- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:8.6.1-8.6.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
祭司向克利托丰等人解释了排箫的构造以及潘神与绪林克斯的神话,详述了洞穴中检验处女贞洁的神判及其凶险后果,并警告他们慎重审度莱基珀所历经的处境。
“Ὁρᾷς τουτὶ τὸ ἄλσος τὸ κατόπιν τοῦ νεώ. Ἐνθάδε ἐστὶ σπήλαιον ἀπόρρητον γυναιξί, καθαραῖς δὲ εἰσελθούσαις οὐκ ἀπόρρητον παρθένοις· ἀνάκειται δὲ σύριγξ ὀλίγον ἔνδον τῶν τοῦ σπηλαίου θυρῶν.
“你看神殿后面的这片树林。这里有一处对妇人禁入的洞穴,但对入内的纯洁处女却不禁止;洞门内不远处供奉着一具排箫。
Εἰ μὲν οὖν τὸ ὄργανον καὶ παρ’ ὑμῖν ἐπιχωριάζει τοῖς Βυζαντίοις, ἴστε ὃ λέγω· εἰ δέ τις ὑμῶν ἧττον ὡμίλησε ταύτῃ τῇ μουσικῇ, φέρε καὶ οἷόν ἐστιν εἴπω καὶ τὸν τοῦ Πανὸς πάντα μῦθον.
因此,如果这种乐器在你们拜占庭人那里也同样流行,你们便懂得我的意思;但若你们当中有人对这种音乐不太熟悉,且让我讲讲它是何种乐器,并将有关潘神的整个神话从头道来。
Ἡ σύριγξ αὐλοὶ μέν εἰσι πολλοί, κάλαμος δὲ τῶν αὐλῶν ἕκαστος· αὐλοῦσι δὲ οἱ κάλαμοι πάντες ὥσπερ αὐλὸς εἷς· σύγκεινται δὲ στοιχηδὸν ἄλλος ἐπ’ ἄλλον ἡνωμένος.
排箫是由许多管子组成的,每根管子都是一截芦苇;所有芦苇奏鸣起来,宛如一根笛管;它们彼此连接,并排组合在一起。
Τὸ πρόσωπον ἰσοστάσιον καὶ τὸ νῶτον, καὶ ὅσοι εἰσὶ τῶν καλάμων βραχὺ μικρῷ λειπόμενοι, τούτων μείζων ὁ μετὰ τοῦτον, καὶ ἐπὶ τῷ δευτέρῳ τοσοῦτον, ὅσον τοῦ δευτέρου μείζων ὁ μετὰ τοῦτον τρίτος, καὶ κατὰ λόγον οὕτως ὁ λοιπὸς τῶν καλάμων χορὸς ἕκαστον τοῦ πρόσθεν ἴσον ἔχων, τὸ δὲ ἔσω μέσον ἐστὶ τῷ περιττῷ.1
其正面平整,背面亦然;芦管渐次略有短绌,此管之后的另一管便长出相应的一截,在第二管上亦是如此,其后第三管长于第二管的幅度正与此相等,其余各管亦按比例依此类推,各管与前一管保持相等的差额,而内部的中央则凭余量居于中段。
Αἴτιον δὲ τῆς τοιαύτης τάξεως ἡ τῆς ἁρμονίας διανομή. Τὸ μὲν γὰρ ὀξύτατον ἄνω, καὶ ὅσον εἰς τὸ κάτω πρῶτον βαρύ, κατὰ κέρας ἑκάτερον ὁ ἄκρος ἔλαχεν αὐλός· τὰ δὲ μεταξὺ τῶν ἄκρων τοῦ ῥυθμοῦ διαστήματα, πάντες οἱ μεταξὺ κάλαμοι, ἕκαστος ἐπὶ τὸν πέλας τὸ ὀξὺ καταφέρων ἐς τὸν τῷ τελευταίῳ συνάπτει βάρει.
这种排列的原因在于音律的分配。盖因上方最高的音与下方最初的低音,分别由两端最外侧的笛管分担;而两端之间的音律间隙,则由中间的所有芦管承担,每一管都把高音向邻近的一管渐次递降,直至与末尾的重浊低音相接。
Ὅσα δὲ ὁ τῆς Ἀθηνᾶς αὐλὸς ἐν τοῖς λαλεῖ, τοσαῦτα ὁ τοῦ Πανὸς ἐν τοῖς στόμασιν αὐλεῖ. Ἀλλ’ ἐκεῖ μὲν οἱ δάκτυλοι κυβερνῶσι τὰ αὐλήματα, ἐνταῦθα δὲ τοῦ τεχνίτου τὸ στόμα μιμεῖται τοὺς δακτύλους· κἀκεῖ μὲν κλείσας ὁ αὐλητὴς τὰς ἄλλας ὀπὰς μίαν ἀνοίγει μόνην, δι’ ἧς τὸ πνεῦμα καταρρεῖ, ἐνταῦθα δὲ τοὺς μὲν ἄλλους ἐλευθέρους ἀφῆκε καλάμους, μόνῳ δὲ τὸ χεῖλος ἐπιτίθησιν, ὃν ἂν ἐθέλῃ μὴ σιωπᾶν, μεταπηδᾷ τε ἄλλοτε ἐπ’ ἄλλον, ὅποι ποτ’ ἂν ἡ τοῦ κρούματος ἁρμονία καλῇ.
