← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§8.4.1-8.4.4

祭司的款待与索斯特拉托斯命克莱托丰讲故事

瑟尔珊德离开后,祭司设宴款待克莱托丰一行人;众人起初因互相愧赧而沉默,随后祭司提议倾听他们的故事,索斯特拉托斯遂嘱咐克莱托丰毫无保留地述说原委。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.4.1

ὡς δὲ ἀπηλλάγη ποτέ, κἀγὼ ἐξελθὼν ἐκάθηρα τὸ πρόσωπον. Τοῦ δὲ δείπνου καιρὸς ἦν, καὶ ὑπεδέξατο ἡμᾶς ὁ ἱερεὺς μάλα φιλοφρόνως. Ἐγὼ δὲ εἰς τὸν Σώστρατον ὀρθοῖς τοῖς ὀφθαλμοῖς ἰδεῖν οὐκ ἠδυνάμην, συνειδὼς οἷα αὐτὸν διατεθείκειν· καὶ ὁ Σώστρατος δὲ τὰς τῶν ὀφθαλμῶν ὁρῶν ἀμύξεις τῶν ἐμῶν, ἃς ἔτυχον ὑπ’ αὐτοῦ παθών, ἀντῃσχύνετό με βλέπειν· καὶ ἡ Λευκίππη δὲ τὰ πολλὰ εἰς γῆν ἔβλεπε, καὶ ἦν ὅλον τὸ συμπόσιον αἰδώς. Προϊόντος δὲ τοῦ πότου καὶ τοῦ Διονύσου κατὰ μικρὸν ἐξιλασκομένου τὴν αἰδῶ ʽἐλευθερίας γὰρ οὗτος πατὴρ’ ἄρχει λόγου πρῶτος ὁ ἱερεὺς πρὸς τὸν Σώστρατον “τί οὐ λέγεις,1 ὦ ξένε, τὸν περὶ ὑμᾶς μῦθον ὅστις ἐστί;2 δοκεῖ γάρ μοι περιπλοκάς τινας ἔχειν οὐκ ἀηδεῖς· οἴνῳ δὲ μάλιστα πρέπουσιν οἱ τοιοῦτοι λόγοι.” Καὶ ὁ Σώστρατος προφάσεως λαβόμενος ἄσμενος “τὸ μὲν κατ’ ἐμὲ τοῦ λόγου μέρος ἁπλοῦν” εἶπεν “ὅτι Σώστρατος ὄνομα, Βυζάντιος τὸ γένος, τούτου θεῖος, πατὴρ ταύτης· τὸν δὲ λοιπόν, ὅστις ἐστί, μῦθον λέγε, τέκνον Κλειτοφῶν, μηδὲν αἰδούμενος. Καὶ γὰρ εἴ τί μοι συμβέβηκε λυπηρόν, μάλιστα μὲν οὐ σόν ἐστιν, ἀλλὰ τοῦ δαίμονος·3 ἔπειτα τῶν ἔργων παρελθόντων ἡ διήγησις τὸν οὐκέτι πάσχοντα ψυχαγωγεῖ μᾶλλον ἢ λυπεῖ.”

待他终于离开后,我也出去清洗了脸庞。正当晚餐时分,祭司极为热情地款待了我们。但我自知曾让他遭受何等恶劣的对待,因而不敢正眼去看索斯特拉托斯;而索斯特拉托斯看着我眼角的抓伤——那正是我在他手下所受的伤痕——也反过来羞于看我;莱基珀也多半低头看着地面,整个宴席全被羞赧所笼罩。但随着饮宴的推进,狄俄尼索斯逐渐驱散了这份羞怯(因为他乃是率直之父),祭司便首先对索斯特拉托斯开口道:“外邦人,你何不讲讲你们的故事究竟为何?在我看来,其中似乎包含着某些引人入胜的曲折;而对于美酒而言,最适宜的正是 这等谈话。”索斯特拉托斯便欣然抓住这个契机说道:“关于我这部分的故事甚是简单:我名叫索斯特拉托斯,拜占庭人,是这个青年的叔父,也是这姑娘的父亲。至于其余的故事究竟如何,说出来吧,孩子克莱托丰,无须感到任何羞愧。因为哪怕我遭遇了什么痛苦之事,首要的是这并非你的过错,而是神意的摆布;再者,事情既已过去,当事人不再遭受折磨,叙述往事便更能使人心神宽慰而非伤感。”

语法注3 条
  1. 8.4.2τί οὐ λέγεις

    疑问代词 τί 与否定词 οὐ 连用直陈式现在的习惯表达。并非字面意义上的责问(“你为何不说?”),而是用作劝诱或敦促的祈使表达(“何不讲讲……”、“请说吧”)。

  2. 8.4.2τὸν περὶ ὑμᾶς μῦθον ὅστις ἐστί

    先取结构(prolepsis)。间接疑问从句(ὅστις ἐστί)的逻辑主语(“关于你们的故事”)被提前到主句动词 λέγεις 的直接宾语位置,作宾格 τὸν περὶ ὑμᾶς μῦθον。

  3. 8.4.4οὐ σόν ἐστιν, ἀλλὰ τοῦ δαίμονος

    领属/归属性属格。物主代词 σόν(相当于属格)与属格 τοῦ δαίμονος 与连系动词 ἐστιν 连用,表示归咎与归属:“这不是你的过错/责任,而是神意(命运)的摆布”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:8.4.1-8.4.4