- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:8.8.1-8.8.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诉讼预定之日开庭,原告塞耳桑德罗斯在法庭上展开控告。他猛烈抨击祭司擅自庇护死囚克利托丰并玷污圣所,并提出了针对克利托丰与祭司、墨利忒的通奸罪名、以及女奴琉喀珀的三重控诉策略。
Ἡκούσης δὲ τῆς κυρίας1 ὁ Θέρσανδρος εἶπεν ὧδε “Οὐκ οἶδα τίνος ἄρξωμαι λόγου καὶ πόθεν, οὐδὲ τίνων κατηγορήσω πρῶτον καὶ τίνων δεύτερον. Τά τε γὰρ τετολμημένα πολλὰ ὑπὸ πολλῶν καὶ οὐδὲν οὐδενὸς τῷ μεγέθει δεύτερον· πάντα δὲ ἀλλήλων γυμνὰ καὶ μεθ’ ὧν οὐδ’ ἂν ἅψωμαι κατηγορῶν.
到了指定的开庭之日,塞耳桑德罗斯发言道:“我不知当从何言论、从何处着手,亦不知先控告何事、后控告何事。因为众人胆大妄为的恶行繁多,在严重程度上无一落于后尘;每一桩罪行皆各自暴露无遗,无论我着手控告哪一桩,都令人应接不暇。
Τὰ γὰρ τῆς ψυχῆς κρατούσης φοβοῦμαι μὴ ἀτελής μοι ὁ λόγος γένηται, τῆς τῶν ἄλλων μνήμης τὴν γλῶτταν ἐφ’ ἕκαστον ἑλκούσης. Ἡ γὰρ εἰς τὸ μήπω λεχθὲν ἔπειξις τοῦ λόγου τὸ ὁλόκληρον τῶν ἤδη λεχθέντων παραιρεῖται.
盖因心灵为激愤所制,其余恶行的记忆又牵引着我的舌尖转向每一件具体之事,我唯恐自己的控辞因此支离破碎;盖因言辞若急于奔向尚未言明之事,便会剥夺已言明之事的完整。
Ὅταν μὲν γὰρ φονεύωσι τοὺς ἀλλοτρίους οἰκέτας οἱ μοιχοί, μοιχεύωσι δὲ τὰς ἀλλοτρίας γυναῖκας οἱ φονεῖς, λύωσι δ’ ἡμῖν τὰς θεωρίας οἱ πορνοβοσκοί, τὰ δὲ σεμνότατα τῶν ἱερῶν μιαίνωσιν αἱ πόρναι, τὰς ἡμέρας δὲ λογιζόμενος, ἢ ταῖς δούλαις καὶ τοῖς δεσπόταις, τί δράσειέ τις ἔτι, ἀνομίας ὁμοῦ καὶ μοιχείας καὶ ἀσεβείας καὶ μιαιφονίας κεκερασμένης;
当通奸者杀害他人的家奴,凶手私通他人的妻子,老鸨破坏我们的使团圣典,倡妓玷污至尊的圣所,而无论推算所定日期,抑或考量女奴与主人,在不法、通奸、不敬神与血腥谋杀浑然交杂之际,人还能做些什么呢?
Κατεγνώκατέ τινος θάνατον ἐφ’ αἷς δή ποτ’ οὖν αἰτίαις ʽοὐδὲν γὰρ διαφέρεἰ καὶ δεδεμένον εἰς τὸ δεσμωτήριον ἀπεστείλατε φυλαχθησόμενον τῇ καταδίκῃ· οὗτος δὲ παρέστηκεν ὑμῖν, ἀντὶ τῶν δεσμῶν λευκὴν ἠμφιεσμένος στολήν, καὶ ἐν τῇ τάξει τῶν ἐλευθέρων ἕστηκεν ὁ δεσμώτης. Τάχα δὲ καὶ τολμήσει φωνὴν ἀφεῖναι καὶ ἐπιρρητορεῦσαί τι κατ’ ἐμοῦ, μᾶλλον δὲ καθ’ ὑμῶν καὶ τῆς ὑμετέρας ψήφου.
你们出于不论何种罪名——这并无分别——判处了一个人死刑,并将他五花大绑押往监牢等待执行刑罚;然而此人如今却站在你们面前,身着的不是镣铐而是白袍,这个囚徒竟赫然立于自由人的行列。甚至他很快就会妄图开口发声,针对我发表某些高谈阔论,或者不如说是针对你们和你们的判决。
Λέγε δὲ τῶν προέδρων καὶ τῶν συμβούλων τὸ δόγμα. Ἀκούετε καθάπερ ἐψηφίσασθε καὶ τὴν περὶ τούτου μοι γραφήν. Ἔδοξεν ἀποθνήσκειν Κλειτοφῶντα. Ποῦ τοίνυν ὁ δήμιος; ἀπαγέτω τοῦτον λαβών. Δὸς ἤδη τὸ κώνειον.
〔书记〕,请宣读议长与议事员的决议。听听你们是如何表决的,也听听我针对此人的起诉书:‘决议:判处克利托丰死刑。’那么刑吏何在?让他拿住此人带走。立刻赐下毒堇汁!