雅典娜之笛在其指孔中所诉说的话语有多少,潘神之管便在各管口中奏出多少音调。然而在前者,是由手指掌控管乐,在此处,则是乐工的嘴唇仿效手指;在前者,乐手堵住其他孔洞,只留开气息下泄的唯一一孔,在此处,他则任由其他芦管空置,只将唇贴在想要它发声的那一根上,随着曲调的音律呼唤,随时从这一根跳跃到另一根。
Οὕτως αὐτῷ περὶ τοὺς αὐλοὺς χορεύει τὸ στόμα. Ἦν δὲ ἡ σύριγξ οὔτε αὐλὸς ἀπ’ ἀρχῆς οὔτε κάλαμος, ἀλλὰ παρθένος εὐειδής. Ὁ Πὰν οὖν ἐδίωκεν αὐτὴν δρόμον ἐρωτικόν, τὴν δὲ ὕλη τις δέχεται δασεῖα φεύγουσαν· ὁ δὲ Πὰν κατὰ πόδας εἰσθορὼν ὤρεγε τὴν χεῖρα ὡς ἐπ’ αὐτήν.
于是,他的嘴唇在这些笛管间翩翩起舞。然而排箫起初既非笛管,亦非芦苇,而是一位美丽的处女。潘神怀着情欲追赶她,逃奔的她被一片茂密的森林所接纳;潘神紧随其后一跃而入,伸出手去要抓她。
Καὶ ὁ μὲν ᾤετο τεθηρακέναι καὶ ἔχεσθαι τῶν τριχῶν, καλάμων δὲ κόμην εἶχεν ἡ χείρ. Τὴν μὲν γὰρ εἰς γῆν καταδῦναι λέγουσι, καλάμους δὲ τὴν γῆν ἀντ’ αὐτῆς τεκεῖν.
他原以为已捕获了猎物并抓住了她的秀发,手里握着的却是芦苇的丛毛。因为人们传说,她潜入了地下,而大地代之以生出芦苇。
Τέμνει δὴ τοὺς καλάμους ὑπ’ ὀργῆς ὁ Πὰν ὡς κλέπτοντας αὐτοῦ τὴν ἐρωμένην· ἐπεὶ δὲ μετὰ ταῦτα οὐκ εἶχεν εὑρεῖν, εἰς τοὺς καλάμους δοκῶν λελύσθαι τὴν κόρην, ἔκλαε τὴν τομήν, νομίζων τετμηκέναι τὴν ἐρωμένην.
潘神于是怒不可遏地砍伐芦苇,因它们偷走了他的心上人;但在此之后,他四处寻觅不得,以为少女已化作了芦苇,便痛哭于这场砍伐,自以为剁碎了心爱的女子。
Συμφορήσας οὖν τὰ τετμημένα τῶν καλάμων ὡς μέλη τοῦ σώματος καὶ συνθεὶς εἰς ἓν σῶμα εἶχε διὰ χειρῶν τὰς τομὰς τῶν καλάμων καταφιλῶν ὡς τῆς κόρης τραύματα· ἔστενε δὲ ἐρωτικὸν ἐπιθεὶς τὸ στόμα, καὶ ἐνέπνει ἄνωθεν εἰς τοὺς αὐλοὺς ἅμα φιλῶν· τὸ δὲ πνεῦμα διὰ τῶν ἐν τοῖς καλάμοις στενωπῶν καταρρέον αὐλήματα ἐποίει, καὶ ἡ σύριγξ εἶχε φωνήν.
于是他把砍下的芦管如肢体般聚拢起来,拼凑成一体,捧在手中,亲吻着芦苇的切口,恍若那是少女的伤痕;他凑上嘴唇发出爱恋的叹息,一边亲吻一边自上而下吹入管中;气息流经芦管内狭窄的通道,化作了笛声,排箫便有了声响。
Ταύτην οὖν τὴν σύριγγά φασιν ἀναθεῖναι μὲν ἐνθάδε τὸν Πᾶνα, περιορίσαι δὲ εἰς σπήλαιον αὐτήν, θαμίζειν τε αὐτοῦ καὶ τῇ σύριγγι συνήθως αὐλεῖν. Χρόνῳ δὲ ὕστερον χαρίζεται τὸ χωρίον τῇ Ἀρτέμιδι, συνθήκας ποιησάμενος πρὸς αὐτήν, μηδεμίαν ἐκεῖ καταβαίνειν γυναῖκα.
