- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:8.7.1-8.7.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
琉喀珀主动请求进入洞穴接受排箫的贞洁裁决,并安抚了忐忑不安的父亲索斯特拉托斯。次日,在神圣奉献仪式上,塞耳桑德罗斯要求将审判排定在明日举行。
Καὶ εὐθὺς ἡ Λευκίππη πρὶν τὸν ἱερέα εἰπεῖν τὸν ἑξῆς λόγον “ὡς γέ μοι δοκεῖ, μηδὲ εἴπῃς· ἐγὼ γὰρ ἑτοίμη εἰς τὸ τῆς σύριγγος σπήλαιον εἰσελθεῖν καὶ χωρὶς προκλήσεως κατακεκλεῖσθαι.” “Ἀγαθὰ λέγεις” ὁ ἱερεὺς εἶπε “καί σοι συνήδομαι ὑπὲρ σωφροσύνης καὶ τύχης.” Τότε μὲν οὖν ἑσπέρας γενομένης ἕκαστος ἡμῶν ἀπῄει κοιμησόμενος ἔνθα ὁ ἱερεὺς παρεσκεύασεν, ὁ Κλεινίας δὲ οὐκ ἦν ἡμῖν συνδειπνῶν, ὡς ἂν μὴ φορτικοὶ δοκοίημεν εἶναι τῷ ξενοδόκῳ· ἀλλ’ ἔνθα καὶ τὴν πρόσθεν ἡμέραν, καὶ τὴν τότε.1
于是,在祭司说出下一番话之前,琉喀珀立刻说道:“依我看,您甚至无需多言;因为即便无人提告,我也准备好走进排箫的洞穴并被关在其中。”“你说得好,”祭司说道,“我为你拥有的贞静与福运而一同高兴。” 此时已是黄昏,我们各自前往祭司安排的地方歇宿;克利尼亚斯却没有与我们同席共餐,免得我们显得给主人增添负担;前一天他在何处,那天也仍在何处。
Τὸν μέντοι Σώστρατον ἑώρων ὑποθορυβηθέντα τῷ τῆς σύριγγος διηγήματι, μὴ ἄρα τὰ περὶ τῆς παρθενίας δι’ αἰδῶ τὴν πρὸς αὐτὸν ψευδώμεθα.2
然而,我看出索斯特拉托斯听了排箫的传说后暗自惶惑,唯恐我们出于对他的敬畏而在处女之身一事上说了谎。
Διανεύω δὴ τῇ Λευκίππῃ νεύματι ἀφανεῖ τὸν φόβον τοῦ πατρὸς ἐξελεῖν ἐπισταμένῃ οἵῳ δὴ τρόπῳ μάλιστα οἴεται πείσειν.3 Κἀκείνη δὲ ἐδόκει μοι ταὐτὸν ὑποπτεύειν, ὥστε ταχύ μου συνῆκε. Διενοεῖτο δὲ καὶ πρὸ τοῦ παρ’ ἐμοῦ νεύματος πῶς ἂν κοσμιώτατα προσενεχθείη τῷ πιστώματι.
于是我向琉喀珀暗使眼色,让她消除父亲的恐惧,因为她深知自以为用何种方式最能说服父亲。在我看来,她也正揣摩着同样的心思,因而立刻会意;而且早在我的眼色之前,她便已在盘算着如何最得体地应对这一检验。
Μέλλουσα οὖν πρὸς ὕπνον ἀναχωρεῖν, ἀσπαζομένη τὸν πατέρα ἠρέμα πρὸς αὐτὸν “θάρρει πάτερ” ἔφη “περὶ ἐμοῦ καὶ πίστευε τοῖς εἰρημένοις. Μὰ τὴν γὰρ Ἄρτεμιν, οὐδέτερος ἡμῶν οὐδὲν ἐψεύσατο.”
于是,在准备回去歇宿并向父亲道别时,她悄声对父亲说道:“父亲,对我放宽心,相信方才所说的话吧;凭阿耳忒弥斯起誓,我们两人绝没有说半句假话。”
Τῇ δὲ ὑστεραίᾳ περὶ τὴν θεωρίαν ἦσαν ὅ τε Σώστρατος καὶ ὁ ἱερεύς, καὶ ηὐτρεπισμέναι ἦσαν αἱ θυσίαι, παρῆν δὲ καὶ ἡ βουλὴ μεθέξουσα τῶν ἱερείων· εὐφημίαι δὲ ἦσαν εἰς τὴν θεὸν πολλαί, καὶ ὁ Θέρσανδρος ʽἔτυχε γὰρ καὶ αὐτὸς παρὼν’ προσελθὼν τῷ προέδρῳ “πρόγραψον εἰς αὔριον” ἔφη “τὰς περὶ ἡμῶν δίκας, ἐπεὶ καὶ τὸν καταγνωσθέντα σοι χθὲς ἤδη τινὲς ἔλυσαν, καὶ ὁ Σωσθένης ἐστὶν οὐδαμοῦ.” Προγέγραπτο μὲν οὖν εἰς τὴν ὑστεραίαν ἡ δίκη, παρεσκευαζόμεθα δὲ ἡμεῖς μάλα εὐπρεπῶς ἔχοντες.
次日,索斯特拉托斯和祭司忙于使团奉献之事,祭礼已经齐备,议事会亦到场分享祭肉;众人向女神献上许多赞颂之辞,而塞耳桑德罗斯——他也碰巧在场——走到议长面前说道:“请将我们的诉讼张榜定于明日,因为昨日被您判罪的那个人,已经被某些人释放,而索斯忒涅斯又杳无踪影。”于是诉讼被张榜定于次日,而我们亦整装以待,准备得十分停当。
- 8.7.2ἀλλ’ ἔνθα καὶ τὴν πρόσθεν ἡμέραν, καὶ τὴν τότε
承接前文“克利尼亚斯未与我们同席”的极度省略结构。仅保留表示地点的关系副词 ἔνθα(在……之处)与表示时间的宾格成分(τὴν πρόσθεν ἡμέραν 与 τὴν τότε [ἡμέραν]),承前省略了动词(如 ἦν 或 συνεδείπνει)。
- 8.7.3μὴ ἄρα τὰ περὶ τῆς παρθενίας δι’ αἰδῶ τὴν πρὸς αὐτὸν ψευδώμεθα
由分词 ὑποθορυβηθέντα(内心惶惑、受到扰动)所蕴含的担忧情感引出的恐慌从句(clause of fearing),搭配现在时虚拟式 ψευδώμεθα。表达索斯特拉托斯内心的疑虑,即“唯恐我们出于对他的敬重而在处女之事上撒了谎”。
- 8.7.4τὸν φόβον τοῦ πατρὸς ἐξελεῖν ἐπισταμένῃ οἵῳ δὴ τρόπῳ μάλιστα οἴεται πείσειν
主节动词 διανεύω(使眼色、打手势)支配与格宾语 τῇ Λευκίππῃ 与补足不定式 ἐξελεῖν(去除)。与格分词 ἐπισταμένῃ 与 τῇ Λευκίππῃ 保持性数格一致,并统领由 οἵῳ δὴ τρόπῳ μάλιστα οἴεται πείσειν 构成的间接疑问从句(“深知她自认以何种方式最能说服[他]”)。