Ἤδη τέθνηκε τοῖς νόμοις· κατάδικός ἐστιν ὑπερήμερος.2 Τί λέγεις, ὦ σεμνότατε καὶ κοσμιώτατε ἱερεῦ; Ἐν ποίοις ἱεροῖς γέγραπται νόμοις τοὺς ὑπὸ τῆς βουλῆς καὶ τῶν πρυτάνεων κατεγνωσμένους καὶ θανάτοις καὶ δεσμοῖς παραδοθέντας ἐξαρπάζειν τῆς καταδίκης καὶ τῶν δεσμῶν ἀπολύειν καὶ κυριώτερον σαυτὸν ποιεῖν τῶν προέδρων καὶ τῶν δικαστηρίων;
依法律而言,他早已是个死人;他已是个逾期服刑的死囚。极受尊崇又极守礼仪的祭司啊,你有何话说?究竟哪部圣法载明,可以强行搭救被议事会与普鲁塔涅斯定罪、被交付死刑与镣铐之人,脱离判决并解除其束缚,从而使你自己凌驾于议长与法庭之上?
Ἀνάστηθι τοῦ θώκου, πρόεδρε, παραχώρησον τῆς ἀρχῆς αὐτῷ καὶ τοῦ δικαστηρίου· οὐκέτι οὐδενὸς εἶ κύριος· οὐδὲν ἔξεστί σοι κατὰ τῶν πονηρῶν ψηφίσασθαι, καὶ σήμερον ὅ τι δόξει λύεται. Τί ἕστηκας, ἱερεῦ, σὺν ἡμῖν ὡς τῶν πολλῶν εἷς;
议长,离开你的坐席,把职权和法庭让给他吧!你已不再掌握任何权柄;你绝无权力对恶人作任何决议,今日无论决定何事,都会被废除。祭司,你为何混同于我们,俨然像寻常凡人一分子般站在此处?
Ἀνάβηθι καὶ κάθισον ἐν τῷ τοῦ προέδρου θρόνῳ καὶ σὺ δίκαζε λοιπὸν ἡμῖν, μᾶλλον δὲ κέλευε τυραννικῶς, μηδὲ ἀναγινωσκέσθω σοί τις νόμος μηδὲ γνῶσις δικαστηρίου, μηδ’ ὅλως ἄνθρωπον σεαυτὸν ἡγοῦ· μετὰ τῆς Ἀρτέμιδος προσκυνοῦ· καὶ γὰρ τὴν ἐκείνης τιμὴν ἐξήρπασας. Αὐτῇ μόνῃ τοὺς ἐπ’ αὐτὴν καταφεύγοντας ἔξεστι σώζειν, καὶ ταῦτα πρὸ δικαστηρίου γνώσεως. Δεδεμένον δὲ οὐδένα λέλυκεν ἡ θεός, οὐδὲ θανάτῳ παραδοθέντα ἠλευθέρωσε τῆς τιμωρίας. Τῶν δυστυχούντων εἰσίν, οὐ τῶν ἀδικούντων οἱ βωμοί. Σὺ δὲ καὶ τοὺς δεθέντας ἐλευθεροῖς καὶ τοὺς καταδίκους ἀπολύεις. Οὕτως παρευδοκίμησας καὶ τὴν Ἄρτεμιν. Τίς ᾤκησεν ἀντὶ δεσμωτηρίου τὸ ἱερόν; Φονεὺς καὶ μοιχὸς παρὰ τῇ καθαρᾷ θεῷ· οἴμοι μοιχὸς παρὰ τῇ παρθένῳ. Συνῆν δὲ αὐτῷ καὶ γυνή τις ἀκόλαστος, ἀποδρᾶσα τὸν δεσπότην.
上前坐上议长的宝座,今后由你来审判我们吧,或者不如说像僭主般发号施令吧!不得向你宣读任何法律或法庭判决,你也完全不要自视为人;你尽可与阿耳忒弥斯并列受人顶礼膜拜,因为你甚至僭夺了女神的尊荣!唯独女神方可庇护逃至她座前避难之人,且那仅限于法庭判决之前。然而女神从未给已戴镣铐之人松绑,亦从未免除已交付死刑之人的惩罚。祭坛乃属于不幸之人,而非作恶之人。而你既释放被捆缚之人,又开脱被判刑之人。你就这样胜过了阿耳忒弥斯!究竟是谁以圣所替代监牢而居住其中?在纯洁的女神身旁竟是凶手兼奸夫,哀哉,在童贞女神身旁竟是奸夫!此外,还有一个逃离主人的淫乱妇人与他同居。
Καὶ γὰρ ταύτην, ὡς εἴδομεν, ὑπεδέχου, καὶ μία γέγονεν αὐτοῖς ἑστία παρὰ σοὶ καὶ συμπόσιον, τάχα δὲ καὶ συνεκάθευδες, ἱερεῦ, οἴκημα τὸ ἱερὸν ποιήσας. Ἡ τῆς Ἀρτέμιδος οἰκία μοιχῶν γέγονε καὶ πόρνης θάλαμος.
