← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§8.10.1-8.10.12

索帕特罗斯指控通奸并抨击祭司

正当尼科斯特拉托斯准备为梅利忒与克利托丰辩护时,索帕特罗斯抢先发言发起控告,质疑祭司被收买,并激烈抨击梅利忒与克利托丰肆无忌惮的通奸行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.10.1

Μέλλοντος δὲ ὑπὲρ ἐμοῦ καὶ τῆς Μελίτης ἀνδρὸς οὐκ ἀδόξου μὲν ῥήτορος, ὄντος δὲ βουλῆς,1 λέγειν, φθάσας ῥήτωρ ἕτερος, ὄνομα Σώπατρος, Θερσάνδρου συνήγορος, “ἀλλ’ ἐμὸσ” εἶπεν “ἐντεῦθεν ὁ λόγος κατὰ τούτων τῶν μοιχῶν, ὦ βέλτιστε Νικόστρατε ʽτοῦτο γὰρ ἦν ὄνομα τὠμῷ ῥήτορἰ, εἶτα σός· ὁ γὰρ Θέρσανδρος ἃ εἶπε, πρὸς τὸν ἱερέα μόνον ἀπετείνατο, ὀλίγον ἁψάμενος ὅσον ἐπιψαῦσαι2 καὶ τοῦ κατὰ τὸν δεσμώτην μέρους.

正当一位声名显赫的演说家兼议事会成员准备为我与梅利忒发言时,另一位名叫索帕特罗斯的演说家——即塞耳桑德罗斯的辩护人——抢先一步说道:“然而,最优秀的尼科斯特拉托斯啊(这正是我方演说家的名字),接下来控告这些奸夫淫妇的发言当归我,其后才轮到你。因为塞耳桑德罗斯所说的话仅仅是针对祭司一人的,涉及囚犯的那部分不过是浮光掠影般略微提及而已。

§8.10.2

Ὅταν οὖν ἀποδείξω δυσὶ θανάτοις ἔνοχον ὄντα, τότε ἂν εἴη καὶ σοὶ καιρὸς ἀπολύσασθαι τὰς αἰτίας.” Ταῦτα εἰπὼν καὶ τερατευσάμενος καὶ τρίψας τὸ πρόσωπον “τῆς μὲν τοῦ ἱερέως κωμῳδίασ” ἔφη “ἠκούσαμεν, πάντα ἀσελγῶς καὶ ἀναισχύντως ὑποκριναμένου τὰ εἰς τὸν Θέρσανδρον προσκρούσματα.”

因此,等我证明了他犯有双重死罪之后,那时才是你洗刷罪名的时候。”说完这番话,他装腔作势地抹了抹脸,说道:“我们已经听够了祭司的这出喜剧,他放肆而无耻地将针对塞耳桑德罗斯的一切攻击排演了一番。

§8.10.3

Καὶ τοῦ λόγου τὸ προοίμιον μέμψεις εἰς Θέρσανδρον ἐφ̓ οἷς αὐτὸν εἶπεν. Ἀλλὰ Θέρσανδρος μὲν οὐδὲν ὧν εἶπεν εἰς τοῦτον ἐψεύσατο· καὶ γὰρ δεσμώτην ἔλυσε καὶ πόρνην ὑπεδέξατο καὶ συνέγνω μοιχῷ· ἃ δὲ αὐτὸς μᾶλλον ἀναιδῶς ἐσυκοφάντησε διασύρων τὸν Θερσάνδρου βίον, οὐδεμιᾶς ἀπήλλακται συκοφαντίας.

那番演说的开场白,是因〔塞耳桑德罗斯〕针对他所说的话而对塞耳桑德罗斯提出的指责。然而塞耳桑德罗斯针对此人所说的话绝无半句虚言:因为他确实释放了囚犯,窝藏了娼妓,纵容了奸夫。然而祭司自己肆无忌惮地歪曲塞耳桑德罗斯的生平予以诽谤,其言论无一不属恶毒中伤。

§8.10.4

Ἱερεῖ δὲ ἔπρεπεν, εἴπερ ἄλλο, καὶ τοῦτο, καθαρὰν ἔχειν τὴν γλῶτταν ὕβρεως ʽχρήσομαι γὰρ τοῖς αὐτοῦ πρὸς αὐτόν· ἃ δὲ μετὰ τὴν κωμῳδίαν ἐτραγῴδησεν ἤδη οὕτω φανερῶς καὶ οὐκέτι δι’ αἰνιγμάτων, σχετλιάζων εἰ μοιχόν τινα λαβόντες ἐδήσαμεν, ὑπερτεθαύμακα τί τοσοῦτον ἴσχυσε πρίασθαι πρὸς τὴν τοσαύτην σπουδήν.3

作为祭司,倘若别的事相宜,这一点也理当相宜,即保持舌头洁净无涉侮慢(我正要用他自己的话来回敬他)。但在喜剧之后,他如今竟如此公然、不再拐弯抹角地大发悲剧腔调,为我们擒获并捆绑了一名奸夫而愤慨不已,我实在万分诧异,究竟是什么具有如此巨大的力量,竟能买下如此巨大的热忱!