据说,潘神便把这具排箫供奉于此,封闭在一处洞穴中,自己常来此地,惯于吹奏这具排箫。过了些时日,他将这片地方赠与阿耳忒弥斯,并与她立下契约:任何妇人不得走入其中。
Ὅταν οὖν αἰτίαν ἔχῃ τις οὐκ εἶναι παρθένος, προπέμπει μὲν αὐτὴν ὁ δῆμος μέχρι τῶν τοῦ σπηλαίου θυρῶν, δικάζει δὲ ἡ σύριγξ τὴν δίκην. Ἡ μὲν γὰρ παῖς εἰσέρχεται κεκοσμημένη στολῇ τῇ νενομισμένῃ, ἄλλος δὲ ἐπικλείει τὰς τοῦ σπηλαίου θύρας.
因此,每当有人被指控非处女之身时,民众便将她护送到洞口,由排箫来裁决此案。少女身着规制的装束进入其中,另有人关闭洞门。
Κἂν μὲν ᾖ παρθένος, λιγυρόν τι μέλος ἀκούεται καὶ ἔνθεον, ἤτοι τοῦ τόπου πνεῦμα ἔχοντος μουσικὸν εἰς τὴν σύριγγα τεταμιευμένον, ἢ τάχα καὶ ὁ Πὰν αὐτὸς αὐλεῖ. Μετὰ δὲ μικρὸν αὐτόμαται μὲν αἱ θύραι ἀνεῴχθησαν τοῦ σπηλαίου, ἐκφαίνεται δὲ ἡ παρθένος ἐστεφανωμένη τὴν κεφαλὴν πίτυος κόμαις.
若她确为处女,便会响起一阵清脆而神圣的曲调,或是因那地方蕴含着为排箫蓄积的乐意之风,又或许是潘神亲自吹奏。稍过片刻,洞门便自行开启,处女现身出来,头上戴着用松针编成的冠冕。
Ἐὰν δὲ ᾖ τὴν παρθενίαν ἐψευσμένη,2 σιωπᾷ μὲν ἡ σύριγξ, οἰμωγὴ δέ τις ἀντὶ μουσικῆς ἐκ τοῦ σπηλαίου πέμπεται, καὶ εὐθὺς ὁ δῆμος ἀπαλλάττεται καὶ ἀφίησιν ἐν τῷ σπηλαίῳ τὴν γυναῖκα· τρίτῃ δὲ ἡμέρᾳ παρθένος ἱέρεια τοῦ τόπου παρελθοῦσα τὴν μὲν σύριγγα εὑρίσκει χαμαί, τὴν δὲ γυναῖκα οὐδαμοῦ.
但若她假托处女之身,排箫便默不作声,洞中传出的不是乐声而是一阵哀号;民众随即散去,将那妇人留在洞中;到了第三天,当地的处女女祭司走入洞中,只见排箫弃置于地,而妇人已杳无踪影。
Πρὸς ταῦτα παρασκευάσασθε πῶς ἂν αὐτοὶ σχῆτε τύχης,3 καὶ σύνετε. Εἰ μὲν γάρ ἐστι παρθένος, ὡς ἔγωγε βουλοίμην, ἄπιτε χαίροντες τῆς σύριγγος τυχόντες εὐμενοῦς· οὐ γὰρ ἄν ποτε ψεύσαιτο τὴν κρίσιν· εἰ δὲ μή· αὐτοὶ γὰρ ἴστε4 οἷα εἰκὸς ἐν τοσαύταις αὐτὴν ἐπιβουλαῖς γενομένην ἄκουσαν—”
鉴于此,你们应当根据自己的处境做好准备,并审度明察。因为如果她确实是处女——这正是我所期盼的——,你们大可在排箫施予恩惠后欣然离去;因为它的裁决绝不会有假;但若不然……你们自己清楚,她身陷如此多的阴谋之中,违背本心很可能遭遇了何种境地……”
- 8.6.4τὸ δὲ ἔσω μέσον ἐστὶ τῷ περιττῷ
描述排箫芦管长度递增及内部音阶比例的难解之语。τῷ περιττῷ 为表手段或原因的与格(“由于多出的一截/级差”),指由于每根芦管间长度递增的余量均等,内侧各管在前后两管之间恰好居于中间过渡的位置。
- 8.6.14τὴν παρθενίαν ἐψευσμένη
异相动词(中动形完成时分词)ψεύδομαι 作及物动词使用,意为“伪托、假称”,带直接宾语 τὴν παρθενίαν(宾格)。亦可分析为关联宾格(“在处女性方面说谎”),其整体句意皆为“假托处女之身”。
- 8.6.15πῶς ἂν αὐτοὶ σχῆτε τύχης
由 πῶς ἄν 引导间接审慎疑问从句,后接不定过去时连接法 σχῆτε。动词 ἔχω 搭配表状态或关联的属格 τύχης,为一种固定习惯用法,意为“你们在命运/境遇上处于何种状态”。
- 8.6.15εἰ δὲ μή· αὐτοὶ γὰρ ἴστε
此处出现语句中断(aposiopesis)。说话者出于忌讳或体贴,省略了 εἰ δὲ μή(“但若不然……”)后关于洞中惨死或失踪的归结主句,转而以 γάρ(“因为你们自己清楚……”)直接诉诸听者对莱基珀所遭磨难的了解。
