← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§8.19.1-8.19.3

在拜占庭与推罗举行的婚礼

泰尔珊德潜逃导致上诉失效,一行人得以回航拜占庭举行婚礼,随后前往推罗参加妹妹的婚礼,并相约在推罗过冬后返回拜占庭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.19.1

αὐτὸν τρόπον· τῇ δὲ ὑστεραίᾳ παραγενόμενος ὁ Κλεινίας ἔφη Θέρσανδρον διὰ τῆς νυκτὸς ἀποδεδρακέναι· τὴν γὰρ ἔφεσιν οὐχ ὡς ἀγωνιούμενον πεποιῆσθαι, βουλόμενον δὲ1 μετὰ προφάσεως ἐπισχεθῆναι τὸν ἔλεγχον ὧν ἐτόλμησε.

同样的方式。次日,克利尼亚斯前来告知,泰尔珊德已连夜潜逃;因为他提出上诉并非真打算出庭对簿,而是想借此借口,推迟对自己所犯恶行的审究。

§8.19.2

Μείναντες οὖν τῶν ἑξῆς τριῶν ἡμερῶν, ὅσων ἦν ἡ προθεσμία, προσελθόντες τῷ προέδρῳ καὶ τοὺς νόμους ἀναγνόντες, καθ’ οὓς οὐδεὶς ἔτι τῷ Θερσάνδρῳ λόγος πρὸς ἡμᾶς ἦν, νεὼς ἐπιβάντες καὶ οὐρίῳ χρησάμενοι πνεύματι κατήραμεν εἰς τὸ Βυζάντιον, κἀκεῖ τοὺς πολυεύκτους ἐπιτελέσαντες γάμους ἀπεδημήσαμεν εἰς τὴν Τύρον.

于是,在等待了作为法定期限的后续三天之后,我们前往主审法官面前,宣读了相关法律——依据这些法律,泰尔珊德对我们已不再拥有任何诉权——随后我们登船起航,凭借顺风抵达拜占庭,在那里举行了祈愿已久的婚礼,之后便动身前往推罗。

§8.19.3

Δύο δὲ ὕστερον ἡμερῶν τοῦ Καλλισθένους2 ἐλθόντες εὕρομεν τὸν πατέρα μέλλοντα θύειν τοὺς γάμους τῆς ἀδελφῆς εἰς τὴν ὑστεραίαν. Παρῆμεν οὖν ὡς καὶ συνθύσοντες αὐτῷ καὶ εὐξόμενοι τοῖς θεοῖς τούς τε ἐμοὺς καὶ τοὺς ἐκείνου γάμους σὺν ἀγαθαῖς φυλαχθῆναι τύχαις. Καὶ διεγνώκαμεν ἐν τῇ Τύρῳ παραχειμάσαντες διελθεῖν εἰς τὸ Βυζάντιον.

我们在卡利斯泰内斯抵达后两天才到,发现父亲正打算在次日为我妹妹的婚礼献祭。于是我们在场,准备既与他一同献祭,亦祈求神明庇佑我和他〔卡利斯泰内斯〕的两桩婚姻皆蒙吉运相守。我们并决定在推罗度过冬天后,便启程前往拜占庭。

语法注2 条
  1. 8.19.1οὐχ ὡς ἀγωνιούμενον πεποιῆσθαι, βουλόμενον δέ

    在由前文 ἔφη 引出的间接引语不定式结构中,宾格分词与完成时不定式 πεποιῆσθαι 的逻辑主语 Θέρσανδρον 保持性数格一致。ὡς 加上将来时分词(ἀγωνιούμενον)表示主观的意图(“以出庭争辩为目的”),并与后面的现在时分词 βουλόμενον δέ 构成真实动机与虚假意图的对比。

  2. 8.19.3Δύο δὲ ὕστερον ἡμερῶν τοῦ Καλλισθένους

    副词 ὕστερον 同时支配了两个不同功能的属格:τοῦ Καλλισθένους 是表示比较基准的比较属格(“比卡利斯泰内斯”),而 Δύο ἡμερῶν 则是表示时间差额或程度的属格(“两天”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:8.19.1-8.19.3