§8.10.5

Ὑπονοεῖν γὰρ τἀληθὲς ἔστιν. Εἶδε γὰρ τῶν ἀκολάστων τούτων τὰ πρόσωπα, τοῦ τε μοιχοῦ καὶ τῆς ἑταίρας. Ὡραία μὲν γὰρ αὕτη καὶ νέα, ὡραῖον δὲ καὶ τοῦτο τὸ μειράκιον καὶ οὐδέπω τὴν ὄψιν ἀργαλέον, ἀλλ’ ἔτι χρήσιμον πρὸς τὰς τοῦ ἱερέως ἡδονάς.

因为真相是不难推测的。他亲眼见到了这班荒淫之徒的嘴脸,即奸夫与情妇的容貌。这女子正值妙龄青春,这少年亦是风华正茂,容貌尚未令人厌恶,对于祭司的享乐来说依然颇有价值。

§8.10.6

Ὁποτέρα σε τούτων ἐωνήσατο; κοινῇ γὰρ πάντες ἐκαθεύδετε καὶ ἐμεθύετε κοινῇ, καὶ τῆς νυκτὸς ὑμῶν οὐδεὶς γέγονε θεατής. Φοβοῦμαι μὴ τὸ τῆς Ἀρτέμιδος ἱερὸν Ἀφροδίτης πεποιήκατε, καὶ περὶ ἱερωσύνης κρινοῦμεν, εἰ δεῖ σε τὴν τιμὴν ταύτην ἔχειν.

他们二人之中究竟是哪一个收买了你?因为你们众人一同就寝,一同痛饮,在夜间无人能看见你们的勾当。我担心你们已将阿耳忒弥斯的神庙变成了阿佛洛狄忒的神庙,我们倒要就这祭司职分进行审判,看看你是否还配享有这等尊荣!

§8.10.7

Τὸν δὲ Θερσάνδρου βίον ἴσασι πάντες καὶ ἐκ πρώτης ἡλικίας μετὰ σωφροσύνης κόσμιον, καὶ ὡς εἰς ἄνδρας ἐλθὼν ἔγημε κατὰ τοὺς νόμους, σφαλεὶς μὲν εἰς τὴν περὶ τῆς γυναικὸς κρίσιν ʽοὐ γὰρ εὗρεν ἣν ἤλπισἐ, τῷ δὲ ταύτης γένει καὶ τῇ οὐσίᾳ πεπιστευκώς.

至于塞耳桑德罗斯的生平,人尽皆知他自幼年起便节制规矩,成年后亦依照法律成婚;尽管在择妻的判断上有所失误(因为他并未得到所期望的女子),那也是出于信任她的门第与家资。

§8.10.8

Εἰκὸς γὰρ αὐτὴν καὶ πρὸς ἄλλους τινὰς ἡμαρτηκέναι τὸν πρόσθεν χρόνον, λανθάνειν δὲ ἐπ’ ἐκείνοις χρηστὸν ἄνδρα. Τὸ δὲ τελευταῖον τοῦ δράματος πᾶσαν ἀπεκάλυψε τὴν αἰδῶ, πεπλήρωται δὲ ἀναισχυντίας. Τοῦ γὰρ ἀνδρὸς στειλαμένου τινὰ μακρὰν ἀποδημίαν, καιρὸν τοῦτον νενόμικεν εὔκαιρον μοιχείας, καὶ νεανίσκον εὑροῦσα πόρνον ʽτοῦτο γὰρ τὸ μεῖζον ἀτύχημα, ὅτι τοιοῦτον εὗρε τὸν ἐρώμενον, ὃς πρὸς μὲν γυναῖκας ἄνδρας ἀπομιμεῖται, γυνὴ δὲ γίνεται πρὸς ἄνδρασ̓ οὕτως μετὰ ἀδείας οὐκ ἤρκεσεν ἐπὶ τῆς ξένης αὐτῷ συνοῦσα φανερῶς, ἀλλὰ καὶ ἐνταῦθα ἤγαγε4 διὰ τοσούτου πελάγους συγκαθεύδουσα κἀν τῷ σκάφει φανερῶς ἀσελγαίνουσα πάντων ὁρώντων.