因为正如我们所见,你亦收留了她,他们在你那里共享同一个炉灶与宴席;祭司啊,也许你甚至把圣所变成了房舍并与他们同榻而眠。阿耳忒弥斯的神殿竟沦为通奸者与娼妇的闺房!
Ταῦτα μόλις ἐν χαμαιτυπείῳ γίνεται. Εἷς μὲν δή μοι λόγος οὗτος κατ’ ἀμφοῖν. Τὸν μέντοι ἀξιῶ τῆς αὐθαδείας δοῦναι τιμωρίαν, τὸν δὲ3 ἀποδοθῆναι κελεῦσαι τῇ καταδίκῃ. Δεύτερος δέ ἐστί μοι πρὸς Μελίτην μοιχείας ἀγών, πρὸς ἣν οὐδὲν δέομαι λόγων· ἐν γὰρ τῇ τῶν θεραπαινῶν βασάνῳ τὴν ἐξέτασιν γενέσθαι δέδοκται.
此等勾当在妓馆中都几乎不会发生!这便是我针对他们二人的第一篇控诉。我要求前者为其傲慢付出代价受罚,并要求下令将后者交付既有判决。我的第二场交锋是针对墨利忒的通奸之诉,对此我根本无需饶舌;因为早已议定,将通过刑求侍女来进行审讯。
Ταύτας οὖν αἰτῶ, αἳ ἂν βασανιζόμεναι φήσωσιν οὐκ εἰδέναι τοῦτον τὸν κατάδικον χρόνῳ πολλῷ συνόντα αὐτῇ καὶ ἐν ἀνδρὸς χώρᾳ τῇ οἰκίᾳ τῇ ἐμῇ, οὐκ ἐν μοιχοῦ μόνον καθεστηκότα, πάσης αἰτίας αὐτὴν ἀφίημι. Ἂν τοίνυν τοὐναντίον, τὴν μὲν κατὰ τὸν νόμον ἀφεῖσθαι τῆς προικὸς φημὶ δεῖν ἐμοί, τὸν δὲ ὑποσχεῖν τὴν ὀφειλομένην τοῖς μοιχοῖς τιμωρίαν· θάνατος δέ ἐστιν αὕτη· ὥστε ὁποτέρως ἂν οὗτος ἀποθάνῃ, ὡς μοιχὸς ἢ ὡς φονεύς, ἀμφοτέροις ἔνοχος ὤν, δίκην δεδωκὼς οὐ δέδωκεν.4
因此我索要这些侍女;若她们在受刑之下声称不知晓此死囚与她长期同居,且不仅以奸夫身份、更以丈夫地位入主我家,那我便免除她的一切罪责。但若事实正相反,我便主张根据法律她必须丧失嫁妆且〔嫁妆〕归我所有,而此人必须承受应加诸通奸者之上的惩罚;这惩罚便是死刑。是以无论此人以通奸者还是以杀人凶手的罪名受死,因其身兼二罪,即便服了刑,亦不算抵罪。
Ἀποθανὼν γὰρ ὀφείλει θάνατον ἄλλον. Ὁ δέ μοι τρίτος τῶν λόγων πρὸς τὴν δούλην ἐστὶ τὴν ἐμὴν καὶ τὸν σεμνὸν τοῦτον πατρὸς ὑποκριτήν, ὃν εἰς ὕστερον, ὅταν τούτων καταψηφίσησθε, ταμιεύομαι.”
因为他在一死之后,还欠着另一条死命。至于我的第三篇控告,则是针对我的女奴以及这位道貌岸然的冒牌父亲的;等你们判处了这些人有罪之后,我再把这篇控诉留待后用。”
- 8.8.1τῆς κυρίας
阴性名词 ἡμέρας 的省略。在古典及希腊化时期的法庭演说中,ἡ κυρία(补出 ἡμέρα)为专门法律术语,指法定预先张榜公布的开庭之日(dies statuta)。
- 8.8.6ὑπερήμερος
作表语的形容词。本为法律术语,原指逾期未偿付判决债务的债务人;此处转用于法庭语境,指已过法定宽限期、无需再经审理即可立即执行死刑的死囚。
- 8.8.12Τὸν μέντοι ... τὸν δὲ
冠词与连词 μέντοι 及 δέ 搭配构成的指示代词用法。此二语承接前文的 κατ’ ἀμφοῖν(针对他们二人)作分别指称:前项 τὸν μέντοι 指因专横傲慢(τῆς αὐθαδείας)而当受罚的祭司,后项 τὸν δέ 则指应被交付既有死刑判决(τῇ καταδίκῃ)的克利托丰。
- 8.8.13δίκην δεδωκὼς οὐ δέδωκεν
让步分词 δεδωκώς 与主动词构成的反讽式悖论修辞,意为“即便服了刑,亦不算服刑”。后文的 Ἀποθανὼν γὰρ ὀφείλει θάνατον ἄλλον 解释了这一法庭修辞上的矛盾语:因克利托丰同时犯有谋杀与通奸两项死罪,即便为其中一罪抵命受死,仍欠下另一死罪之命。
