官啊!如今他仍频频叫嚷:‘你释放了交付死刑的死囚!’何等死刑?何等死囚?
Εἰπέ μοι τοῦ θανάτου τὴν αἰτίαν. “Ἐπὶ φόνῳ κατέγνωσται” φησί. Πεφόνευκεν οὖν; Εἰπέ μοι, τίς ἐστιν, ἣν ἀπέκτεινε; Ἣν ἔλεγες ἀνῃρῆσθαι, ζῶσαν βλέπεις,3 καὶ οὐκ ἂν ἔτι τολμήσειας τὸν αὐτὸν αἰτιᾶσθαι φόνου. Οὐ γὰρ δὴ τοῦτο τῆς κόρης ἐστὶν εἴδωλον· οὐκ ἀνέπεμψεν ὁ Ἀιδωνεὺς κατὰ σοῦ τὴν ἀνῃρημένην.
告诉我处以死刑的由头。他说:‘他是因谋杀罪被定罪。’那么他真的杀人了吗?告诉我,他杀死的女子究竟是谁?你曾声称被杀害的女子,你此刻正亲眼看见她活着!你再也没有胆量指控同一人犯有谋杀罪了吧。因为这绝非那少女的幽灵,冥王并未把被杀害的女子送回阳世来向你索命!
Δυσὶ μὲν οὖν φόνοις ἔνοχος εἶ. Τὴν μὲν γὰρ ἀπέκτεινας τῷ λόγῳ, τὸν δὲ τοῖς ἔργοις ἠθέλησας, μᾶλλον δὲ καὶ ταύτην ἔμελλες· τὸ γὰρ δρᾶμά σου τὸ ἐπὶ τῶν ἀγρῶν ἠκούσαμεν. Ἡ δὲ Ἄρτεμις ἡ μεγάλη θεὸς ἀμφοτέρους ἔσωσε, τὴν μὲν ἐκ τῶν τοῦ Σωσθένους χειρῶν ἐξαρπάσασα, τὸν δὲ τῶν σῶν.
因此,你实则身负两桩谋杀罪。因为你在言辞上杀死了那女子,又在行动上企图杀死这青年——或者说,你本也打算杀死那女子,因为我们听闻了你在田庄所演的那出戏。然而伟大的阿耳忒弥斯女神拯救了他们二人,将她从索斯忒涅斯手中、将他从你手中抢夺了回来。
Καὶ τὸν μὲν Σωσθένην ἐξήρπασας, ἵνα μὴ κατάφωρος γένῃ· οὐκ αἰσχύνῃ δὲ ὅτι κατηγορῶν τοὺς ξένους ἄμφω συκοφαντῶν ἐλήλεγξαι; Τὰ μὲν ἐμὰ ἐπὶ τοσοῦτον εἰρήσθω πρὸς τὰς τούτου βλασφημίας, τὸν δὲ ὑπὲρ τῶν ξένων λόγον αὐτοῖς τούτοις παραδίδωμι.”
而你拐走了索斯忒涅斯,以免自己罪行败露。你在控告这两个外邦人时,已被证实自己纯系诬告,难道你竟不觉羞愧?关于我自身之事,针对他的诽谤至此已陈述完毕;至于为这两位外邦人辩护之辞,我便交由他们自己去陈述。”
- 8.9.1ἦν δὲ εἰπεῖν οὐκ ἀδύνατος
不定式 εἰπεῖν 充当说明性(限定性)不定式,修饰形容词 ἀδύνατος。双重否定 οὐκ ἀδύνατος 构成弱陈修辞(litotes),意指其雄辩有能。
- 8.9.7Ἔστι δὲ οὐχ ὁ σώζων τοὺς συκοφαντηθέντας τύραννος, ἀλλ’ ὁ τοὺς μηδὲν ἀδικοῦντας μήτε βουλῆς μήτε δήμου κατεγνωκότος.
在 ἀλλ’ ὁ... 处,省略了与前文 ὁ σώζων 相对照的分词(如 δεσμεύων 或 κολάζων 等)。宾格 τοὺς μηδὲν ἀδικοῦντας 作此省略动词成分的直接宾语,而 μήτε βουλῆς μήτε δήμου κατεγνωκότος 则是表示背景前提的独立属格结构。
- 8.9.12Ἣν ἔλεγες ἀνῃρῆσθαι, ζῶσαν βλέπεις
关系代词 Ἣν 吸收了在主句中作动词 βλέπεις 宾语的先行词(ταύτην);它在间接引语(ἔλεγες ἀνῃρῆσθαι)中作宾格主语,其引导的关系从句置于主句之前。