因为这女子很可能在往昔岁月里便已与其他某些人有染,却一直瞒着她那善良的丈夫。而这出戏剧的结局彻底剥去了所有的羞耻,她通体充斥着无耻。当她丈夫远赴异乡之际,她便将此时机视为通奸的良机,寻得了一个充当男娼的青年(这更是莫大的不幸,她竟寻得这样一个情夫——面对女人时模仿男人,面对男人时却化作女人);她不仅不满足于在异邦如此肆无忌惮、公然与他同居,更将他跨越浩瀚重洋带至此处,甚至在船舱中亦公然同寝宣淫,任由众人目睹。

§8.10.10

Ὢ μοιχείας γῇ καὶ θαλάττῃ μεμερισμένης· ὢ μοιχείας ἀπὸ Αἰγύπτου μέχρις Ἰωνίας ἐκτεταμένης. Μοιχεύεταί τις, ἀλλὰ πρὸς μίαν ἡμέραν· ἂν δὲ καὶ δεύτερον γένηται τὸ ἀδίκημα, κλέπτει τὸ ἔργον καὶ πάντας ἀποκρύπτεται· αὕτη δὲ οὐχ ὑπὸ σάλπιγγι μόνον ἀλλὰ καὶ κήρυκι μοιχεύεται.

嗟乎,这分跨陆地与海洋的通奸!嗟乎,这从埃及绵延至爱奥尼亚的通奸!常人通奸,不过一日偷欢;即便再度作恶,亦是暗中行事,避人耳目;而此女通奸,不仅如同大张旗鼓,简直是鸣锣开道!

§8.10.11

Ἔφεσος ὅλη τὸν μοιχὸν ἔγνωκεν· ἡ δὲ οὐκ ᾐσχύνετο τοῦτο ἀπὸ τῆς ξένης ἐνεγκοῦσα τὸ ἀγώγιμον κάλλος, μοιχὸν ἐμπεπορευμένη. “Ἀλλ̓ ᾤμην’ φησὶ “τὸν ἄνδρα τετελευτηκέναι.” Οὐκοῦν εἰ μὲν τέθνηκεν, ἀπήλλαξαι τῆς αἰτίας· οὐδὲ γὰρ ἔστιν ὁ τὴν μοιχείαν παθών, οὐδὲ ὑβρίζεται γάμος οὐκ ἔχων ἄνδρα· εἰ δὲ ὁ γάμος τῷ τὸν γήμαντα ζῆν οὐκ ἀνῄρηται, τὴν γαμηθεῖσαν διαφθείραντος ἄλλου λῃστεύεται. Ὥσπερ γὰρ μὴ μένοντος ὁ μοιχὸς οὐκ ἦν, μένοντος δὴ μοιχός ἐστιν.”

全以弗所无人不知这个奸夫。她从异邦带来这件作为商品的尤物,做着奸夫的买卖,竟然毫无羞耻之心!她说:‘可是, 我原以为丈夫已死。’那么,假使他确实已死,你自然免除了罪责;因为既无承受通奸之害的人,无夫之婚亦谈不上遭受玷污。但如果婚姻因成婚之人的在世而未被废除,那么当他人玷污了有夫之妇时,这婚姻便遭到了劫掠。因为正如〔婚姻〕若不存续便无奸夫一样,既然〔婚姻〕存续,奸夫便确凿无疑!”

语法注4 条
  1. 8.10.1ὄντος δὲ βουλῆς

    单数属格名词 βουλῆς 作表语性属格,表示所属或身份,意为“属于议事会的(即议事会成员/议员)”,无需借助介词 ἐκ 或 ἀπό。

  2. 8.10.1ὀλίγον ἁψάμενος ὅσον ἐπιψαῦσαι

    ὅσον 搭配不定式(ἐπιψαῦσαι)表示限制性的程度或结果,意为“仅仅到了略微触碰/掠过的程度”,对前面的副词 ὀλίγον(略微地)作进一步限定说明。

  3. 8.10.4ὑπερτεθαύμακα τί τοσοῦτον ἴσχυσε πρίασθαι πρὸς τὴν τοσαύτην σπουδήν

    间接疑问从句 τί τοσοῦτον ἴσχυσε... 充当主动词 ὑπερτεθαύμακα 的宾语。不定式 πρίασθαι 表示结果或目的(“以至于买下/为了买下”),整体意为“究竟何物具有如此巨大的威力,竟能买下如此之大的热忱”。

  4. 8.10.9οὐκ ἤρκεσεν ἐπὶ τῆς ξένης αὐτῷ συνοῦσα φανερῶς, ἀλλὰ καὶ ἐνταῦθα ἤγαγε

    ἤρκεσεν 以梅利忒为主语作人称构文(或由非人称句式转化而来),接分词 συνοῦσα,意为“她不仅不以在异邦与他公然同居为足”,并引出后文的主动词 ἤγαγε(“反而将他带到此处”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:8.10.1-8.10.12