← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§8.18.1-8.18.5

索斯特拉托斯述使团任命与求婚始末

索斯特拉托斯叙述了战后他们获选出使的神圣使命,以及卡利斯泰内斯如何表白自己守全了卡利戈涅的童贞并决意依法求娶,最后说明了在上述案件结束后的行程计划。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.18.1

“Ἐπεὶ δ’ ἐνικήσαμεν τὸν πόλεμον ἐπιφανείᾳ τῶν θεῶν ὑποστρέψαντες εἰς τὸ Βυζάντιον, εὐφημοῦντες τὸν Ἡρακλέα καὶ τὴν Ἄρτεμιν ἐχειροτονήθημεν ἐγὼ μὲν ἐνταῦθα τῇ Ἀρτέμιδι, ὁ δὲ εἰς Τύρον Ἡρακλεῖ, λαβόμενός μου τῆς δεξιᾶς ὁ Καλλισθένης διηγεῖται1 πρῶτον τὰ πεπραγμένα αὐτῷ περὶ τὴν Καλλιγόνην.

“当我们在诸神的显现襄助下赢得战争,返回拜占庭后,为颂扬赫拉克勒斯与阿耳忒弥斯,我们被推选为使节——我出使此地的阿耳忒弥斯,他则前往推罗出使赫拉克勒斯——卡利斯泰内斯握住我的右手,首先向我细述了他对待卡利戈涅所做的一切。

§8.18.2

ʽἈλλὰ ἅπερ ἐποιήσαμεν, πάτερ’ εἶπε “τὰ μὲν νεότητος φύσει πέπρακται βίᾳ, τὰ δὲ μετὰ ταῦτα προαιρέσει. Παρθένον γὰρ τὴν κόρην μέχρι τούτου τετήρηκα, καὶ ταῦτα πολέμοις ὁμιλῶν,2 ἐν οἷς οὐδεὶς ἀναβάλλεται τὰς ἡδονάς.

‘父亲,’他说,‘关于我们所作的作为,某些事是出于青春的血气而强行做出的,但此后的事则是出于自觉的明智抉择。因为直到如今我都保全了那少女的童贞,而且这是在经历战乱之时——在战争中本无人会推延享乐的。

§8.18.3

Νῦν οὖν εἰς τὴν Τύρον αὐτὴν ἀπαγαγεῖν ἔγνωκα πρὸς τὸν πατέρα καὶ νόμῳ παρ’ ἐκείνου λαβεῖν τὸν γάμον. Ἂν μὲν οὖν ἐθελήσῃ μοι δοῦναι τὴν κόρην, ἀγαθῇ τύχῃ δέξομαι· ἂν δὲ σκαιὸς γένηται καὶ δύσκολος, παρθένον αὐτὴν ἀπολήψεται.

因此,如今我决定把她带回推罗送还其父,并依从礼法从他那里获得婚事。那么,如果他愿意将姑娘许配给我,我将视之为吉兆幸事欣然接受;但如果他顽冥不化、百般留难,他也将领回一个完璧之身的女儿。

§8.18.4

Ἐγὼ γὰρ προῖκα ἐπιδοὺς οὐκ εὐκαταφρόνητον ἀγαπητῶς ἂν λάβοιμι τὸν γάμον.” Ἀναγνώσομαι δέ σοι καὶ τὸ συμβόλαιον, ὃ φθάνω πρὸ τοῦ πολέμου γράψας,3 δεόμενος συνοικίσαι τῷ Καλλισθένει τὴν κόρην, τό τε γένος αὐτοῦ καταλέγων καὶ τὸ ἀξίωμα καὶ τὰς ἐν τοῖς πολέμοις ἀριστείας.

因为我愿献上一笔绝不可小觑的聘礼,极乐意结成这桩婚姻。’我也要把在战前就已经写好的契约书念给你听,其中我列述了他的门第、声望以及他在诸次战役中的英勇战功,请求将姑娘许配给卡利斯泰内斯。

§8.18.5

Τοῦτο γάρ ἐστιν ἡμῖν τὸ συγκείμενον. Ἐγὼ δέ, ἢν τὴν ἔφεσιν ἀγωνισώμεθα, διέγνωκα πρῶτον μὲν εἰς τὸ Βυζάντιον διαπλεῦσαι, μετὰ ταῦτα δὲ εἰς τὴν Τύρον.” Καὶ ταῦτα διαμυθολογήσαντες ἐκοιμήθημεν τὸν

因为这正是我们之间的协定。而我则决定,若我们完成上诉的争讼,我首先要渡海前往拜占庭,之后再前往推罗。”这样谈论完这些事后,我们便睡下了……

语法注3 条
  1. 8.18.1Ἐπεὶ δ’ ἐνικήσαμεν τὸν πόλεμον ἐπιφανείᾳ τῶν θεῶν ὑποστρέψαντες εἰς τὸ Βυζάντιον, εὐφημοῦντες τὸν Ἡρακλέα καὶ τὴν Ἄρτεμιν ἐχειροτονήθημεν ἐγὼ μὲν ἐνταῦθα τῇ Ἀρτέμιδι, ὁ δὲ εἰς Τύρον Ἡρακλεῖ, λαβόμενός μου τῆς δεξιᾶς ὁ Καλλισθένης διηγεῖται

    由连词 Ἐπεὶ 引导的时间状语从句一直延续至动词 ἐχειροτονήθημεν 及其并列成分,主句则自分词短语 λαβόμενός μου τῆς δεξιᾶς、主语 ὁ Καλλισθένης 及主动词 διηγεῖται 开始。动词 ἐχειροτονήθημεν(“我们被举手表决推选”)在语境中隐含着被选任为“神圣使节”(theoros)之意,随后的与格 τῇ Ἀρτέμιδι 与 Ἡρακλεῖ 指明了各自出使敬奉的神祇。

  2. 8.18.2καὶ ταῦτα πολέμοις ὁμιλῶν

    短语 καὶ ταῦτα 为副词性宾格的习惯用法,意为“而且是在……的情况下”,用于引入附加的让步或特殊情境,在此修饰分词 ὁμιλῶν(“参与”、“置身于”),强调身处战乱中却能保持克制的不易。

  3. 8.18.4ὃ φθάνω πρὸ τοῦ πολέμου γράψας

    动词 φθάνω 配合补充性分词 γράψας 构成惯用结构,表示先于某事完成某动作(“即我在战前就已经写好的”)。关系代词 ὃ 的先行词是前文的 τὸ συμβόλαιον(契约/书简)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:8.18.1-8.18.5