← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§8.5.1-8.5.9

克莱托丰的苦难叙述与对绪林克斯的请教

克莱托丰向众人叙述了自提尔出逃以来的艰难险阻,赞颂莱基珀保全的贞洁与自己的克制,并在讲完后向祭司请教瑟桑德尔临去前提及的“绪林克斯”之意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.5.1

κἀγὼ πάντα τὰ κατὰ τὴν ἀποδημίαν τὴν ἀπὸ Τύρου διηγοῦμαι, τὸν πλοῦν, τὴν ναυαγίαν, τὴν Αἴγυπτον, τοὺς βουκόλους, τῆς Λευκίππης τὴν ἀπαγωγήν, τὴν παρὰ τῷ βωμῷ πλαστὴν γαστέρα, τὴν Μενελάου τέχνην, τὸν ἔρωτα τοῦ στρατηγοῦ, τὸ Χαιρέου φάρμακον, τὴν τῶν λῃστῶν ἁρπαγήν, τὸ τοῦ μηροῦ τραῦμα, καὶ ἔδειξα τὴν οὐλήν.

于是,我详述了离开提尔之后旅途中的一切际遇:航行、海难、埃及、牧匪们、莱基珀的遭劫、祭坛旁的假肚腹、墨涅拉奥斯的智计、将军的情欲、凯瑞阿斯的毒药、海盗的突袭以及大腿上的创伤;我还展示了那道伤痕。

§8.5.2

Ἐπεὶ δὲ κατὰ τὴν Μελίτην ἐγενόμην, ἐξῇρον τὸ δρᾶμα ἐμαυτοῦ πρὸς σωφροσύνην μεταποιῶν καὶ οὐδὲν ἐψευδόμην· τὸν Μελίτης ἔρωτα καὶ τὴν σωφροσύνην τὴν ἐμήν, ὅσον ἐλιπάρησε χρόνον, ὅσον ἀπέτυχεν, ὅσα ἐπηγγείλατο, ὅσα ὠδύρατο· τὴν ναῦν διηγησάμην, τὸν εἰς Ἔφεσον πλοῦν, καὶ ὡς ἄμφω συνεκαθεύδομεν, καί, μὰ ταύτην τὴν Ἄρτεμιν, ὡς ἀπὸ γυναικὸς ἀνέστη γυνή.1

当我讲到梅利忒时,我拔高了自己的行事,将其朝自制的节操加以改塑,而且没有半点虚假:梅利忒的情欲与我本人的恪守自持,她恳求了多久、如何屡屡受挫、作出了何等许诺、发出了多少哀泣;我讲述了那艘海船、驶往以弗所的航行,以及我们二人虽同床共寝,但凭这位阿耳忒弥斯起誓,她宛如女子从女子身旁起身一般完好如初。

§8.5.3

Ἕν μόνον παρῆκα τῶν ἐμαυτοῦ δραμάτων, τὴν μετὰ ταῦτα πρὸς Μελίτην αἰδῶ. Ἐπεὶ καὶ τὸ δεῖπνον εἶπον καὶ ὡς ἐμαυτοῦ κατεψευσάμην, καὶ μέχρι τῆς θεωρίας τὸν λόγον συνεπέρανα καὶ “τὰ μὲν ἐμὰ ταῦτα” ἔφην, “τὰ δὲ Λευκίππης τῶν ἐμῶν μείζονα.

在我自己的所作所为中,我唯独省略了一件事,那就是此后出于怜惜向梅利忒的屈从。因为我甚至讲到了那顿晚餐,讲到了我如何诬陷自己,并将话语一直总结到那支使节团的到来,然后说道:“我自己的事情就是这些,但莱基珀所经历的却远比我的更为重大。

§8.5.4

Πέπραται, δεδούλευκε, γῆν ἔσκαψε, σεσύληται τῆς κεφαλῆς τὸ κάλλος. Τὴν κουρὰν ὁρᾷς.”

她曾被贩卖,沦为奴隶,掘土劳作,头上的秀发之美被洗劫一空。你瞧她剪短的头发。”

§8.5.5

Καὶ καθ’ ἕκαστον ὡς ἐγένετο διεξῄειν. Κἀν τῷδε κατὰ τὸν Σωσθένην καὶ Θέρσανδρον γενόμενος, ἐξῇρον τὰ αὐτῆς ἔτι μᾶλλον ἢ τἀμά, ἐρωτικῶς αὐτῇ χαριούμενος ἀκούοντος τοῦ πατρός· ὡς πᾶσαν αἰκίαν ἤνεγκεν εἰς τὸ σῶμα καὶ ὕβριν πλὴν μιᾶς, ὑπὲρ δὲ ταύτης τὰς ἄλλας πάσας ὑπέστη· “καὶ ἔμεινε, πάτερ, τοιαύτη μέχρι τῆς παρούσης ἡμέρας, οἵαν αὐτὴν ἐξέπεμψας ἀπὸ Βυζαντίου.

接着我逐一详述了事情发生的经过。在这当口,讲到索斯泰涅斯和瑟桑德尔时,我甚至比夸耀自己的事更为极力地称颂她,趁着她父亲在场倾听,出于恋人的心意博她欢心:她如何在肉体上承受了除一件事之外的一切折磨与暴行,而为那唯一的一件事,她忍受了所有其他的苦难;“父亲,直到今天,她依然保持着如同你当初从拜占庭打发她出门时一模一样的模样。

§8.5.6

Καὶ οὐκ ἐμὸν τοῦτο ἐγκώμιον, ὅτι φυγὴν ἑλόμενος οὐδὲν ἔδρασα ὑπὲρ ὧν ἔφυγον, ἀλλ’ αὐτῆς, ὅτι καὶ ἐν μέσοις λῃσταῖς ἔμεινε παρθένος καὶ τὸν μέγαν ἐνίκησε λῃστήν, Θέρσανδρον λέγω, τὸν ἀναίσχυντον, τὸν βίαιον.

这并非对我本人的颂扬——即便选择了逃亡,我也未曾做出任何当初为之逃亡的事(偷尝禁果)——而是对她的颂扬:哪怕身陷盗匪之中,她依然守身如玉,并且战胜了那个大盗匪,我说的正是瑟桑德尔,那个无耻而残暴之徒。

§8.5.7

Ἐφιλοσοφήσαμεν, πάτερ, τὴν ἀποδημίαν·2 ἐδίωξε γὰρ ἡμᾶς ἔρως, καὶ ἦν ἐραστοῦ καὶ ἐρωμένης φυγή· ἀποδημήσαντες γεγόναμεν ἀλλήλων ἀδελφοί. Εἴ τις ἄρα ἐστὶν ἀνδρὸς παρθενία, ταύτην κἀγὼ μέχρι τοῦ παρόντος πρὸς Λευκίππην ἔχω· ἡ μὲν γὰρ ἤρα ἐκ πολλοῦ τοῦ τῆς Ἀρτέμιδος ἱεροῦ.

父亲,我们在流亡途中过着哲学式的节制生活;因为尽管爱欲追逐着我们,那是情人与所爱女子之间的逃亡,但离家之后,我们却成了彼此的兄妹。如果男子真有所谓的贞洁,直到现在我对莱基珀也始终葆有这种贞洁;而她也自久远以来便心向阿耳忒弥斯的神殿。

§8.5.8

Δέσποινα Ἀφροδίτη, μὴ νεμεσήσῃς ἡμῖν ὡς ὑβρισμένη· οὐκ ἠθέλομεν ἀπάτορα γενέσθαι τὸν γάμον. Πάρεστιν οὖν ὁ πατήρ· ἧκε καὶ σύ· εὐμενὴς ἡμῖν ἤδη γενοῦ.”

女主人阿佛洛狄忒啊,请不要因自以为受辱而向我们发怒;我们只是不希望婚礼在没有父亲见证的情况下举行。如今父亲已在此处;请你也降临吧,此刻就对我们施以恩惠吧。”

§8.5.9

Ταῦτα ἀκούοντες ὁ μὲν ἱερεὺς ἐκεχήνει θαυμάζων ἕκαστον τῶν λεγομένων, ὁ δὲ Σώστρατος καὶ ἐπεδάκρυεν, ὁπότε κατὰ Λευκίππην ἐγεγόνειν. Καὶ ἐπεί ποτε ἐπαυσάμην “τὰ μὲν ἡμέτερα” εἶπον “ἠκούσατε· ἓν δὲ αἰτῶ μαθεῖν κἀγὼ παρὰ σοῦ, ἱερεῦ, μόνον· τί ποτέ ἐστιν ὃ τελευταῖον ἀπιὼν ὁ Θέρσανδρος κατὰ Λευκίππης προσέθηκε, σύριγγα εἰπών;” “Ἀλλὰ σύ γε” ἔφη “καλῶς ἀνήρου· καὶ γὰρ εἰδότας ἡμᾶς τὰ περὶ τὴν σύριγγα τοῖς παροῦσιν ὅμως ἁρμόσασθαι προσήκει·3 κἀγὼ τὸν σὸν ἀμείψομαι μῦθον.”

听着这些话,祭司目瞪口呆,对所说的每一件事都惊叹不已,而每当我讲到莱基珀的遭遇时,索斯特拉托斯甚至潸然泪下。待我终于停下来时,我说道:“我们的遭遇您已听到了;但我本人也只想向您请教一件事,祭司:瑟桑德尔最后离开时,针对莱基珀所补充说的那句关于‘绪林克斯’的话,究竟是什么意思?”“你问得正好,”祭司回答道,“因为我们虽通晓绪林克斯之事,仍应当将其契合于当下的情境;我也将以一段故事回报你的讲述。”

语法注3 条
  1. 8.5.2ὡς ἀπὸ γυναικὸς ἀνέστη γυνή

    成语性比喻,字面义为“犹如女子从女子身旁起立”。指克莱托丰在船上虽与梅利忒同榻共眠,却恪守贞操未有肌肤之亲,梅利忒完好无损地起身,宛如仅是两名女子同寝一般。

  2. 8.5.7Ἐφιλοσοφήσαμεν, πάτερ, τὴν ἀποδημίαν

    不及物动词 ἐφιλοσοφήσαμεν 带有名词 τὴν ἀποδημίαν 作为内宾格(同族宾格用法),界定了动作所经历的范围与性质,意为“我们在整个异乡旅程中都过着合乎哲学的(节制禁欲的)生活”。

  3. 8.5.9εἰδότας ἡμᾶς τὰ περὶ τὴν σύριγγα τοῖς παροῦσιν ὅμως ἁρμόσασθαι προσήκει

    无人称动词 προσήκει 通常支配与格,但此处构成“宾格加不定式”结构(A.c.I.),以宾格代词 ἡμᾶς(受分词 εἰδότας 修饰)作不定式 ἁρμόσασθαι 的逻辑主语。中动相不定式 ἁρμόσασθαι(“使契合、应用”)则支配与格 τοῖς παροῦσιν(“于眼下的处境”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:8.5.1-8.5.9